Β΄ Βασιλειών, κεφάλαιο 24
- 1
ΚΑΙ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν ᾿Ισραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· βάδιζε, ἀρίθμησον τὸν ᾿Ισραὴλ καὶ τὸν ᾿Ιούδαν.
Καὶ ἄναψε πάλιν ἡ ὀργὴ τοῦ Κυρίου ἐναντίον τοῦ Ἰσραὴλ καὶ ἠνέχθη ὠργισμένος τὴν πραγματοποίησιν μιᾶς ἀποφάσεως τοῦ Δαβίδ, ποὺ τὴν εἰσηγήθη ὁ Διάβολος καὶ ἀπέβη τελικῶς εἰς βάρος τῶν Ἰσραηλιτῶν. Τοῦ εἶπε δηλαδὴ ὁ Κύριος: «Ἐφ' ὅσον θέλεις, πήγαινε καὶ ἀρίθμησε τοὺς Ἰσραηλίτας καὶ τοὺς Ἰουδαίους».
- 2
καὶ εἶπεν ὀ βασιλεὺς πρὸς ᾿Ιωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ' αὐτοῦ· δίελθε δὴ πάσας φυλὰς ᾿Ισραὴλ καὶ ᾿Ιούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.
Καὶ ὁ βασιλεὺς Δαβὶδ εἶπεν εἰς τὸν Ἰωάβ, ποὺ ἦτο ἀρχιστράτηγος τοῦ στρατοῦ του καὶ συμπαρίστατο εἰς τὸν Δαβίδ: «Θέλω νὰ περάσῃς μέσα ἀπὸ ὅλας τὰς φυλὰς τῶν Ἰσραηλιτῶν καὶ Ἰουδαίων, ἀπὸ τὴν Δάν, ποὺ εἶναι εἰς τὸν βορρᾶν, ἕως τὴν Βηρσαβεὲ εἰς τὸν νότον, καὶ νὰ καταμετρήσῃς ὅλον τὸν λαόν, ὥστε νὰ γνωρίσω πόσοι ἐν συνόλῳ εἶναι αὐτοὶ ποὺ ἀποτελοῦν τὸν λαόν μου».
- 3
καὶ εἶπεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα· καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;
Ὁ δὲ Ἰωὰβ ἀπεκρίθη καὶ εἶπεν εἰς τὸν βασιλέα: «Μάκαρι νὰ προσθέσῃ Κύριος ὁ Θεὸς εἰς τὸν λαόν μας ἑκατὸν φορὲς περισσότερον ἀπὸ ὅ,τι εἶναι τώρα καὶ νὰ γίνουν ἀσυγκρίτως περισσότεροι ἀπὸ αὐτούς, ποὺ ἔχομεν εἰς τὸ παρόν, καὶ νὰ τοὺς βλέπῃ ὅλους ὁ κύριός μου καὶ βασιλεὺς ὡς ὑποτελεῖς του καὶ νὰ χαίρεται. Διατὶ ὅμως ἀπεφάσισε ὁ κύριός μου καὶ βασιλεὺς καὶ θέλει νὰ κάνῃ αὐτὴν τὴν ἀπογραφήν;»
- 4
καὶ ὑπερίσχυσεν ὀ λόγος τοῦ βασιλέως πρὸς ᾿Ιωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλθεν ᾿Ιωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν ᾿Ισραήλ.
Ὅμως παρὰ τὴν κάποιαν ἀντίρρησιν τοῦ Ἰωὰβ ἐπεκράτησε τελικῶς ἡ γνώμη τοῦ βασιλέως καὶ διετάχθησαν ὁ Ἰωὰβ καὶ οἱ ἄλλοι ἀξιωματικοὶ τοῦ στρατεύματος νὰ ἐκτελέσουν τὴν ἀπόφασιν τοῦ βασιλέως. Καὶ ἐβγῆκαν πράγματι ἀπὸ τὸ ἀνάκτορον τοῦ βασιλέως ὁ Ἰωὰβ καὶ οἰ ἀξιωματικοι τοῦ στρατοῦ καὶ ἐπῆγαν νὰ καταμετρήσουν τὸν Ἰσραηλιτικὸν λαόν.
- 5
καὶ διέβησαν τὸν ᾿Ιορδάνην καὶ παρενέβαλον ἐν ᾿Αροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ ᾿Ελιέζερ.
Ἐπέρασαν λοιπὸν τὸν Ἰορδάνην ποταμὸν καὶ ἐστρατοπέδευσαν εἰς τὴν πόλιν Ἀροὴρ καὶ ἄρχισαν τὴν καταγραφὴν ἀπὸ τὴν πόλιν αὐτήν, ποὺ εὑρίσκετο εἰς τὰ δεξιὰ τῆς ἄλλης ὁμωνύμου πόλεως, ποὺ ἦτο εἰς τὸ μέσον τῆς κοιλάδος Γὰδ καὶ Ἐλιέζερ.
- 6
καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασών, ἥ ἐστιν ᾿Αδασαί, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα.
Ἐν συνεχείᾳ ἦλθαν εἰς τὴν χώραν Γαλαὰδ καὶ τὴν περιοχὴν Θαβασών, ποὺ εἶναι γνωστὴ καὶ μὲ τὸ ὄνομα Ἀδασαί, καὶ ἔφθασαν εἰς τὰς πόλεις Δανιδὰν καὶ Οὐδάν. Ἐπῆραν δὲ κυκλικὴν κατεύθυνσιν, μὲ ἀφετηρίαν τὰ νοτιοανατολικὰ σύνορα τοῦ Ἰσραήλ, καὶ ἔφθασαν εἰς τὴν Φοινικικὴν πόλιν Σιδῶνα, ποὺ εὑρίσκετο εἰς τὰ βορειοδυτικὰ σύνορα τῆς χώρας των.
- 7
καὶ ἦλθον εἰς Μάψαρ Τύρου καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου καὶ ἦλθαν κατὰ νότον ᾿Ιούδα εἰς Βηρσαβεὲ
Κατόπιν ἦλθαν εἰς τὴν ὀχυρὰν περιοχὴν Μάψαρ, κοντὰ εἰς τὴν Τύρον, καὶ εἰς ὅλας τὰς πόλεις, ὅπου ἔμεναν οἱ Εὐαῖοι καὶ οἱ Χαναναῖοι, καὶ ἔφθασαν τελικῶς εἰς τὰ νότια μέρη τῆς χώρας, ὅπου ἔμεναν οἱ Ἰουδαῖοι, καὶ καπέληξαν εἰς τὴν πόλιν Βηρσαβεέ.
- 8
καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσιν ἡμερῶν εἰς ῾Ιερουσαλήμ.
Καὶ ἀφοῦ περιώδευσαν ὅλην τὴν ἐπικράτειαν τοῦ βασιλέως Δαβίδ, ἐπέστρεψαν μετὰ ἀπὸ ἐννέα μῆνας καὶ εἴκοσι ἡμέρας εἰς τὴν Ἱερουσαλήμ.
- 9
καὶ ἔδωκεν ᾿Ιωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο ᾿Ισραὴλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ρομφαίαν καὶ ἀνὴρ ᾿Ιούδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.
Καὶ παρέδωσεν ὁ Ἰωὰβ εἰς τὸν βασιλέα τὸν συνολικὸν ἀριθμὸν τῆς ἀπογραφὴς τοῦ Ἰσραηλιτικοῦ λαοῦ. Συμφώνως δὲ πρὸς τὴν ἀπογραφὴν αὐτὴν αἱ φυλαὶ τοῦ Ἰσραήλ, ποὺ ἦσαν πρὸς βορρᾶν, διέθεταν ὀκτακοσίας χιλιάδας ἰσχυρῶν ἀνδρῶν, ποὺ ἠμποροῦσαν νὰ κρατήσουν καὶ νὰ χειρισθοῦν τὴν ρομφαίαν. Οἱ δὲ Ἰουδαῖοι, ποὺ εὑρίσκοντο εἰς τὸν νότον, εἶχαν πεντακοσίας χιλιάδας στρατιωτῶν.
- 10
καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν, καὶ εἶπε Δαυὶδ πρὸς Κύριον· ἥμαρτον σφόδρα, ὃ ἐποίησα νῦν, Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.
Μετὰ τὴν ἀπογραφὴν ὅμως τοῦ Ἰσραηλιτικοῦ λαοῦ ὁ Δαβὶδ ἠσθάνθη δριμεῖς ἐλέγχους συνειδήσεως καὶ εἶπε συντετριμμένος πρὸς τὸν Κύριον ὁ βασιλεύς: «Διέπραξα πολὺ μεγάλην ἁμαρτίαν μὲ αὐτὸ ποὺ ἔκανα τώρα, Κύριε. Συγχώρησε, Σὲ παρακαλῶ, τὴν παρανομίαν τοῦ δούλου Σου, διότι ἐνήργησα σὰν πολὺ ἀνόητος ἄνθρωπος».
- 11
καὶ ἀνέστη Δαυὶδ τὸ πρωΐ. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα λέγων·
Καὶ ὅταν ἐξύπνησε τὸ πρωὶ ὁ Δαβίδ, ἐλάλησεν ὁ Κύριος εἰς τὸν προφήτην Γάδ, ποὺ ἦτο τότε ὁ βλέπων τὸ μέλλον καὶ ὁ ἐκπρόσωπος τοῦ Κυρίου, καὶ τοῦ εἶπε:
- 12
πορεύθητι καὶ λάλησον πρὸς Δαυὶδ λέγων· τάδε λέγει Κύριος· τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
«Πήγαινε νὰ μιλήσῃς εἰς τὸν Δαβὶδ καὶ νὰ τοῦ εἰπῇς: Αὐτὰ λέγει ὁ Κύριος: Ἐγώ, ποὺ ἐξουσιάζω τὰ πάντα, σοῦ προτείνω τρία πράγματα. Διάλεξε σὺ ἕνα ἀπὸ αὐτὰ καὶ ἐγὼ θὰ σοῦ τὸ κάνω».
- 13
καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ καὶ ἀνήγγειλε καὶ εἶπεν αὐτῷ· ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ρῆμα.
Καὶ πράγματι ἐμβῆκε ὁ Γὰδ εἰς τὸ ἀνάκτορον τοῦ Δαβὶδ καὶ τοῦ ἀνήγγειλεν ὅ,τι τὸν διέταξεν ὁ Θεὸς καὶ τοῦ εἶπε: «Διάλεξε τί θέλεις νὰ γίνῃ εἰς τὸ βασίλειόν σου: Προτιμᾷς νὰ πέσῃ πεῖνα εἰς τὴν χώραν σου ἐπὶ τρία χρόνια, ἡ θέλεις νὰ σὲ νικοῦν καὶ νὰ σὲ καταδιῴκουν οἱ ἐχθροί σου καὶ νὰ φεύγῃς πανικόβλητος ἐμπρός των ἐπὶ τρεῖς μῆνας, ἡ προτιμᾷς νὰ πέσῃ θανατικὸ εἰς τὴν χώραν σου ἐπὶ τρεῖς ἡμέρας; Σκέψου λοιπὸν καὶ κοίταξε τί σὲ συμφέρει, διὰ νὰ ἀπαντήσω καὶ ἐγὼ ἀναλόγως εἰς Ἐκεῖνον ποὺ μὲ ἔστειλε».
- 14
καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω·
Καὶ εἶπεν ὁ Δαβὶδ εἰς τὸν Γάδ: «Εἶμαι κλεισμένος ἀπὸ παντοῦ καὶ εὑρίσκομαι εἰς πολὺ δύσκολον θέσιν. Προτιμῶ λοιπὸν νὰ πέσω εἰς τὰ χέρια τοῦ Θεοῦ καὶ νὰ τιμωρηθῶ ἀπ' εὐθείας ἀπὸ Ἐκεῖνον, ποὺ εἶναι πολυεύσπλαγχνος, παρὰ νὰ πέσω εἰς τὰ χέρια ἀνθρώπου».
- 15
καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θερισμοῦ πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν ᾿Ισραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
Ἔτσι ἀπὸ τὰ τρία, ποὺ τοῦ ἐπρότεινε ὁ Θεός, ἐδιάλεξε ὁ Δαβὶδ τὸν θάνατον. Τότε δὲ ἦτο ἡ ἐποχή, ποὺ ἐθέριζαν τὰ σιτηρά. Καὶ ἔστειλεν ὁ Κύριος θανατικὸ εἰς τοὺς Ἰσραηλίτας καὶ πέθαιναν ἀπὸ τὸ πρωῒ ἕως τὴν ὥραν τοῦ μεσημβρινοῦ φαγητοῦ. Καὶ ἄρχισε ἔτσι ἡ θανάτωσις τοῦ λαοῦ. Πέθαναν δὲ εἰς ὅλην τὴν χώραν, ἀπὸ τὴν Δὰν ἕως τὴν Βηρσαβεέ, κατὰ τὴν ἡμέραν ἐκείνην ἑβδομῆντα χιλιάδες ἄνδρες.
- 16
καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς ῾Ιερουσαλὴμ τοῦ διαφθεῖραι αὐτήν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ· πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου.
Ἄπλωσε δὲ τὸ χέρι του ὁ ἐξολοθρευτὴς ἄγγελος, ὁ ἀπεσταλμένος τοῦ Θεοῦ, καὶ ἐπάνω ἀπὸ τὴν Ἱερουσαλήμ, διὰ νὰ τὴν καταστρέψῃ καὶ αὐτήν, ἀλλ’ ὁ Θεὸς δὲν ἠθέλησε νὰ συνεχισθῇ τὸ κακόν. Ἠρκέσθη εἰς τὴν ἕως τότε τιμωρίαν. Τοὺς ἐλυπήθη καὶ εἶπεν εἰς τὸν ἄγγελόν Του, ποὺ ἐθανάτωνε τὸν λαόν: «Ἀρκετὰ ἕως τώρα! Τράβηξε τὸ χέρι σου ἀπὸ ἐδῶ. Μὴ συνέχιζῃς τὴν τιμωρίαν». Τὴν στιγμὴν ἐκείνην ὁ ἄγγελος αὐτὸς τοῦ Κυρίου εὑρίσκετο κοντὰ εἰς τὸ ἁλῶνι το·υ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
- 17
καὶ εἶπε Δαυὶδ πρὸς Κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν· ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
Καὶ ὅταν εἶδεν ὁ Δαβὶδ τὸν ἄγγελον νὰ θανατώνῃ τὸν λαόν, προσηυχήθη εἰς τὸν Κύριον καὶ εἶπε: «Νά, ἐγὼ εἶμαι ποὺ ἁμάρτησα καὶ ἐγώ, ὁ ποιμήν, εἶμαι ἐκεῖνος ποὺ ἔκανα αὐτὸ τὸ κακόν. Αὐτοὶ ὅμως ποὺ εἶναι πρόβατα, τί κακὸν ἔκαναν καὶ τιμωροῦνται τώρα; Ἂς πέσῃ λοιπὸν τὸ χέρι σου, ποὺ τιμωρεῖ τὸ κακόν, ἐπάνω εἰς ἐμὲ καὶ εἰς τὴν πατρικήν μου οἰκογένειαν».
- 18
καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ· ἀνάβηθι καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι ᾿Ορνὰ τοῦ ᾿Ιεβουσαίου.
Καὶ ἦλθε κατὰ τὴν ἡμέραν ἐκείνην εἰς τὸν Δαβὶδ ὁ προφήτης Γὰδ καὶ τοῦ εἶπε: «Σήκω καὶ ἀνέβα εἰς τὸ ἁλῶνι τὸν Ὀρνὰ τοῦ Ἰεβουσαίου καὶ κτίσε ἐκεῖ Θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου».
- 19
καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, καθ' ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.
Καὶ ἀνέβη πράγματι ὁ Δαβίδ, ὅπως τοῦ εἶπεν ὁ Γάδ, σύμφωνα μὲ τὴν ἐντολὴν ποὺ τοῦ ἔδωσε ὁ Κύριος.
- 20
καὶ διέκυψεν ᾿Ορνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν ᾿Ορνὰ καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
Μόλις δὲ ἔσκυψε πρὸς τὸν κατήφορον ὁ Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς ἄνδρας του νὰ ἀνεβαίνουν πρὸς αὐτόν, ἐβγῆκε ἀμέσως εἰς τὸν δρόμον καὶ ἐπροσκύνησε τὸν βασιλέα μὲ τὸ πρόσωπον κατὰ γῆς.
- 21
καὶ εἶπεν ᾿Ορνά· τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρός τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ· κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.
Καὶ εἶπεν ὁ Ὀρνὰ εἰς τὸν Δαβίδ: «Πῶς ἦταν αὐτὸ καὶ ἦλθεν ὁ κύριος καὶ βασιλεύς μου πρὸς τὸν δοῦλον του;» Καὶ ἀπεκρίθη ὁ Δαβίδ: «Ἦλθα διὰ νὰ πάρω τὸ ἁλῶνι σου καὶ νὰ κτίσω εἰς αὐτὸ θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου, διὰ νὰ σταματήσει ἔτσι τὸ θανατικό, ποὺ ἔχει πέσει εἰς τὸν λαόν».
- 22
καὶ εἶπεν ᾿Ορνὰ πρὸς Δαυὶδ· λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.
Εἶπε δὲ ὁ Ὀρνὰ εἰς τὸν Δαβίδ: «Ἂς πάρῃ καὶ ἂς προσφέρῃ ὁ κύριός μου καὶ βασιλεὺς εἰς τὸν Κύριον ὅ,τι νομίζει καλύτερον. Νά, καὶ τὰ βόδια μου εἶναι εἰς τὴν διάθεσίν σου, διὰ νὰ προσφερθοῦν ὡς θυσία ὁλοκαυτώσεως, καὶ οἱ τροχοὶ ἀπὸ τὸ ἀμάξι μου καὶ ὅ,τι ἄλλο χρησιμεύει διὰ νὰ ζευχθοῦν τὰ βόδια, εἶναι διαθέσιμα ὅλα διὰ τὴν φωτιὰν τῆς θυσίας».
- 23
τὰ πάντα ἔδωκεν ᾿Ορνὰ τῷ βασιλεῖ, καὶ εἶπεν ᾿Ορνά πρὸς τὸν βασιλέα· Κύριος ὁ Θεός σου εὐλογήσαι σε.
Ἔτσι ὁ Ὀρνὰ τὰ προσέφερεν ὅλα εἰς τὸν βασιλέα. Ἔδωσε μάλιστα ὁ Ὀρνὰ καὶ τὴν εὐχήν του εἰς τὸν βασιλέα καὶ εἶπε: «Εὔχομαι νὰ σὲ εὐλογήσῃ Κύριος ὁ Θεός σου».
- 24
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς ᾿Ορνά· οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.
Εἶπεν ὅμως ὁ βασιλεὺς εἰς τὸν Ὀρνά: «Ὄχι ἔτσι! Δὲν θέλω νὰ προσφέρω δωρεὰν θυσίαν εἰς τὸν Κύριον καὶ Θεόν μου! Εἶμαι ἀποφασισμένος να πληρώσω ὅ,τι πρέπει διὰ νὰ ἀποκτήσω τὸ κτῆμα σου». Καὶ ἔδωσε πράγματι ὁ Δαβὶδ πενῆντα ἀσημένιους σίκλους καὶ ἀγόρασε τὸ ἁλῶνι καὶ τὰ βόδια τοῦ Ὀρνά.
- 25
καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ. καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς. καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπ' ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν ᾿Ισραήλ.
Ἔκτισε δὲ ἐκεῖ ὁ Δαβὶδ θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου. Καὶ προσέφερεν ἐκεῖ θυσίας ὁλοκαυτώσεως εἰς ἔνδειξιν πλήρους ἀφοσιώσεως εἰς τὸν δίκαιον Κύριον καὶ θυσίας εἰρηνικὰς εἰς ἔνδειξιν εὐγνωμοσύνης πρὸς Ἐκεῖνον, ποὺ εἶναι πολυεύσπλαγχνος. Ὁ δὲ διάδοχος τοῦ Δαβὶδ Σαλωμὼν (Σολομὼν) ἐμεγαλωσε ἀργότερα τὸ θυσιαστήριον αὐτό, διότι ἐξ ἀρχῆς εἶχε γίνει μικρό. Μετὰ δὲ τὴν προσφορὰν τῶν θυσιῶν ἔδειξεν ὁ Κύριος τὴν εὐσπλαγχνίαν Του πρὸς τὴν χώραν τοῦ Δαβὶδ καὶ κατέπαυσεν ἡ θανατικὴ τιμωρία, ποὺ εἶχε πέσει ἐπάνω εἰς τὸν λαὸν τοῦ Ἰσραήλ.
