Β΄ Βασιλειών, κεφάλαιο 19
- 1
ΚΑΙ ἀνηγγέλη τῷ ᾿Ιωὰβ λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ ᾿Αβεσσαλώμ.
Ανεκοίνωσαν δὲ εἰς τὸν Ἰωὰβ αὐτὸ ποὺ συνέβη, ὅταν ἔμαθεν ὁ Δαβὶδ τὸν θάνατον τοῦ υἱοῦ του, καὶ τοῦ εἶπαν: «Μάθε ὅτι ὁ βασιλεὺς κλαίει συνεχῶς καὶ θρηνεῖ διὰ τὸν Ἀβεσσαλώμ».
- 2
καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ.
Λόγῳ δὲ τοῦ πένθους αὐτοῦ τοῦ Δαβὶδ ἡ ἡμέρα ἐκείνη, ποὺ ἦτο ἡμέρα σωτηρίας καὶ νίκης καὶ χαρᾶς, ἔγινε ἡμέρα πένθους δι’ ὅλον τὸν στρατόν, διότι οἱ στρατιῶται, ποὺ ἀγαποῦσαν πολὺ τὸν Δαβίδ, ἐπληροφορήθηκαν κατὰ τὴν ἰδίαν ἡμέραν ὅτι λυπεῖται καὶ πονεῖ ὁ βασιλεὺς διὰ τὸν θάνατον τοῦ υἱοῦ του.
- 3
καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ.
Ἐξ αἰτίας δὲ αὐτῆς τῆς λύπης τοῦ βασιλέως ὁ στρατὸς δὲν εἰσῆλθε μὲ θριαμβευτικὴν πομπὴν εἰς τὴν πόλιν Μαναῒμ κατὰ τὴν ἡμέραν ἐκείνην, ἀλλὰ κρυφὰ καὶ μὲ τρόπον ταπεινόν, ὅπως ἐπιστρέφουν ἐντροπιασμένοι οἱ στρατιῶται, ἐὰν συμβῇ νὰ νικηθοῦν εἰς τὸν πόλεμον.
- 4
καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ. καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων· υἱέ μου ᾿Αβεσσαλώμ, ᾿Αβεσσαλὼμ υἱέ μου.
Ὁ δὲ βασιλεὺς ἐκάλυψε τὸ πρόσωπόν του καὶ ἐκραύγασε μὲ πολὺ δυνατὴν φωνὴν καὶ ἔλεγε: «Παιδί μου Ἀβεσσαλώμ, Ἀβεσσαλώμ, παιδί μου!»
- 5
καὶ εἰσῆλθεν ᾿Ιωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπε· κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου,
Ἐμβῆκε δὲ ὁ Ἰωὰβ εἰς τὴν κατοικίαν, ὅπου διέμενεν ὁ βασιλεύς, καὶ τοῦ εἶπε: «Κατεντρόπιασες σήμερα τὰ πρόσωπα ὅλων τῶν δούλων σου, οἱ ὁποῖοι ἔσωσαν σήμερα τὴν ζωήν σου καὶ τὴν ζωὴν τῶν υἱῶν σου καὶ τὴν ζωὴν τῶν θυγατέρων σου καὶ τὴν ζωὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου.
- 6
τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον ὅτι εἰ ᾿Αβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου.
Τὸ λέγω αὐτό, διότι μὲ τὸ πένθος σου αὐτὸ δείχνεις ὅτι ἀγαπᾷς αὐτοὺς ποὺ σὲ μισοῦν καὶ μισεῖς αὐτοὺς ποὺ σὲ ἀγαποῦν καὶ φαίνεσαι σὰν νὰ μὴ ἐκτιμᾷς τοὺς ἀξιωματούχους σου καὶ τοὺς ἀφωσιωμένους δούλους σου. Ἐγὼ ὅμως εἶδα σήμερα ἐπάνω εἰς τὰ πράγματα ὅτι, ἐὰν ἐζοῦσε ὁ Ἀβεσσαλώμ, ὅλοι ἐμεῖς θὰ ἤμασταν τώρα νεκροὶ καὶ σὺ θὰ ἤσουν τότε εὐχαριστημένος μὲ τοῦτο!
- 7
καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν.
Σήκω λοιπὸν τώρα, βγὲς ἀπὸ τὸ σπίτι καὶ μίλησε εἰς τὴν καρδιὰν τῶν δούλων σου, ὅπως ἁρμόζει διὰ τὴν νίκην των. Νὰ ξέρῃς δὲ ὅτι ὠρκίσθηκα εἰς τὸν Κύριον ὅτι, ἐὰν δὲν βγῇς σήμερα, δὲν θὰ μείνῃ μαζί σου κανεὶς στρατιώτης κατὰ τὴν νύκτα αὐτήν. Μελέτησε τὸ θέμα μόνος σου καὶ κατάλαβε καλὰ ὅτι αὐτὸ θὰ εἶναι διὰ σὲ χειρότερον κακὸν ἀπὸ ὅλας τὰς συμφοράς, ποὺ σὲ εὑρῆκαν ἀπὸ τὴν νεότητά σου μέχρι τώρα».
- 8
καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες· ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην. καὶ ᾿Ισραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.
Κατόπιν τούτου ἐσηκώθη ὁ βασιλεὺς καὶ ἐπῆγε καὶ ἐκάθησεν εἰς τὴν πύλην τῆς πόλεως. Ὅλοι δὲ οἱ στρατιῶται τὸ ἀνεκοίνωσαν ὁ ἕνας εἰς τὸν ἄλλον καὶ εἶπαν: «Νά, ὁ βασιλεὺς κάθεται εἰς τὴν πύλην τῆς πόλεως!» Καὶ τότε ὅλος ὁ στρατὸς ἐπέρασε ἐμπρὸς ἀπὸ τὸν βασιλέα, ποὺ εὑρίσκετο εἰς τὴν πύλην τῆς πόλεως, καὶ ἐμβῆκε εἰς τὴν πόλιν. Οἱ δὲ Ἰσραηλῖται, ποὺ εἶχαν ἀκολουθήσει τὸν Ἀβεσσαλώμ, ἔφυγαν καθένας εἰς τὸ σπίτι του.
- 9
Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ᾿Ισραὴλ λέγοντες· ὁ βασιλεὺς Δαυὶδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων, καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ ᾿Αβεσσαλώμ·
Ὅλοι δὲ οἱ Ἰσραηλῖται ὅλων τῶν ἄλλων φυλῶν τοῦ Ἰσραήλ, πλὴν τῆς φυλῆς Ἰούδα, εἶχαν ὡς μόνον θέμα συζητήσεως τὸν Δαβὶδ καὶ ἔλεγαν: «Ὁ βασιλεὺς Δαβὶδ μᾶς ἔσωσεν ἀπὸ ὅλους τοὺς ἐχθρούς μας. Αὐτὸς εἶναι ποὺ μᾶς ἔβγαλε ἀπὸ τὴν τυραννικὴν κυριαρχίαν τῶν ἀλλοφύλων Φιλισταίων. Καὶ ὅμως αὐτὸς τώρα ἔχει ἐξορισθῇ ἀπὸ τὴν χώραν του καὶ ἄφησε τὴν βασιλικήν του ἐξουσίαν καὶ ἔφυγε μακρυὰ ἐξ αἰτίας τοῦ Ἀβεσσαλώμ.
- 10
καὶ ᾿Αβεσσαλώμ, ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ρῆμα παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα.
Αὐτὸς δὲ ὁ Ἀβεσσαλώμ, ποὺ τὸν ἐχρίσαμεν καὶ τὸν ἐκάναμε βασιλέα μας, εἶναι ἤδη νεκρός, ἐσκοτώθη εἰς τὸν πόλεμον. Τώρα λοιπὸν διατὶ δὲν συνεννοεῖσθε καὶ δὲν κάμνετε ὅ,τι πρέπει διὰ νὰ ἐπιστρέψῃ εἰς τὴν θέσιν του ὁ νόμιμος βασιλεύς;» Τὰ λόγια δὲ αὐτά, ποὺ ἔλεγαν μεταξύ των ὅλοι οἱ Ἰσραηλῖται, ἔφθασαν καὶ εἰς τὰ αὐτιὰ τοῦ βασιλέως.
- 11
καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς ᾿Αβιάθαρ τοὺς ἱερεῖς λέγων· λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ᾿Ιούδα λέγοντες· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς ᾿Ισραὴλ ἦλθε πρὸς τὸν βασιλέα.
Ἔστειλε τότε ὁ βασιλεὺς Δαβὶδ ἀπεσταλμένους πρὸς τοὺς ἀρχιερεῖς Σαδὼκ καὶ Ἀβιάθαρ καὶ τοὺς εἶπε: «Νὰ μιλήσετε πρὸς τοὺς προεστοὺς τῆς φυλῆς τοῦ Ἰούδα καὶ νὰ τοὺς εἰπῆτε τὰ ἑξῆς: «Διατὶ καθυστερεῖτε καὶ εἶσθε τελευταῖοι ὡς πρὸς τὰς ἐνεργείας διὰ τὴν ἐπιστροφὴν τοῦ βασιλέως εἰς τὸ ἀνάκτορόν του; Ἤδη τὰ λόγια ὅλων τῶν ἄλλων Ἰσραηλιτῶν ὡς πρὸς τὴν ἐπιστροφὴν τοῦ βασιλέως ἔφθασαν εἰς τὰ αὐτιὰ τοῦ Δαβίδ».
- 12
ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ;
Θὰ τοὺς εἰπῆτε ἐπίσης ἐκ μέρους μου, ἐσυνέχισε ὁ Δαβίδ, καὶ τὰ ἑξῆς: «Σεῖς εἶσθε ἀδελφοί μου. Ἀνήκομεν εἰς τὴν ἰδίαν φυλήν. Εἶσθε ὀστά μου καὶ σάρκες μου, ἕνα σῶμα μὲ ἐμέ. Διατὶ λοιπὸν ἀδιαφορεῖτε καὶ μένετε τελευταῖοι ὡς πρὸς τὴν προετοιμασίαν διὰ τὴν ἐπιστροφὴν τοῦ βασιλέως εἰς τὸν οἶκον του;»
- 13
καὶ τῷ ᾿Αμεσσαΐ ἐρεῖτε· οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ᾿Ιωάβ.
Νὰ εἰπῆτε δὲ ἰδιαιτέρως εἰς τὸν Ἀμεσσαΐ, τὸν ἀρχιστράτηγον τοῦ Ἀβεσσαλώμ, τὰ ἑξῆς: «Δὲν εἶσαι σὺ συγγενής μου, ὀστοῦν μου καὶ σάρξ μου; Δὲν ἀνήκομεν εἰς τὴν ἰδίαν οἰκογένειαν; Σοῦ λέγω λοιπὸν καὶ ὁρκίζομαι εἰς τὸν Θεὸν ὅτι, ἐὰν δὲν σὲ ἐγκαταστήσω ἐνώπιόν μου ἀρχιστράτηγον τοῦ στρατοῦ μου, εἰς τὴν θέσιν τοῦ Ἰωάβ, νὰ ρίξῃ ἐπάνω μου ὁ Θεὸς αὐτὰς καὶ αὐτὰς τὰς συμφορὰς καὶ ἀκόμη μεγαλυτέρας».
- 14
καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς ᾿Ιούδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες· ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου.
Μὲ τὸν τρόπον αὐτὸν ὁ Δαβὶδ ἐκέρδισε τὴν συμπάθειαν ὅλων τῶν Ἰουδαίων, ὡσὰν νὰ ἦσαν ἕνας ἄνθρωπος. Καὶ πράγματι ἔστειλαν ἐκπροσώπους των πρὸς τὸν βασιλέα καὶ τοῦ εἶπαν: «Γύρισε καὶ πάλιν εἰς τὴν πρωτεύουσαν τοῦ κράτους μας σὺ καὶ ὅλοι οἱ δοῦλοι σου».
- 15
καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ᾿Ιορδάνου, καὶ ἄνδρες ᾿Ιούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ᾿Ιορδάνην.
Μετὰ ταῦτα ἔφυγεν ὁ βασιλεὺς Δαβὶδ ἀπὸ τὴν Μαναῒμ καὶ ἐπῆρε τὸν δρόμον τῆς ἐπιστροφῆς καὶ ἔφθασεν ἕως τὸν Ἰορδάνην. Ἐν τῷ μεταξὺ ἀρκετοὶ Ἰουδαῖοι ἦλθαν εἰς τὰ Γάλγαλα, μὲ σκοπὸν νὰ προϋπαντήσουν τὸν βασιλέα καὶ νὰ τὸν βοηθήσουν νὰ περάσῃ τὸν Ἰορδάνην.
- 16
καὶ ἐτάχυνε Σεμεΐ υἱὸς Γηρὰ υἱοῦ τοῦ ᾿Ιεμινὶ ἐκ Βαουρὶμ καὶ κατέβη μετὰ ἀνδρὸς ᾿Ιούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυὶδ
Ἔσπευσε δὲ καὶ κατέβη μαζὶ μὲ τοὺς Ἰουδαίους, διὰ νὰ προϋπαντήσῃ τὸν βασιλέα Δαβίδ, καὶ ὁ Σεμεΐ, ὁ υἱὸς τοῦ Γηρά, ποὺ κατήγετο ἀπὸ τὴν φυλὴν Βενιαμὶν (Ἰεμινί) καὶ διέμενεν εἰς τὴν Βαουρίμ.
- 17
καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ Βενιαμὶν καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν ᾿Ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως
Μαζί του ἦλθαν καὶ χίλιοι ἄνδρες τῆς φυλῆς Βενιαμὶν καὶ ὁ Σιβά, ὁ νεαρὸς ὑπηρέτης τῆς οἰκογενείας τοῦ Σαούλ, μὲ δεκαπέντε παιδιά του καὶ εἴκοσι δούλους του. Ὅλοι αὐτοὶ κατευθύνθηκαν πρὸς τὸν Ἰορδάνην καὶ ἐπρόλαβαν τὸν βασιλέα.
- 18
καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ Σεμεΐ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ᾿Ιορδάνην
Διέθεσαν δὲ ὅλα τὰ ἀπαραίτητα μέσα διὰ νὰ βοηθήσουν τὸν βασιλέα νὰ περάσῃ τὸν Ἰορδάνην. Καὶ πράγματι χάρις εἰς αὐτοὺς ἔγινε εὔκολα ἡ διάβασις. Εὑρῆκαν τὸν καλύτερον τρόπον, διὰ νὰ ἐξυπηρετηθῇ καὶ τιμηθῇ ἡ βασιλικὴ οἰκογένεια καὶ νὰ γίνῃ ὅ,τι ἐπιθυμοῦσε ὁ βασιλεύς. Κατὰ τὸ διάστημα δὲ ποὺ διέβαινεν ὁ βασιλεὺς τὸν Ἰορδάνην, ἔπεσε μὲ τὸ πρόσωπον κατὰ γῆς ἐμπρὸς εἰς τὸν βασιλέα ὁ Σεμεΐ, ὁ υἱὸς τοῦ Γηρά,
- 19
καὶ εἶπε πρὸς τὸν βασιλέα· μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ ῾Ιερουσαλήμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ,
καὶ εἶπεν εἰς τὸν Δαβίδ: «Ἂς μὴ λογαριάσῃ, παρακαλῶ, ὁ κύριός μου τὴν ἀνομίάν μου, καὶ μὴ θυμηθῇς, κύριέ μου, ὅσα ἔκαμα ἀδίκως εἰς βάρος σου ἐγώ, ὁ δοῦλος σου, κατὰ τὴν ἡμέραν ποὺ ἔφευγες σύ, ὁ κύριός μου, ἀπὸ τὴν Ἱερουσαλήμ. Ἂς μὴ κρατήσῃ κάτι ἐναντίον μου ὁ βασιλεὺς εἰς τὴν καρδιάν του.
- 20
ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς ᾿Ισραὴλ καὶ οἴκου ᾿Ιωσὴφ τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.
Ἀναγνωρίζω ἐγώ, ὁ δοῦλος σου, ὅτι ἔχω ἁμαρτήσει ἐναντίον σου. Καὶ διὰ τοῦτο ἦλθα σήμερα ἐδῶ καὶ κατέβηκα εἰς τὸν Ἰορδάνην, διὰ νὰ συναντήσω τὸν κύριόν μου καὶ βασιλέα πρῶτος ἀπὸ ὅλους τοὺς Ἰσραηλίτας καὶ τοὺς ἀνθρώπους τῆς οἰκογενείας τοῦ Ἰωσήφ».
- 21
καὶ ἀπεκρίθη ᾿Αβεσσὰ υἱὸς Σαρουΐας καὶ εἶπε· μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεΐ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;
Ἐπετάχθη ὅμως ὁ Ἀβεσσά, ὁ υἱὸς τῆς Σαρουΐας, καὶ εἶπε: «Καὶ λοιπόν, ἐπειδὴ ζητεῖ συγγνώμην ὁ Σεμεΐ, δὲν πρέπει νὰ θανατωθῇ διὰ τὸ ὅτι ἐξύβρισε καὶ κατηράσθη τὸν βασιλέα, ποὺ εἶναι χριστὸς Κυρίου;»
- 22
καὶ εἶπε Δαυίδ· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ᾿Ισραήλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ᾿Ισραήλ.
Καὶ ἀπεκρίθη ὁ Δαβίδ: «Διατὶ ἀναμειγνύεσθε εἰς τὰς ὑποθέσεις μου, υἱοὶ τῆς Σαρουΐας; Δὲν καταλαβαίνετε ὅτι φέρεσθε αὐτὴν τὴν στιγμὴν σὰν νὰ εἶσθε ἐχθροί μου; Δὲν πρέπει νὰ θανατωθῇ σήμερα κανεὶς ἀπὸ τοὺς Ἰσραηλίτας, διότι συμφιλιωνόμεθα. Δὲν ἀγνοῶ ὅτι γίνομαι καὶ πάλιν σήμερα βασιλεὺς τοῦ Ἰσραήλ».
- 23
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμέΐ· οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.
Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Σεμεΐ: «Δὲν πρόκειται νὰ θανατωθῇς». Ἔκανε μάλιστα καὶ ὅρκον ἐμπρός του διὰ τὸ θέμα αὐτὸ ὁ βασιλεύς.
- 24
καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλθεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.
Μεταξὺ ἐκείνων, ποὺ κατέβηκαν διὰ νὰ προϋπαντήσουν τὸν βασιλέα, ἦτο καὶ ὁ Μεμφιβοσθέ, ὁ υἱὸς τοῦ υἱοῦ τοῦ Σαοὺλ Ἰωναθαν. Ὁ ἄνθρωπος αὐτὸς ὑπέφερε ψυχικὰ διὰ τὴν δοκιμασίαν τοῦ Δαβὶδ καὶ δι’ αὐτό, ἀπὸ τὴν ἡμέραν ποὺ ἔφυγεν ἐξόριστος ὁ βασιλεὺς καὶ ἕως τὴν ὥραν ποὺ ἐπέστρεψεν εἰρηνικὸς καὶ πάλιν εἰς τὴν πρωτεύουσαν, δὲν ἐπεριποιήθη τὰ χωλὰ πόδια του, δὲν ἔκοψε τὰ νύχια του, δὲν ἐφρόντισε τὸ μουστάκι του καὶ δὲν ἔπλυνε τὰ ἐνδύματά του.
- 25
καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ῾Ιερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ, Μεμφιβοσθέ;
Ὅταν λοιπὸν εἰσῆλθεν αὐτὸς εἰς τὰ Ἱεροσόλυμα καὶ συνηντήθη με τὸν βασιλέα, τοῦ εἶπεν ὁ βασιλεὺς Δαβίδ: «Διατὶ δὲν ἦλθες καὶ σὺ μαζί μου, Μεμφιβοσθέ, κατὰ τὴν περιπέτειάν μου;»
- 26
καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθέ· κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ· ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου·
«Μὲ ἐξηπάτησεν ὁ δοῦλος μου ὁ Σιβά, κύριέ μου βασιλεῦ», τοῦ ἀπεκρίθη ἀμέσως ὁ Μεμφιβοσθέ. «Ἐγώ, ὁ δοῦλος σου, τοῦ εἶπα νὰ μου ἑτοιμάσῃ τὸν ὄνον, διὰ νὰ ἀνεβῶ εἰς αὐτὸν καὶ νὰ ἀκολουθήσω σέ, τὸν βασιλέα μου, διότι, ὅπως ξέρεις, εἶμαι χωλὸς ὁ δοῦλος σου.
- 27
καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου·
Ἐκεῖνος ὅμως ἐχρησιμοποίησε μεθοδείαν ἀπάτης εἰς βάρος ἐμοῦ, τοῦ δούλου σου, καὶ μὲ ἐσυκοφάντησεν εἰς τὸν κύριόν μου καὶ βασιλέα μου. Σὺ ὅμως, ὁ κύριός μου καὶ βασιλεύς, εἶσαι σὰν ἄγγελος καὶ ἐκπρόσωπος τοῦ Θεοῦ καὶ ἠμπορεῖς νὰ διακρίνης τὴν ἀλήθειαν. Κάνε λοιπὸν ὅ,τι νομίζεις καλύτερον.
- 28
ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἔστι μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;
Ἀναγνωρίζω ἐξ ἄλλου ὅτι ὅλη ἡ πατρική μου οἰκογένεια, ὅλοι μας, ἔπρεπε νὰ τιμωρηθῶμεν ὅπως μᾶς ἄξιζε καὶ νὰ θανατωθῶμεν ἀπὸ σέ, τὸν κύριόν μου καὶ βασιλέα μου. Καὶ ὅμως σὺ ἔβαλες ἐμέ, τὸν δοῦλον σου, ἀνάμεσα εἰς αὐτούς, ποὺ ἔτρωγαν μαζί σου εἰς τὸ τραπέζι σου. Ἔχω ἄραγε δικαίωμα νὰ μιλῶ πρὸς σέ, τὸν βασιλέα μου, μετὰ ἀπὸ ὅλα αὐτά;»
- 29
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον· σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν.
Καὶ ὁ βασιλεὺς τοῦ εἶπε: «Διατὶ μακρηγορεῖς, Μεμφιβοσθέ; Τὸ εἶπα ἤδη καὶ δὲν ἀλλάζει πλέον τίποτε. Τὸ χωράφι θὰ τὸ μοιρασθῆτε μὲ τὸν Σιβά».
- 30
καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα· καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.
Καὶ εἶπεν ὁ Μεμφιβοσθὲ εἰς τὸν βασιλέα: «Ἐφ’ ὅσον ἐπέστρεψε καὶ πάλιν εἰρηνικὸς εἰς τὸ ἀνάκτορόν του ὁ κύριός μου καὶ βασιλεύς, ἂς τὰ πάρῃ ὅλα ὁ Σιβά. Δὲν μοῦ χρειάζονται. Ἀρκεῖ ποὺ εἶσαι καλὰ σύ, ὁ κύριός μου».
- 31
καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλὶμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ᾿Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ᾿Ιορδάνην·
Ὅταν διέβαινε τὸν Ἰορδάνην ὁ βασιλεὺς Δαβίδ, κατέβη ἀπὸ τὴν Ρωγελλὶμ καὶ ὁ Βερζελλί, ποὺ κατήγετο ἀπὸ τὴν Γαλαάδ, καὶ ἐπέρασε καὶ αὐτὸς μαζί του τὸ ποτάμι, διὰ νὰ κατευοδώσῃ τὸν Δαβὶδ πέραν τοῦ Ἰορδάνου.
- 32
καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναΐμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα.
Ὁ Βερζελλὶ ἦτο πολὺ ἠλικιωμένος ἄνδρας. Εἶχε φθάσει εἰς τὸ ὀγδοηκοστὸν ἔτος τῆς ζωῆς του. Ἦτο δὲ ἐπίσημος καὶ πολὺ πλούσιος ἄνθρωπος καὶ ἐφρόντισε διὰ τὴν διατροφὴν τοῦ βασιλέως, κατὰ τὸ διάστημα ποὺ διέμενεν ὁ Δαβὶδ εἰς τὴν Μαναΐμ.
- 33
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλί· σὺ διαβήσῃ μετ' ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν ῾Ιερουσαλήμ.
Τοῦ εἶπε λοιπὸν ὁ βασιλεύς: «Ἔλα μαζί μου καὶ θὰ ζῇς καὶ θὰ τρέφεσαι μαζί μου τώρα εἰς τὰ γηρατειά σου εἰς τὴν Ἱερουσαλήμ».
- 34
καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα· πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ῾Ιερουσαλήμ;
Καὶ εἶπεν ὁ Βερζελλὶ εἰς τὸν βασιλέα: «Πόσον καιρὸν θὰ ζήσω ἀκόμη, ὥστε νὰ ἀποφασίσω νὰ ἀνεβῶ μαζὶ μὲ τὸν βασιλέα εἰς τὰ Ἱεροσόλυμα;
- 35
υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ἆδόντων καὶ ἆδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα;
Εἶμαι ἤδη ὄγδοντα ἔτων ἄνθρωπος. Ἠμπορῶ ἄραγε τώρα εἰς τὰ γεράματα νὰ διακρίνω μεταξὺ καλοῦ καὶ κακοῦ ἀπὸ ἀπόψεως διαβιώσεως; Οὕτως ἢ ἄλλως τὰ γηρατειὰ εἶναι δύσκολα. Ἢ μήπως θὰ ἠμπορῶ νὰ γευθῶ καὶ νὰ ἀπολαύσω αὐτὸ ποὺ θὰ φάγω ἢ θὰ πίω; Τὸ γεροντικὸ στομάχι μου δὲν ἐπιτρέπει ποικιλίας καὶ ἠδύσματα. Ἀλλ’ οὔτε ἐπιτρέπει πλέον ἡ ἡλικία μου ν’ ἀκούω καὶ νὰ εὐφραίνομαι, ὅταν θὰ τραγουδοῦν τραγουδισταὶ καὶ τραγουδίστριαι εἰς τὸ παλάτι σου. Διατὶ λοιπὸν νὰ γίνωμαι ὁ δοῦλος σου ἐπὶ πλέον βάρος καὶ φόρτωμα εἰς τὸν κύριόν μου καὶ βασιλέα μου;
- 36
ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ᾿Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην;
Θὰ περάσω μαζί σου τώρα τὸν Ἰορδάνην καὶ θὰ σὲ συνοδεύσω δι’ ὀλίγον διάστημα καὶ ἔπειτα θὰ γυρίσω εἰς τὸ σπίτι μου. Διατὶ νὰ σκέπτεται ὁ βασιλεὺς νὰ μὲ ἀμείψῃ μὲ αὐτὴν τὴν ἀνταπόδοσιν ποὺ μοῦ ἐπρότεινε; Δὲν ὑπάρχει κανεὶς λόγος ἀμοιβῆς.
- 37
καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρὸς μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου.
Ἂς καθήσω, ὁ δοῦλος σου, εἰς τὸ σπίτι μου καὶ ἂς πεθάνω εἰς τὴν πόλιν μου, διὰ νὰ μὲ θάψουν δίπλα εἰς τὸν τάφον τοῦ πατέρα μου καὶ τῆς μητέρας μου. Ἐπειδὴ ὅμως ἔχεις αὐτὴν τὴν καλὴν διάθεσιν, νά, ὁ υἱός μου, ὁ Χαμαάμ, ποὺ εἶναι καὶ αὐτὸς δοῦλος σου. Ἐὰν συμφωνῇς, ἂς ἔλθῃ μαζὶ μὲ σέ, τὸν κύριόν μου καὶ βασιλέα μου, καὶ κάμε του ὅ,τι νομίζεις καλόν».
- 38
καὶ εἶπεν ὁ βασιλεύς· μετ' ἐμοῦ διαβήτω Χαμαάμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα, ὅσα ἂν ἐκλέξῃ ἐπ' ἐμοί, ποιήσω σοι.
Καὶ εἶπεν ὁ βασιλεύς: «Συμφωνῶ, ἂς ἔλθῃ μαζί μου ὁ Χαμαὰμ καὶ σοῦ ὑπόσχομαι ὅτι θὰ τοῦ κάνω ὅ,τι καλύτερον νομίζεις σύ. Ὅλα δέ, ὅσα θὰ μοῦ ζητήσῃ, θὰ τοῦ τὰ κάνω πρὸς χάριν σου».
- 39
καὶ διέβη πᾶς ὁ λαὸς τὸν ᾿Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Ἐπέρασε δὲ ἐν τῷ μεταξὺ ὅλος ὁ λαὸς τὸν Ἰορδάνην καὶ κατόπιν ἐπέρασε καὶ ὁ βασιλεύς. Ἠσπάσθη δὲ ὁ Δαβὶδ τὸν Βερζελλί μὲ πολλὴν ἀγάπην καὶ τὸν εὐλόγησε καὶ ἐκεῖνος ἐπέστρεψεν εἰς τὴν πατρίδα του.
- 40
καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετ' αὐτοῦ, καὶ πᾶς ὁ λαὸς ᾿Ιούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ᾿Ισραήλ.
Καὶ ἔφθασεν ὁ βασιλεὺς εἰς τὰ Γάλγαλα, ποὺ εὑρίσκονται κοντὰ εἰς τὸν Ἰορδάνην. Μαζί του ἦλθεν ἐκεῖ καὶ ὁ Χαμαάμ, ὁ υἱὸς τοῦ Βερζελλί. Ὅλοι δὲ οἱ ἄνδρες τῆς φυλῆς Ἰούδα καὶ οἱ μισοὶ ἀπὸ τοὺς λοιποὺς Ἰσραηλίτας ἐπροχωροῦσαν μαζὶ μὲ τὸν βασιλέα. Ἦσαν μισοὶ, διότι εἶχαν δυσαρεστηθῇ οἱ ἄλλοι μὲ τοὺς Ἰουδαίους.
- 41
καὶ ἰδοὺ πᾶς ἀνὴρ ᾿Ισραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπε πρὸς τὸν βασιλέα· τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ᾿Ιούδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ᾿Ιορδάνην καὶ πάντες ἄνδρες Δαυὶδ μετ' αὐτοῦ;
Συνέβη δὲ τότε καὶ τὸ ἐξῆς ἐπεισόδιον: Ἦλθαν εἰς τὸν βασιλέα ὅλοι οἱ Ἰσραηλῖται, ἐκεῖνοι δηλαδὴ ποὺ ἀνῆκαν εἰς τὰς δέκα φυλάς, ποὺ ἐγκατεστάθησαν εἰς τὰ βόρεια τῆς γῆς Χαναάν, καὶ εἶπαν εἰς τὸν Δαβίδ: «Διατὶ σὲ ἔκλεψαν ἀπὸ μᾶς οἱ ἀδελφοί μας, οἱ ἄνδρες τῆς φυλῆς Ἰούδα, καὶ σὲ ἐβοήθησαν κρυφὰ ἀπὸ μᾶς νὰ περάσῃς τὸν Ἰορδάνην μαζὶ μὲ τὴν οἰκογένειάν σου καὶ μὲ ὅλους ἐκείνους, ποὺ σὲ εἶχαν ἀκολουθήσει; Δὲν εἶσαι καὶ ἰδικός μας βασιλεύς;»
- 42
καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ᾿Ιούδα πρὸς ἄνδρα ᾿Ισραὴλ καὶ εἶπαν· διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ᾖρεν ἡμῖν;
Καὶ ἀπήντησαν ὅλοι οἰ Ἰουδαῖοι πρὸς τοὺς Ἰσραηλίτας καὶ εἶπαν: «Μὴ λησμονεῖτε ὅτι εἶναι συγγενής μας ὁ βασιλεύς. Καὶ διατὶ ἐθυμώσατε τόσον διὰ τὸ ζήτημα αὐτό; Μήπως ἐφάγαμε ἀπὸ τὰ ἀγαθά του; Ἢ μήπως μᾶς ἔδωσε δῶρα ἢ μᾶς ἀπήλλαξεν ἀπὸ φόρους;»
- 43
καὶ ἀπεκρίθη ἀνὴρ ᾿Ισραὴλ τῷ ἀνδρὶ ᾿Ιούδα καὶ εἶπε· δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ᾿Ιούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ᾿Ισραήλ.
Καὶ ἀπεκρίθησαν οἱ ἄνδρες τῶν Ἰσραηλιτῶν εἰς τοὺς ἄνδρας τῆς φυλῆς τοῦ Ἰούδα καὶ εἶπαν: «Ἐμεῖς εἴμαστε δέκα φυλαὶ καὶ δίδομεν μεγαλυτέραν δύναμιν εἰς τὸν βασιλέα ἀπὸ ὅ,τι σεῖς.Ἐμεῖς ἐπίσης εἴμαστε φυλαὶ τῶν πρώτων παιδιῶν τοῦ Ἰακὼβ καὶ ἔχομεν τὰ δικαιώματα τῶν πρωτοτοκιῶν, ποὺ δὲν τὰ ἔχετε σεῖς. Ἑπομένως ἀξίζομεν ἐνώπιον τοῦ Δαβὶδ περισσότερον ἀπὸ σᾶς. Διατὶ λοιπὸν μᾶς περιφρονήσατε καὶ δὲν ἐσκεφθήκατε νὰ ἀκούσετε πρωτίστως καὶ τὴν γνώμην μας ὡς πρὸς τὴν ἐπιστροφήν τοῦ βασιλέως εἰς ἠμᾶς;» Οἱ δὲ ἄνδρες τῆς φυλῆς τοῦ Ἰούδα ἀπήντησαν εἰς αὐτοὺς μὲ πολὺ σκληρότερα λόγια ἀπὸ ἐκεῖνα τῶν Ἰσραηλιτῶν.
