Β΄ Βασιλειών, κεφάλαιο 16
- 1
ΚΑΙ Δαυὶδ παρῆλθε βραχύ τι ἀπὸ τῆς Ροὼς καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπίσεσαγμένων, καὶ ἐπ’ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου.
Μετὰ τὴν ἀποχώρησιν τοῦ Χουσὶ ἀπεμακρύνθη ὀλίγον ὁ Δαβὶδ ἀπὸ τὴν θέσιν Ροὼς καὶ ἐκεῖ ἦλθε διὰ νὰ τὸν συναντήσῃ ὁ Σιβά, ποὺ ἦτο ὑπηρέτης τοῦ Μεμφιβοσθέ. Εἶχε δὲ μαζί του ὁ Σιβὰ καὶ δύο σαμαρωμένους ὄνους, ἐπάνω εἰς τοὺς ὁποίους εἶχε φορτώσει διακόσια ψωμιά, ἑκατὸ γλυκίσματα ἀπὸ σταφίδα, ἑκατὸ φροῦτα φοινικιὰς καὶ ἕνα μεγάλο ἀσκὶ μὲ κρασί.
- 2
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβά· τί ταῦτά σοι; καὶ εἶπε Σιβά· τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ.
«Τί τὰ θέλεις ὅλα αὐτά;» τὸν ἐρώτησε ἀμέσως ὁ βασιλεὺς Δαβίδ. Καὶ ὁ Σιβὰ τοῦ ἀπεκρίθη: «Τὰ ζῶα τὰ ἔφερα, διὰ νὰ καθήσουν εἰς αὐτὰ τὰ μέλη τῆς βασιλικῆς οἰκογενείας, τὰ δὲ ψωμιὰ καὶ τὰ φροῦτα διὰ νὰ φάγουν οἱ ὑπηρέται σου· καὶ τὸ κρασί διὰ νὰ πιοῦν ὅσοι ἔχουν ἐξαντληθῇ ἀπὸ τὴν πορείαν εἰς τὴν ἔρημον».
- 3
καὶ εἶπεν ὁ βασιλεύς· καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπε Σιβὰ πρὸς τὸν βασιλέα· ἰδοὺ κάθηται ἐν ῾Ιερουσαλήμ, ὅτι εἶπε· σήμερον ἐπιστρέψουσί μοι οἶκος ᾿Ισραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.
Καὶ εἶπεν ὁ βασιλεύς: «Καὶ ποὺ εὑρίσκεται τώρα ὁ Μεμφιβοσθέ, ὁ υἱὸς τοῦ κυρίου σου, τοῦ Ἰωνάθαν; Ποὺ τὸν ἄφησες;» Καὶ ὁ Σιβά, ποὺ εἶχε πονηρὸν σκοπόν, ἀπεκρίθη εἰς τὸν βασιλέα: «Νά, ἔμεινεν εἰς τὴν Ἱερουσαλήμ, διότι εἶπε: «Σήμερα θὰ μὲ ἀποκαταστήσουν οἱ Ἰσραηλῖται εἰς τὸν βασιλικὸν θρόνον τοῦ πατέρα μου».
- 4
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβά· ἰδού σοι πάντα, ὅσα ἐστὶ Μεμφιβοσθέ. καὶ εἶπε Σιβὰ προσκυνήσας· εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.
Εἶπε τότε ὁ βασιλεὺς εἰς τὸν Σιβά: «Ἀπὸ τὴν στιγμὴν αὐτὴν ὅλα, ὅσα ἀνήκουν εἰς τὸν Μεμφιβοσθέ, γίνονται ἰδικά σου». Ὅταν τὸ ἄκουσε αὐτὸ ὁ Σιβά, τὸν ἐπροσκύνησε καὶ εἶπε: «Μάκαρι νὰ ἔχω τὴν εὔνοιάν σου, κύριέ μου, βασιλιᾶ μου».
- 5
καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεΐ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος
Καὶ ἔφυγεν ἀπὸ ἐκεῖ ὁ Δαβὶδ καὶ ἔφθασεν εἰς τὴν πόλιν Βαουρίμ, ποὺ ἀπεῖχε τέσσερα περίπου χιλιόμετρα ἀπὸ τὴν Ἱερουσαλήμ. Ἔβγαινε δὲ τὴν ὥραν ἐκείνην ἀπὸ ἐκεῖ ἕνας ἀπὸ τοὺς συγγενεῖς τοῦ Σαούλ, ποὺ ὠνομάζετο Σεμεῒ καὶ ἦτο υἱὸς τοῦ Γηρά. Ἐπροχωροῦσε λοιπὸν ὁ Σεμεῒ καὶ ἐξεστόμιζε κατάρας ἐναντίον τοῦ Δαβίδ.
- 6
καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ. καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως.
Ἐλιθοβολοῦσε ἐπίσης τὸν Δαβὶδ καὶ ὅλους τοὺς ὑπηρέτας τοῦ βασιλέως Δαβίδ. Ὅλος δὲ ὁ λαὸς καὶ ὅλοι οἱ δυνατοὶ πολεμισταί, οἱ σωματοφύλακες τοῦ βασιλέως, ἦσαν δεξιὰ καὶ ἀριστερὰ τοῦ Δαβίδ.
- 7
καὶ οὕτως ἔλεγε Σεμεΐ ἐν τῷ καταρᾶσθαι αὐτόν· ἔξελθε, ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος·
Ἔλεγε δὲ τὰ ἑξῆς ὁ Σεμεῒ εἰς τὰς κατάρας του ἐναντίον τοῦ Δαβίδ: «Φύγε ἀπ’ ἐδῶ, φύγε ἀπ’ ἐδῶ, ἄνθρωπε βαμμένε εἰς τὸ αἷμα, ἄνθρωπε παράνομε.
- 8
ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ’ αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν ἐν χειρὶ ᾿Αβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
Ἔρριξε πλέον ὁ Κύριος ἐπάνω σου ὅλα τὰ αἵματα τῶν φόνων, ποὺ διέπραξες εἰς βάρος τῆς οἰκογενείας τοῦ Σαούλ, διότι ἠθέλησες νὰ γίνῃς σὺ βασιλεὺς ἀντὶ ἐκείνου. Ὁ Κύριος ὅμως ἔδωσε τὴν βασιλικὴν ἐξουσίαν εἰς τὰ χέρια τοῦ υἱοῦ σου, τοῦ Ἀβεσσαλώμ. Καὶ νά, τώρα πληρώνεις τὴν κακίαν σου, διότι εἶσαι ἄνθρωπος βουτηγμένος εἰς τὸ αἷμα».
- 9
καὶ εἶπεν ᾿Αβεσσὰ υἱὸς Σαρουΐας πρὸς τὸν βασιλέα· ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
Εἶπε δὲ τότε ὁ Ἀβεσσά, ὁ υἱὸς τῆς ἀδελφὴς τοῦ Δαβὶδ Σαρουΐας, πρὸς τὸν βασιλέα: «Μὲ ποιὸ δικαίωμα τολμᾷ καὶ ὑβρίζει καὶ καταρᾶται τὸν κύριόν μου καὶ βασιλέα μου αὐτὸ τὸ ψόφιο σκυλί; Θέλω νὰ πάω ἐκεῖ καὶ νὰ τοῦ κόψω τὸ κεφάλι».
- 10
καὶ εἶπεν ὁ βασιλεύς· τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουΐας; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ, καὶ τίς ἐρεῖ, ὡς τί ἐποίησας οὕτως;
Καὶ εἶπεν ὁ βασιλεὺς Δαβίδ: «Διατὶ ἀναμειγνύεσθε εἰς τὰς ἰδιαιτέρας μου ὑποθέσεις, παιδιὰ τῆς Σαρουΐας; Ἀφῆστέ τον νὰ μὲ ὑβρίζῃ καὶ νὰ μὲ καταρᾶται ὅπως θέλει· διότι ὁ Κύριος εἶναι Ἐκεῖνος, ποὺ τοῦ εἶπε νὰ καταρασθῇ τὸν Δαβίδ. Ποιὸς ἑπομένως θὰ τολμήσῃ νὰ τοῦ εἰπῇ· διατὶ τὸ ἔκανες αὐτό;»
- 11
καὶ εἶπε Δαυὶδ πρὸς ᾿Αβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ ᾿Ιεμινί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος·
Εἶπε δὲ ἐπὶ πλέον ὁ Δαβὶδ πρὸς τὸν Ἀβεσσὰ καὶ πρὸς ὅλους τοὺς δούλους του: «Ὅπως ξέρετε, ὁ ἴδιος ὁ υἱός μου, ποὺ ἐβγῆκε ἀπὸ ἐμέ, ἐπιδιώκει νὰ μὲ σκοτώσῃ. Τώρα λοιπὸν προστίθεται εἰς αὐτὸν καὶ ὁ Σεμεΐ, ἕνας ἄνθρωπος δηλαδὴ τῆς φυλῆς Βενιαμίν. Ἀφῆστε τον νὰ μὲ καταρᾶται, διότι τοῦ τὸ εἶπεν ὁ Κύριος.
- 12
εἴπως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ.
Καὶ ἴσως προσέξῃ ὁ Κύριος τὸν ἐξευτελισμόν μου αὐτὸν καὶ μοῦ ἀποδώσῃ ἀγαθὰ ἀντὶ τῆς ὕβρεως καὶ κατάρας, ποὺ ὑπέμεινα σήμερα».
- 13
καὶ ἐπορεύθη Δαυὶδ καὶ πάντες οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμεΐ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοΐ πάσσων.
Καὶ ἐσυνέχισαν τὴν πορείαν των εἰς τὸν δρόμον ὁ Δαβὶδ καὶ ὅλοι οἱ ἄνδρες του. Πλησίον δὲ τοῦ Δαβίδ, εἰς τὴν πλαγιὰν τοῦ βουνοῦ, ἐπροχωροῦσε καὶ ὁ Σεμεΐ. Καὶ καθὼς ἐβάδιζεν, ὕβριζε καὶ κατηρᾶτο καὶ ἐλιθοβολοῦσε τὸν βασιλέα ἀπὸ τὰ πλάγιά του καὶ ἐπετοῦσε ἐπάνω του καὶ χῶμα.
- 14
καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.
Ἐξηντλημένοι δὲ ἀπὸ τὴν πορείαν ὁ βασιλεὺς καὶ οἱ δοῦλοι του ἔφθασαν ἀνατολικῶς τοῦ Ὄρους τῶν Ἐλαιῶν καὶ ἀνεπαύθησαν ἐκεῖ.
- 15
Καὶ ᾿Αβεσσαλὼμ καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ εἰσῆλθον εἰς ῾Ιερουσαλὴμ καὶ ᾿Αχιτόφελ μετ’ αὐτοῦ.
Κατὰ τὸ διάστημα αὐτό, ποὺ συνέβαιναν τὰ ἀνωτέρω, ὁ Ἀβεσσαλὼμ καὶ ὅλοι οἰ Ἰσραηλῖται, καθὼς καὶ ὁ Ἀχιτόφελ μαζί του, εἰσῆλθαν εἰς τὴν Ἱερουσαλήμ.
- 16
καὶ ἐγενήθη ἡνίκα ἦλθε Χουσὶ ὁ ἀρχιεταῖρος Δαυὶδ πρὸς ᾿Αβεσσαλώμ, καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· ζήτω ὁ βασιλεύς.
Ἦλθε δὲ τότε πρὸς τὸν Ἀβεσσαλὼμ καὶ ὁ Χουσί, ὁ φίλος καὶ μυστικοσύμβουλος τοῦ Δαβίδ. Καὶ εἶπεν ὁ Χουσὶ εἰς τὸν Ἀβεσσαλώμ, ὅταν ἐπαρουσιάσθη ἐμπρός του: «Ζήτω ὁ νέος βασιλεύς!»
- 17
καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς Χουσί· τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἱνατί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου;
Καὶ ὁ Ἀβεσσαλὼμ εἶπεν εἰς τὸν Χουσί: «Τόση ἦτο ἡ συμπάθεια καὶ ἀγάπη σου πρὸς τὸν φίλον σου; Διατὶ δὲν ἔφυγες καὶ σὺ μὲ τὸν φίλον σου;»
- 18
καὶ εἶπε Χουσὶ πρὸς ᾿Αβεσσαλώμ· οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ ᾿Ισραήλ, αὐτῷ ἔσομαι καὶ μετὰ αὐτοῦ καθήσομαι·
Καὶ ἀπεκρίθη ὁ Χουσὶ εἰς τὸν Ἀβεσσαλώμ: «Ὄχι! Ποτὲ τέτοιο πρᾶγμα! Ἀκολούθησα καὶ θὰ μείνω πιστὸς εἰς αὐτόν, ποὺ ἐδιάλεξε ὁ Κύριος καὶ ὅλος αὐτὸς ὁ στρατὸς καὶ ὅλοι οἱ Ἰσραηλῖται. Θὰ μείνω μαζί του.
- 19
καὶ τὸ δεύτερον, τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου.
Ἐκτὸς αὐτοῦ ὅμως, ποιὸς εἶναι ἐκεῖνος ποὺ θὰ ὑπηρετήσω; Υἱός του δὲν εἶναι αὐτός, εἰς τὰς διαταγὰς τοῦ ὁποίου θὰ δουλεύω εἰς τὸ ἑξῆς; Ὅπως ὑπηρέτησα ἕως τώρα τὸν πατέρα σου, ἔτσι θὰ εἶμαι καὶ δοῦλος ἰδικός σου».
- 20
καὶ εἶπεν ᾿Αβεσσαλὼμ πρὸς ᾿Αχιτόφελ· φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν;
Μετὰ ταῦτα εἶπεν ὁ Ἀβεσσαλὼμ εἰς τὸν Ἀχιτόφελ: «Νὰ συσκεφθῆτε καὶ νὰ ἀποφασίσετε τί θὰ κάνωμεν».
- 21
καὶ εἶπεν ᾿Αχιτόφελ πρὸς ᾿Αβεσσαλώμ· εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπε φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς ᾿Ισραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ.
Καὶ εἶπεν ὁ Ἀχιτόφελ εἰς τὸν Ἀβεσσαλώμ: «Πήγαινε καὶ βίασε τὰς παλλακὰς τοῦ πατέρα σου, ποὺ τὰς ἄφησε διὰ νὰ φυλάσσουν τὸ ἀνάκτορόν του. Θὰ μάθουν δὲ ὅλοι οἱ Ἰσραηλῖται ὅτι ἐξευτέλισες μὲ τὸν τρόπον αὐτὸν τὸν πατέρα σου, καὶ ἐπροχώρησαν τόσον πολὺ τὰ πράγματα καὶ ἔτσι θὰ γίνουν περισσότερον ἀποφασιστικοὶ καὶ θαρραλέοι ὅλοι, ὅσοι σὲ ἀκολουθοῦν».
- 22
καὶ ἔπηξαν τὴν σκηνὴν τῷ ᾿Αβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν ᾿Αβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ’ ὀφθαλμοὺς παντὸς ᾿Ισραήλ.
Κατόπιν τούτου ἔστησαν τὴν σκηνὴν τοῦ Ἀβεσσαλὼμ εἰς τὴν ταράτσαν τοῦ ἀνακτόρου καὶ ἦλθεν ὁ Ἀβεσσαλὼμ εἰς σαρκικὴν σχέσιν μὲ τὰς παλλακὰς τοῦ πατέρα του ἐμπρὸς εἰς τὰ μάτια ὅλων τῶν Ἰσραηλιτῶν.
- 23
καὶ ἡ βουλὴ ᾿Αχιτόφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ τις ἐν λόγῳ τοῦ Θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ ᾿Αχιτόφελ καί γε τῷ Δαυὶδ καί γε τῷ ᾿Αβεσσαλώμ
Τόσον δὲ μεγάλη ἦτο ἡ φήμη τοῦ Ἀχιτόφελ, ὥστε ἡ γνώμη, τὴν ὁποίαν ἔδιδε κατὰ τὰς πρώτας ἐκείνας ἡμέρας, ἐγίνετο σεβαστή, ὅπως ὅταν κάποιος ἐρωτᾷ τὸν Θεὸν καὶ περιμένῃ ἀπάντησίν Του. Ἔτσι ἐθεωρεῖτο κάθε γνώμη τοῦ Ἀχιτόφελ καὶ ἐπὶ τῆς βασιλείας τοῦ Δαβὶδ καὶ ἐπὶ τῶν ἡμερῶν τοῦ Ἀβεσσαλώμ.
