Β΄ Παραλειπομένων, κεφάλαιο 9
- 1
ΚΑΙ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ ἦλθε τοῦ πειράσαι Σαλωμὼν ἐν αἰνίγμασιν εἰς ῾Ιερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα καὶ κάμηλοι αἴρουσαι ἀρώματα εἰς πλῆθος καὶ χρυσίον καὶ λίθον τίμιον καὶ ἦλθε πρὸς Σαλωμὼν καὶ ἐλάλησε πρὸς αὐτὸν πάντα, ὅσα ἦν ἐν τῇ ψυχῇ αὐτῆς.
Η βασίλισσα τῆς χώρας Σαβὰ ἄκουσε τὴν φήμην γύρω ἀπὸ τὸ ὄνομα τοῦ Σολομῶντος καὶ ἦλθεν εἰς τὴν Ἱερουσαλήμ, διὰ νὰ ὑποβάλῃ εἰς τὸν Σολομῶντα δύσκολες καὶ αἰνιγματικὲς ἐρωτήσεις, προβλήματα καὶ ἀπορίες. Ἡ βασίλισσα ἔφθασε μὲ πολὺ μεγάλην ἀκολουθίαν καὶ μὲ καμῆλες φορτωμένες μὲ πλῆθος ἀρώματα καὶ μυρωδικὰ καὶ χρυσάφι καὶ πολυτίμους λίθους. Ἡ βασίλισσα ἦλθεν εἰς τὸν Σολομῶντα καὶ συνωμίλησε μαζί του καὶ τοῦ εἶπεν ὅλα, ὅσα εἶχεν ὑπ' ὅψιν τῆς νὰ τοῦ εἰπῇ· ὅλα τὰ προβλήματα καὶ τὶς ἀπορίες, ποὺ εἶχε.
- 2
καὶ ἀνήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς καὶ οὐ παρῆλθε λόγος ἀπὸ Σαλωμών, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
Καὶ ὁ Σολομὼν ἀπάντησε εἰς ὅλες τὶς ἐρωτήσεις της καὶ τῆς ἔλυσεν ὅλες τὶς ἀπορίες. Καμμία ἀπορία ἢ πρόβλημα δὲν ὑπῆρξε σκοτεινὸν καὶ δύσκολον διὰ τὸν Σολομῶντα, εἰς τὸ ὁποῖον νὰ μὴ τῆς ἔδωκεν ἀπάντησιν.
- 3
καὶ εἶδε βασίλισσα Σαβὰ τὴν σοφίαν Σαλωμὼν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησε,
Ἔτσι ἡ βασίλισσα τῆς Σαβὰ εἶδε μὲ τὰ μάτια της καὶ ἐνόησε τὴν θαυμαστὴν σοφίαν τοῦ Σολομῶντος, ὅπως ἐπίσης (εἶδε) καὶ τὸ βασιλικὸν ἀνάκτορον, τὸ ὁποῖον ἐκεῖνος ἔκτισεν.
- 4
καὶ τὰ βρώματα τῶν τραπεζῶν καὶ καθέδραν παίδων αὐτοῦ καὶ στάσιν λειτουργῶν αὐτοῦ καὶ ἱματισμὸν αὐτῶν καὶ οἰνοχόους αὐτοῦ καὶ στολισμὸν αὐτῶν καὶ τὰ ὁλοκαυτώματα, ἃ ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο.
Εἶδεν ἐπίσης καὶ τὰ πλούσια καὶ πολυτελῆ φαγητὰ τῶν βασιλικῶν τραπεζῶν τοῦ Σολομῶντος καὶ τὸν τόπον διαμονῆς τῶν ὑπηρετῶν του καὶ τὴν εὐγενικὴν στάσιν καὶ συμπεριφορὰν τῶν ὑπηρετῶν (ἢ ὑπουργῶν) του καὶ τὰ πολυτελῆ καὶ ζωηρόχρωμα ἐνδύματά των καὶ τοὺς ὑπηρέτες του, ποὺ ἐγέμιζαν μὲ κρασί τὰ ποτήρια τῶν ὁμοτραπέζων του, καὶ τὶς στολές, τὶς ὁποῖες ἐφοροῦσαν, καὶ τὶς (πολλὲς) θυσίες ὁλοκαυτωμάτων, τὶς ὁποῖες προσέφερε καθημερινῶς εἰς τὸ θυσιαστήριον τοῦ Ναοῦ τοῦ Θεοῦ· καὶ ὅταν εἶδεν ὅλα αὐτά, ἔμεινεν ἄφωνη καὶ κατάπληκτη!
- 5
καὶ εἶπε πρὸς τὸν βασιλέα· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τῶν λόγων σου καὶ περὶ τῆς σοφίας σου,
Καὶ εἶπε πρὸς τὸν βασιλιᾶ: «Ἦταν πράγματι ἀληθινὴ ἡ φήμη, ποὺ ἄκουσα εἰς τὴν χώραν μου διὰ σέ, διὰ τὰ ἔργα σου καὶ διὰ τὴν σοφίαν σου.
- 6
καὶ οὐκ ἐπίστευσα τοῖς λόγοις, ἕως οὗ ἦλθον καὶ εἶδον οἱ ὀφθαλμοί μου, καὶ ἰδοὺ οὐκ ἀπηγγέλη μοι ἥμισυ τοῦ πλήθους τῆς σοφίας σου, προσέθηκας ἐπὶ τὴν ἀκοήν, ἣν ἤκουσα.
Τότε ὅμως δὲν ἐπίστευσα εἰς τὴν φήμην, ποὺ ἄκουσα, μέχρις ὅτου ἦλθα ἐδῶ καὶ διεπίστωσα ὅλα αὐτὰ μὲ τὰ μάτια μου. Καὶ νά· τώρα ἐβεβαιώθηκα, ὅτι ἐκεῖνα ποὺ μοῦ εἶπαν, δὲν εἶναι οὔτε τὸ ἥμισυ τῆς πραγματικῆς ἐκτάσεως τῆς σοφίας σου. Ἡ προσωπικὴ γνωριμία καὶ συζήτησις μαζί σου μὲ ἐβοήθησαν νὰ ἐννοήσω, ὅτι ἡ φήμη σου ὑπερβαίνει τὰ ὅσα ἄκουσα περὶ σοῦ εἰς τὴν χώραν μου.
- 7
μακάριοι οἱ ἄνδρες σου, μακάριοι οἱ παῖδες οὗτοι οἱ παρεστηκότες σοι διαπαντὸς καὶ ἀκούοντες τὴν σοφίαν σου·
Πόσον εὐτυχισμένοι εἶναι οἱ ἄνδρες σου (κατ' ἄλλην ἑρμηνείαν: Οἱ ὑπήκοοί σου)! Πόσον εὐτυχισμένοι εἶναι οἱ ὑπηρέται σου, οἱ ὁποῖοι εὑρίσκονται πάντοτε μαζί σου καὶ ἔχουν τὸ προνόμιον νὰ ἀκούουν τὰ σοφά σου λόγια!
- 8
ἔστω Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα Κυρίῳ Θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου τὸν ᾿Ισραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα καὶ ἔδωκέ σε ἐπ' αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
Εἴθε νὰ εἶναι εὐλογημένος καὶ δοξασμένος ὁ Κύριος καὶ Θεός σου, ὁ ὁποῖος εὐηρεστήθη νὰ σὲ ἀνεβάσῃ εἰς τὸν θρόνον του, διὰ νὰ εἶσαι βασιλιᾶς πρὸς τιμὴν Κυρίου τοῦ Θεοῦ σου! Ἐπειδὴ ὁ Κύριος καὶ Θεός σου ἀγάπησε τὸν Ἰσραηλιτικὸν λαὸν καὶ ἠθέλησε νὰ τὸν διατηρήσῃ σταθερὸν καὶ δυνατὸν πάντοτε, διὰ τοῦτο καὶ σὲ ἀνέδειξε βασιλιᾶ ἰδικόν τους, ὥστε νὰ κρίνῃς καὶ νὰ δικάζῃς καὶ νὰ ἀποδίδῃς μὲ τὴν σοφίαν σου δικαιοσύνην καὶ να λύσῃς τῆς διαφορές των».
- 9
καὶ ἔδωκε τῷ βασιλεῖ ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.
Καὶ ἡ βασίλισσα τῆς Σαβὰ ἔδωκεν εἰς τὸν βασιλιᾶ Σολομῶντα ὡς δῶρα ἑκατὸν εἴκοσι (120) τάλαντα χρυσοῦ (=4-5 τόννοι) καὶ ἀρώματα πάρα πολλὰ καὶ πολυτίμους λίθους. Οὐδέποτε ὑπῆρξαν πολυτιμότερα ἀρώματα ἀπὸ ἐκεῖνα, τὰ ὁποῖα ἔδωκεν ἡ βασίλισσα τῆς Σαβὰ εἰς τὸν Σολομῶντα.
- 10
(καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Χιρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον·
(Ὁμοίως καὶ οἱ ἄνθρωποι (δοῦλοι;) τοῦ Σολομῶντος καὶ οἱ ἄνθρωποι (δοῦλοι;) τοῦ Χιρὰμ ἔφερναν χρυσάφι εἰς τὸν Σολομῶντα ἀπὸ τὴν Σουφὶρ καὶ ξύλα πεύκινα καὶ πολυτίμους λίθους·
- 11
καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὤφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ ᾿Ιούδα).
καὶ ὁ βασιλιᾶς κατεσκεύασεν ἀπὸ τὰ πεύκινα ξύλα σκαλοπάτια διὰ τὸν Ναὸν τοῦ Κυρίου καὶ διὰ τὸ βασιλικὸν ἀνάκτορον καὶ μουσικὰ ὄργανα, κιθάρες καὶ ἄρπες διὰ τοὺς μουσικοὺς καὶ ψάλτες (ἀοιδοὺς καὶ Λευῖτες). Ὅμοια τῶν ξύλων αὐτῶν δὲν ὑπῆρξαν ποτὲ προηγουμένως εἰς τὴν χώραν τῆς Ἰουδαίας).
- 12
καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς, ἃ ᾔτησεν, ἐκτὸς πάντων, ὧν ἤνεγκε τῷ βασιλεῖ Σαλωμών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.
Ὁ βασιλιᾶς Σολομὼν προσέφερεν εἰς τὴν βασίλισσαν τῆς Σαβὰ ὅλα, ὅσα ἐκείνη ἠθέλησεν, ὅσα καὶ ὅ,τι ἐζήτησεν, ἐκτὸς τῶν ἐθιμοτυπικῶν δώρων, τὰ ὁποῖα τῆς προσέφερεν ὡς ἀντάλλαγμα διὰ τὰ δῶρα, ποὺ προσέφερεν ἐκείνη εἰς τὸν βασιλιᾶ Σολομῶντα. Κατόπιν αὐτῶν ἡ βασίλισσα τῆς Σαβὰ ἐπέστρεψεν εἰς τὴν χώραν της.
- 13
Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἑξηκονταὲξ τάλαντα χρυσίου,
Τὸ βάρος τοῦ χρυσαφιοῦ, ποὺ ἐπροσκομίζετο εἰς τὸν Σολομῶντα κάθε χρόνον, ἦταν ἑξακόσια ἑξῆντα ἕξι (666) τάλαντα χρυσαφιοῦ (=20-30 τόννοι),
- 14
πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπορευομένων, ὧν ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς ᾿Αραβίας καὶ σατραπῶν τῆς γῆς, πάντες ἔφερον χρυσίον καὶ ἀργύριον τῷ βασιλεῖ Σαλωμών.
ἐκτὸς τῶν τελῶν, τὰ ὁποῖα τοῦ ἔφερναν οἱ βασιλεῖς, οἱ φόρου ὑποτελεῖς εἰς αὐτόν, καὶ οἱ ἔμποροι. Ἀλλὰ καὶ ὅλοι οἰ βασιλεῖς τῆς Ἀραβίας καὶ οἱ διοικηταὶ διαφόρων ἐπαρχιῶν τῆς χώρας, ὅλοι αὐτοὶ ἔφερναν χρυσάφι καὶ ἀσῆμι εἰς τὸν βασιλιᾶ Σολομῶντα.
- 15
καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·
Καὶ ὁ βασιλιᾶς Σολομὼν κατεσκεύασε διακόσιες (200) μακρὲς ἀσπίδες ἀπὸ σφυρηλατημένον χρυσάφι διὰ κάθε μίαν ἀπὸ αὐτὲς διετέθη χρυσάφι βάρους ἑξακοσίων (600) σίκλων καθαροῦ χρυσαφιοῦ (κατ’ ἄλλην γραφήν: Σφυρηλατημένου χρυσαφιοῦ) (=7-10 χιλιόγραμμα )·
- 16
καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, τριακοσίων χρυσῶν ἀνεφέρετο ἐπὶ τὴν ἀσπίδα ἑκάστην· καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λιβάνου.
κατεσκεύασεν ἐπίσης καὶ τριακόσιες (300) σφυρηλατημένες ἀσπίδες ἀπὸ χρυσάφι εἰς κάθε ἀσπίδα ὑπῆρχε χρυσάφι βάρους τριακοσίων (300) χρυσῶν σίκλων (=3,5-5 χιλιόγραμμα). Ὁ βασιλιᾶς ἔβαλε τὶς ἀσπίδες αὐτὲς εἰς τὸν οἶκον, ποὺ ὑπενθύμιζε τὸ δάσος τοῦ Λιβάνου.
- 17
καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφαντίνων ὀδόντων μέγαν καὶ κατεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ·
Ἐπίσης ὁ βασιλιᾶς κατεσκεύασεν ἕνα μεγάλον θρόνον ἀπὸ ἐλεφαντόδοντον καὶ τὸν ἐπεχρύσωσε μὲ τὸ πιὸ καθαρὸν χρυσάφι.
- 18
καὶ ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας,
Ὁ θρόνος ἐκεῖνος εἶχεν ἕξι σκαλοπάτια, τὰ ὁποῖα ἦσαν καλυμμένα μὲ χρυσάφι ἀπὸ τὸ ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος τοῦ θρόνου, εἰς τὸν ὁποῖον ἐκάθητο ὁ βασιλιᾶς, ὑπῆρχαν δύο βραχίονες, διὰ νὰ ἀκουμβοῦν τὰ χέρια, ὑπῆρχαν δὲ δύο ὄρθια σκαλιστὰ λιοντάρια δίπλα ἀπὸ τοὺς βραχίονες αὐτούς.
- 19
καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕτως ἐν πάσῃ τῇ βασιλείᾳ.
Ἐπίσης εἰς τὰ ἕξι σκαλοπάτια ἐστέκοντο ἀπὸ τὸ ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος δώδεκα λιοντάρια. Τέτοιος σκαλιστὸς καὶ μεγαλοπρεπὴς βασιλικὸς θρόνος δὲν ὑπῆρξεν εἰς κανένα ἄλλο βασίλειον.
- 20
καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα, οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν·
Ὅλα δὲ τὰ οἰκιακὰ σκεύη τοῦ βασιλιᾶ Σολομῶντος ἦσαν ἀπὸ χρυσάφι καὶ ὅλα τὰ οἰκιακὰ σκεύη τοῦ οἴκου, ποὺ ὑπενθίμιζε τὸ δάσος τοῦ Λιβάνου, ἦσαν καλυμμένα (κατ’ ἄλλην γραφήν: Ἦσαν κατασκευασμένα) ἀπὸ χρυσάφι. Κανένα ἀπὸ τὰ οἰκιακὰ σκεύη δὲν ἦταν κατασκευασμένον ἀπὸ ἀσῆμι, διότι τὸ ἀσῆμι δὲν ἐθεωρεῖτο ὡς πολύτιμον μέταλλον καὶ ἐλογαριάζετο ὡς ἕνα τίποτε κατὰ τὶς ἡμέρες τοῦ Σολομῶντος·
- 21
ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεῖς μετὰ τῶν παίδων Χιράμ, ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεῖς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.
ἐπειδὴ ὁ θαλάσσιος στόλος, ποὺ ἀνῆκεν εἰς τὸν βασιλιᾶ, ἐπήγαινε εἰς Θαρσὶς μὲ τοὺς δούλους (ναυτικούς) τοῦ Χιράμ· καὶ μίαν φορὰν εἰς τὰ τρία χρόνια τὰ πλοῖα ἐπέστρεφαν ἀπὸ τὴν Θαρσὶς κατάφορτα ἀπὸ χρυσάφι καὶ ἀσῆμι καὶ ἐλεφαντόδοντον καὶ πιθήκους.
- 22
καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.
Ὁ βασιλιᾶς Σολομὼν ὑπῆρξεν ὁ ἐνδοξότερος ἀπὸ ὅλους τοὺς βασιλεῖς κατὰ τὸν πλοῦτον καὶ τὴν σοφίαν.
- 23
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ, ἧς ἔδωκεν ὁ Θεὸς ἐν καρδίᾳ αὐτοῦ.
Καὶ ὅλοι οἰ βασιλεῖς τῆς γῆς ἐζητοῦσαν νὰ ἐπισκεφθοῦν καὶ νὰ ἰδοῦν τὸ πρόσωπον τοῦ Σολομῶντος, διὰ νὰ ἀκούσουν τὴν μεγάλην σοφίαν του, τὴν ὁποίαν ἐχάρισεν εἰς αὐτόν (εἰς τὴν διάνοιάν του) ὁ Κύριος.
- 24
καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα, ἵππους καὶ ἡμιόνους, τὸ κατ' ἐνιαυτὸν ἐνιαυτόν.
Κάθε ἕνας δὲ ἀπὸ αὐτούς, ποὺ τὸν ἐπεσκέπτοντο, ἔφερε καὶ τὰ διάφορα δῶρα του: (Ἦσαν δὲ αὐτὰ) σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ ἱματισμὸς καὶ λάδι ἀρωματικὸν ἀπὸ λάβδανον καὶ (ἄλλα) ἀρώματα καὶ ἄλογα καὶ ἡμίονοι· αὐτὸ δὲ ἐγίνετο κάθε χρόνον.
- 25
καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔθετο αὐτοὺς ἐν πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν ῾Ιερουσαλήμ.
Ὁ Σολομὼν εἶχε τέσσερις χιλιάδες (4.000) φοράδες διὰ τὰ πολεμικά του ἅρματα καὶ δώδεκα χιλιάδες (12.000) ἱππεῖς. Αὐτοὺς δὲ τοὺς ἐγκατέστησεν εἰς τὶς πόλεις τῶν πολεμικῶν ἁρμάτων, (εἶχεν ὅμως κρατήσει μερικούς) καὶ μαζί του εἰς τὴν Ἱερουσαλήμ.
- 26
καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
Ὁ δὲ Σολομὼν ἐξουσίαζεν ὅλους τοὺς βασιλεῖς, οἱ ὁποῖοι ἑκατοικοῦσαν εἰς τὴν περιοχήν, ποὺ ἁπλώνετο (πρὸς ἀνατολάς) ἀπὸ τὸν ποταμὸν Εὐφράτην καὶ ἔφθανε (εἰς τὰ δυτικά) μέχρι τὴν χώραν τῶν Φιλισταίων καί (εἰς τὰ νότια) μέχρι τὰ σύνορα τῆς Αἰγύπτου.
- 27
καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν ῾Ιερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
Ὁ βασιλιᾶς εἶχεν ἀμύθητα πλούτη, ὥστε διέθετε μὲ τόσην εὐκολίαν τὸ χρυσάφι καὶ τὸ ἀσῆμι εἰς τὴν Ἱερουσαλήμ, σὰν νὰ ἦσαν πέτρες· τὰ δὲ πολύτιμα κέδρινα ξύλα τὰ διέθετε μὲ τόσην ἀφθονίαν, σὰν νὰ ἦσαν συνηθισμένες μουριὲς εἰς τὴν πεδινὴν περιοχήν (ποὺ ἑκατοικοῦσαν οἱ Φιλισταῖοι)!
- 28
καὶ ἡ ἔξοδος τῶν ἵππων ἐξ Αἰγύπτου τῷ Σαλωμὼν καὶ ἐκ πάσης τῆς γῆς.
Ἡ προμήθεια ἀλόγων διὰ λογαριασμὸν τοῦ Σολομῶντος ἐγίνετο ἀπὸ τὴν Αἴγυπτον καὶ ἀπὸ κάθε ἄλλην χώραν (κατ’ ἄλλην ἑρμηνείαν: Τὸ διαμετακομιστικὸν ἐμπόριον ἀλόγων ἐγίνετο ἀπὸ τὴν Αἴγυπτον πρὸς κάθε ἄλλην χώραν).
- 29
Καὶ οἱ κατάλοιποι λόγοι Σαλωμὼν οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ τῶν λόγων ᾿Αχιὰ τοῦ Σηλωνίτου καὶ ἐν ταῖς ὁράσεσιν ᾿Ιωὴλ τοῦ ὁρῶντος περὶ ῾Ιεροβοὰμ υἱοῦ Ναβάτ.
Ἡ ὑπόλοιπη ἱστορία τῶν ἔργων τοῦ Σολομῶντος, ἀπὸ τὰ πρῶτα μέχρι τὰ τελευταῖα, νά! εἶναι ὅλα γραμμένα εἰς τὸ βιβλίον τοῦ προφήτου Νάθαν καὶ εἰς τὸ βιβλίον τοῦ Ἀχια, ποὺ κατήγετο ἀπὸ τὴν Σηλῶ, καὶ εἰς τὶς προφητεῖες τοῦ προφήτου Ἰωηλ, ὁ ὁποῖος ἐπροφήτευσε περὶ τοῦ Ἰεροβοάμ, υἰοῦ τοῦ Ναβάτ.
- 30
καὶ ἐβασίλευσε Σαλωμὼν ἐπὶ πάντα ᾿Ισραὴλ τεσσαράκοντα ἔτη.
Ὁ Σολομὼν ἐβασίλευσεν ἐπὶ ὅλου τοῦ Ἰσραηλιτικοῦ λαοῦ σαράντα (40) χρόνια.
- 31
καὶ ἐκοιμήθη Σαλωμών, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Καὶ ἀπέθανεν ὁ Σολομὼν καὶ τὸν ἔθαψαν εἰς τὴν πόλιν τοῦ Δαβίδ, τοῦ πατέρα του. Εἰς τὴν θέσιν του δὲ ἐβασίλευσεν ὁ υἱός του Ροβοάμ.
