Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 36

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν ᾿Ιωάχαζ υἱὸν ᾿Ιωσίου καὶ ἔχρισαν αὐτόν, καὶ κατέστησαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ εἰς βασιλέα ἐπὶ ᾿Ιερουσαλήμ.

    Ο λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα ἐπῆρε τὸν Ἰωαχάζ, τὸν υἱὸν τοῦ Ἰωσία, καὶ τὸν ἔχρισε καὶ τὸν ἐγκατέστησε βασιλιᾶ εἰς τὴν θέσιν τοῦ πατέρα του εἰς τὴν Ἱερουσαλήμ.

  2. 2

    υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ᾿Ιωάχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ,2ακαὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ᾿Αμιτὰλ θυγάτηρ ῾Ιερεμίου ἐκ Λοβενά.2βκαὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.2γκαὶ ἔδησεν αὐτὸν φαραὼ Νεχαὼ ἐν Δεβλαθὰ ἐν γῇ Αἰμάθ, τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν ῾Ιερουσαλήμ,

    Ὁ Ἰωαχάζ ἦταν εἴκοσι τριῶν ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα, ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ τρεῖς μῆνες.2αἩ μητέρα του ὠνομάζετο Ἀμιτὰλ καὶ ἦταν θυγατέρα τοῦ Ἱερεμία, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν πόλιν Λοβενά.2βὉ Ἰωαχάζ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ ἀκολούθησε καὶ ἐμιμήθη ὅλα, ὅσα ἔκαμαν οἱ ἀσεβεῖς προπάτορές του.2γΚαὶ ὁ φαραὼ Νεχαὼ τὸν ἔδεσεν εἰς τὴν πόλιν Δεβλαθά, εἰς τὴν χώραν Αἰμάθ, ὥστε νὰ μὴ βασιλεύῃ πλέον αὐτὸς εἰς τὴν Ἱερουσαλήμ.

  3. 3

    καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον, καὶ ἐπέβαλε φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.

    Ἔπειτα ὁ βασιλιᾶς Νεχαῶ τὸν μετέφερεν εἰς τὴν Αἴγυπτον καὶ ἐπέβαλεν εἰς τὴν Ἰουδαίαν ὡς φόρον ὑποτελείας ἑκατὸν ἀσημένια τάλαντα καὶ ἕνα τάλαντον χρυσοῦ.

  4. 4

    καὶ κατέστησε φαραὼ Νεχαὼ τὸν ᾿Ελιακὶμ υἱὸν ᾿Ιωσίου βασιλέα ἐπὶ ᾿Ιούδα ἀντὶ ᾿Ιωσίου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψε τὸ ὄνομα αὐτοῦ ᾿Ιωακίμ· καὶ τὸν ᾿Ιωάχαζ ἀδελφὸν αὐτοῦ ἔλαβε φαραὼ Νεχαώ, καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ.4ακαὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκε τῷ φαραῷ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα φαραώ, καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι φαραῷ Νεχαῷ.

    Ὁ φαραὼ Νεχαὼ ἐγκατέστησε βασιλιᾶ εἰς τὸ βασίλειον τοῦ Ἰούδα τὸν Ἐλιακίμ, τὸν ἄλλον υἱὸν τοῦ Ἰωσία, ὡς διάδοχον τοῦ Ἰωσία, τοῦ πατέρα του, καὶ ἄλλαξε τὸ ὄνομά του ἀπὸ Ἐλιακὶμ εἰς Ἰωακὶμ. Τὸν δὲ Ἰωαχάζ, τὸν ἀδελφὸν του, ὁ φαραὼ Νεχαὼ τὸν παρέλαβε καὶ τὸν μετέφερεν εἰς τὴν Αἴγυπτον ἐκεῖ ἀπέθανεν ὁ Ἰωαχάζ. 4α Καὶ ὁ Ἰωακὶμ κατέβαλλεν εἰς τὸν φαραὼ τὸν φόρον ὑποτελείας ἄργυρον καὶ χρυσοῦ, ποὺ εἶχεν ἐπιβληθῇ εἰς τὸ βασίλειον τοῦ Ἰούδα. Ἀλλὰ διὰ νὰ συγκεντρώσῃ τὸν φόρον, ποὺ ἐχρειάζετο, ἄρχισε νὰ ἐπιβάλλῃ ἀναγκαστικὴν φορολογίαν εἰς τοὺς κατοίκους τῆς Ἰουδαίας, διὰ νὰ πληρώνεται τὸ χρηματικὸν ποσόν, ποὺ καθώρισεν ὁ φαραώ. Ἔτσι ἀπὸ κάθε φορολογούμενον κάτοικον τῆς Ἰουδαίας ἀπαιτοῦσε, ἀνάλογα μὲ τὴν οἰκονομικήν του δύναμιν, ἀσῆμι καὶ χρυσάφι, ὥστε νὰ συγκεντρώνεται τὸ ἀναγκαῖον ποσὸν καὶ νὰ δίδεται εἰς τὸν φαραὼ Νεχαώ.

  5. 5

    ῍Ων εἴκοσι καὶ πέντε ἐτῶν ᾿Ιωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρίου ἐκ Ραμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.5αἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ' αὐτοῦ.5βκαὶ ἀπέστειλε Κύριος ἐπ' αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν ᾿Αμμὼν καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν.5γπλὴν θυμὸς Κυρίου ἦν ἐπὶ ᾿Ιούδαν τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν, οἷς ἐποίησε,5δκαὶ ἐν αἵματι ἀθῴῳ, ᾧ ἐξέχεεν ᾿Ιωακὶμ καὶ ἔπλησε τὴν ῾Ιερουσαλὴμ αἵματος ἀθῴου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς.

    Ὁ Ἰωακὶμ ἦταν εἴκοσι πέντε ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ἕνδεκα χρόνια. Ἡ μητέρα του ὠνομάζετο Ζεχωρὰ καὶ ἦταν θυγατέρα τοῦ Νηρία, ὁ ὁποῖος κατήγετο ἀπὸ τὴν Ραμά. Ὁ Ἰωακὶμ παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν καὶ ἀκολούθησε καὶ ἐμιμήθη ὅλα, ὅσα ἔκαμαν οἱ ἀσεβεῖς προπάτορές του.5αΚατὰ τὴν περίοδον τῆς βασιλείας τοῦ Ἰωακὶμ ὁ Ναβουχοδονόσορ, βασιλιᾶς τῆς Βαβυλῶνος, εἰσέβαλεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα. Καὶ ὁ Ἰωακὶμ ἔγινε ὑποτελής του ἐπὶ τρία χρόνια. Κατόπιν ὅμως ὁ Ἰωακὶμ ἐπανεστάτησε κατὰ τοῦ Ναβουχοδονόσορος.5βΚαὶ ὁ Κύριος ἔστειλε πρὸς τιμωρίαν τῶν Ἰουδαίων ἐναντίον τοῦ Ἰωακὶμ τοὺς Χαλδαίους (Βαβυλωνίους) καὶ ληστρικὲς συμμορίες Σύρων, Μωαβιτῶν, Ἀμμωνιτῶν καὶ Σαμαρειτῶν. Ὁ Κύριος ἔστειλεν ὅλες αὐτὲς τὶς συμμορίες εἰς τὴν χώραν τῆς Ἰουδαίας, διὰ νὰ τὴν τιμωρήσῃ σύμφωνα μὲ τὸν λόγον, ποὺ προεῖπεν (ὁ Κύριος) διὰ τῶν δούλων του, τῶν προφητῶν.5γΤοῦτο (οἱ ἐπιθέσεις τῶν ληστοσυμμοριτῶν) συνέβη ἀσφαλῶς κατ’ ἐντολήν τοῦ Θεοῦ, ὁ ὁποῖος, ἕνεκα τοῦ ἀμετακλήτου θυμοῦ του κατὰ τοῦ βασιλείου τοῦ Ἰούδα, ἀπεφάσισε νὰ τιμωρήσῃ τὸν Ἰουδαϊκὸν λαόν, νὰ τὸν ἀπομακρύνη ἀπ’ ἐμπρός του καὶ νὰ παύσῃ νὰ τὸν προστατεύη, ἐξ αἰτίας ὅλων τῶν ἁμαρτιῶν, τὶς ὁποῖες διέπραξεν ὁ βασιλιᾶς Μανασσῆς·5δεἰδικώτερα δὲ διὰ τὸ ἀθῶον αἷμα, ποὺ ἔχυσεν ὁ Ἰωακίμ, τὸ ὁποῖον ἦταν τόσον ἄφθονον, ὥστε ἐπλημμύρισε τὴν Ἱερουσαλήμ μὲ τὸ ἀθῶον αὐτὸ αἷμα. Ἀλλ’ ὁ Κύριος δὲν ἠθέλησε νὰ ἐξολοθρεύσῃ τοὺς Ἰουδαίους, ὅταν ἔγιναν ὅλα αὐτά, διότι ὁ Μανασσῆς τελικῶς μετενόησεν.

  6. 6

    καὶ ἀνέβη ἐπ' αὐτὸν Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.

    Ὁ Ναβουχοδονόσορ, ὁ βασιλιᾶς τῆς Βαβυλῶνος, ἐπετέθη κατὰ τοῦ Ἰωακίμ, ποὺ εἶχεν ἐπαναστατήσει ἐναντίον του, τὸν ἔδεσε μὲ χάλκινες χειροπέδες καὶ τὸν μετέφερεν εἰς τὴν Βαβυλῶνα.

  7. 7

    καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

    Ὁ Ναβουχοδονόσορ μετέφερεν ἐπίσης εἰς τὴν Βαβυλῶνα καὶ μέρος ἀπὸ τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Θεοῦ καὶ τὰ ἔβαλε εἰς τὸν ἰδιωτικόν του ναόν (ποὺ εὑρίσκετο μέσα εἰς τὸ παλάτι) εἰς τὴν Βαβυλῶνα.

  8. 8

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωακὶμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ᾿Ιούδα; καὶ ἐκοιμήθη ᾿Ιωακὶμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζὰ μετά τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν ᾿Ιεχονίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωακὶμ καὶ ὅλα, ὅσα ἔκαμε, δὲν εἶναι μήπως αὐτὰ γραμμένα εἰς τὸ βιβλίον «Χρονικά (ἢ Ἔργα καὶ Ἡμέραι) τῶν βασιλέων (τοῦ βασιλείου) τοῦ Ἰούδα»; Ἀπέθανε δὲ ὁ Ἰωακὶμ καὶ προσετέθη εἰς τοὺς ἀποθαμένους προγόνους του καὶ ἐτάφη εἰς Γανοζά (κῆπον τοῦ Ὀζά) μαζὶ μὲ τοὺς προπάτορές του· ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Ἰεχονίας (ἢ Ἰωαχίμ), ὁ υἱός του.

  9. 9

    ᾿Οκτὼ ἐτῶν ᾿Ιεχονίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν ῾Ιερουσαλὴμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.

    Ὁ Ἰεχονίας ἦταν ὀκτὼ ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ τρεῖς μῆνες καὶ δέκα ἡμέρες. Ὁ Ἰεχονίας παρεσύρθη εἰς ἐκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Θεοῦ· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν.

  10. 10

    καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονόσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου καὶ ἐβασίλευσε Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ ᾿Ιούδαν καὶ ῾Ιερουσαλήμ.

    Τὸ ἑπόμενον ἔτος, κατὰ τὴν ἄνοιξιν, ὁ βασιλιᾶς Ναβουχοδονόσορ ἔστειλεν ἀπεσταλμένους, οἱ ὁποῖοι μετέφεραν τὸν Ἰεχονίαν ὡς αἰχμάλωτον εἰς τὴν Βαβυλῶνα μαζὶ μὲ τὰ πολύτιμα ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου. Ὁ Ναβουχοδονόσορ ἀνέβασε εἰς τὸν βασιλικὸν θρόνον τοῦ Ἰούδα, ὡς διάδοχον τοῦ Ἰεχονία, εἰς τὴν Ἱερουσαλὴμ τὸν Σεδεκίαν, θεῖον τοῦ Ἰεχονία.

  11. 11

    ᾿Ετῶν εἴκοσιν υἱὸς καὶ ἑνὸς ἔτους Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ.

    Ὁ Σεδεκίας ἦταν εἴκοσι ἐνὸς ἔτους, ὅταν ἔγινε βασιλιᾶς τοῦ βασιλείου τοῦ Ἰούδα· ἐβασίλευσε δὲ μὲ ἔδραν τὴν Ἱερουσαλὴμ ἐπὶ ἕνδεκα χρόνια.

  12. 12

    καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου Θεοῦ αὐτοῦ, οὐκ ἐνετράπη ἀπὸ προσώπου ῾Ιερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου

    Ὁ Σεδεκίας παρεσύρθη εἰς παρεκτροπὲς καὶ ἁμαρτωλὲς πράξεις καὶ ἔκαμεν ἐκεῖνο, τὸ ὁποῖον εἶναι πονηρὸν εἰς τὰ μάτια τοῦ Κυρίου καὶ Θεοῦ του· κατήντησεν εἰς τὴν εἰδωλολατρίαν. Δὲν ἄκουσε ταπεινὰ καὶ μὲ πνεῦμα μετανοίας τὸν προφήτην Ἱερεμίαν, ὁ ὁποῖος τὸν ἐσυμβούλευσε καὶ τοῦ ἐμίλησε ἐκ μέρους τοῦ Κυρίου.

  13. 13

    ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονόσορ ἀθετῆσαι, ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ Θεοῦ καὶ ἐσκλήρυνε τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσε τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον Θεὸν ᾿Ισραήλ.

    Ἐπὶ πλέον ὁ Σεδεκίας ἐπανεστάτησεν ἐναντίον τοῦ βασιλιᾶ Ναβουχοδονόσορος, ὁ ὁποῖος τὸν εἶχεν ὑποχρεώσει νὰ ὁρκισθῇ εἰς τὸ ὄνομα τοῦ Θεοῦ, ὅτι θὰ ἦταν πιστὸς καὶ νομιμόφρων ἀπέναντί του. Ὁ Σεδεκίας ἐπωρώθη καὶ ἔγινε τόσον σκληροτράχηλος καὶ ἀναίσθητος, ἔδειξε δὲ τόσην ἰσχυρογνωμοσύνην καὶ ἐπιμονήν, ὥστε ἀρνήθηκε πεισματικὰ νὰ μετανοήσῃ καὶ νὰ ἐπιστρέψῃ εἰς τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ.

  14. 14

    καὶ πάντες οἱ ἔνδοξοι ᾿Ιούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ.

    Παράλληλα καὶ ὅλοι οἱ ἐπίσημοι (ἡγέται) τὸν βασιλείου τοῦ Ἰούδα καὶ οἱ ἱερεῖς καὶ ὅλος ὁ λαὸς τῆς χώρας ἐπρόσθεσαν παρανομίαν εἰς τὴν παρανομίαν των καὶ ἔτσι αὔξησαν πάρα πολὺ τὶς ἁμαρτίες των, μὲ τὸ νὰ ἀκολουθήσουν τὸ παράδειγμα τῶν ἐθνῶν, τὰ ὁποῖα ἐλάτρευαν τὰ σιχαμερὰ εἴδωλα, καὶ ἐμόλυναν τὸν Ναὸν τὸν Κυρίου, ποὺ εὑρίσκετο εἰς τὴν Ἱερουσαλήμ.

  15. 15

    καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ·

    Ἀλλ' ὁ Κύριος, ὁ Θεὸς τῶν πατέρων των, ἀκόμη καὶ τότε ἔστειλεν εἰς αὐτοὺς ἐγκαίρως, πολὺ ἐνωρὶς καὶ συνεχῶς, τὶς συμβουλὲς καὶ προτροπές του διὰ μετάνοιαν, μέσῳ τῶν ἀπεσταλμένων του, τῶν προφητῶν του· τοῦτο τὸ ἔκαμεν ὁ Κύριος, διότι εὐσπλαγχνίζετο τὸν λαόν του καὶ δὲν ἤθελε νὰ βλάψῃ οὔτε αὐτὸν οὔτε τὸν ἅγιον Ναόν του.

  16. 16

    καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουθενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.

    Ὅμως αὐτοὶ εἰρωνεύοντο τοὺς ἀπεσταλμένους τοῦ Θεοῦ καὶ ἐξευτέλιζαν τὰ λόγια τοῦ Θεοῦ καὶ ἐπερίπαιζαν τοὺς προφῆτες του, μέχρις ὅτου τελικῶς ἄναψε πάρα πολὺ ὀ θυμὸς καὶ ἡ σφοδρὰ ἀγανάκτησις τοῦ Κυρίου ἐναντίον τοῦ λαοῦ του, καὶ μάλιστα μέχρι τέτοιου σημείου, ὥστε δὲν ὑπῆρχε πλέον ἐλπίδα θεραπείας καὶ σωτηρίας!

  17. 17

    καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων, καὶ ἀπέκτεινε τοὺς νεανίσκους αὐτῶν ἐν ρομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησε καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ πάντα παρέδωκεν ἐν χερσίν αὐτῶν.

    Ἕνεκα τούτου ὁ Κύριος ὠδήγησεν ἐναντίον των τὸν βασιλιᾶ τῶν Χαλδαίων (Βαβυλωνίων), ὁ ὁποῖος ἐσκότωσε τοὺς νεαροὺς Ἰουδαίους μὲ τὴν ρομφαίαν (πλατὺ καὶ μεγάλο δίκοπο σπαθί) μέσα εἰς αὐτὸν τὸν ἅγιον Ναὸν τὸν Θεοῦ. Ὁ βασιλιᾶς Ναβουχοδονόσορ δὲν ἐλυπήθη οὔτε τὸν Σεδεκίαν οὔτε εὐσπλαγχνίσθη τὶς παρθένους κόρες τῶν Ἰουδαίων καὶ τοὺς γέροντες, τοὺς ὁποίους συνέλαβαν καὶ ὠδήγησαν εἰς τὴν αἰχμαλωσίαν. Ὁ Θεὸς παρέδωκεν ὅλους τοὺς Ἰουδαίους καὶ ὅλα τὰ ὑπάρχοντά των εἰς τὰ χέρια τῶν Βαβυλωνίων.

  18. 18

    καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.

    Ὁ βασιλιᾶς τῶν Χαλδαίων ἐλαφυραγώγησε καὶ μετέφερεν εἰς τὴν Βαβυλῶνα ὅλα τὰ ἱερὰ σκεύη τοῦ Ναοῦ τοῦ Θεοῦ, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ ὅλους τοὺς θησαυροὺς τοῦ Ναοῦ τοῦ Κυρίου καὶ ὅλους τοὺς θησαυροὺς τοῦ βασιλιᾶ καὶ τῶν μεγιστάνων (ἀρχόντων) του.

  19. 19

    καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου καὶ κατέσκαψε τὸ τεῖχος ῾Ιερουσαλὴμ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν.

    Ὁ Ναβουχοδονόσορ παρέδωκεν εἰς τὴν φωτιὰ τὸν Ναὸν τοῦ Κυρίου καὶ κατεδάφισε τὸ τεῖχος τῆς Ἱερουσαλὴμ καὶ τὰ βασιλικά της παλάτια παρέδωκεν εἰς τὴν φωτιά, κατέστρεψε δὲ ἐντελῶς καὶ κάθε πολύτιμον ἀντικείμενον.

  20. 20

    καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων

    Τοὺς Ἰουδαίους δὲ ἐκείνους, οἱ ὁποῖοι ἐγλύτωσαν ἀπὸ τὴν σφαγήν, τοὺς μετέφερεν ὁ Ναβουχοδονόσορ εἰς τὴν Βαβυλῶνα, ὅπου κατέστησαν δοῦλοι τοῦ Βαβυλωνίου βασιλιᾶ καὶ τῶν ἀπογόνων του, μέχρι τῆς ἱδρύσεως τῆς βασιλείας τῶν Μήδων καὶ Περσῶν.

  21. 21

    τοῦ πληρωθῆναι λόγον Κυρίου διὰ στόματος ῾Ιερεμίου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι· πάσας τὰς ἡμέρας ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

    Ὅλα αὐτὰ ἔγιναν, διὰ νὰ ἐκπληρωθῇ ὁ λόγος τοῦ Κυρίου, ὁ ὁποῖος ἐπροφητεύθη ἀπὸ τὸν Ἱερεμίαν καὶ ἔλεγεν: «Ἡ Βαβυλώνιος αἰχμαλωσία θὰ διαρκέσῃ, μέχρις ὅτου ἡ χώρα τῆς Ἰουδαίας συμπληρώσῃ τὶς ἡμέρες τῆς ἀναπαύσεως καὶ ἀργίας τῶν Σαββάτων, κατὰ τὴν διαρκειαν τῶν ὁποίων δὲν εἶχεν ἀναπαυθῆ, ἐπειδὴ οἱ ἀποστάται κάτοικοί της εἶχαν καταλύσει τὴν ἀργίαν τοῦ Σαββάτου καὶ εἰργάζοντο. Κατὰ τὴν διάρκειαν ὅλων τῶν ἡμερῶν (ἐτῶν) τῆς ἐρημώσεως τῆς χώρας ἡ γῆ ἀνεπαύθη ἀπὸ τὴν ἐργασίαν, μέχρις ὅτου συνεπληρώθησαν ἑβδομῆντα χρόνια».

  22. 22

    ῎Ετους πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ρῆμα Κυρίου διὰ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλε κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων·

    Καὶ κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ βασιλιᾶ τῶν Περσῶν Κύρου, ἀφοῦ πλέον ἐξεπληρώθησαν οἱ λόγοι τοῦ Κυρίου, τοὺς ὁποίους ἐπροφήτευσε ὁ Ἱερεμίας, ὁ Κύριος παρεκίνησε καὶ διέθεσεν εὐμενῶς τὴν ψυχὴν τοῦ Κύρου, τοῦ βασιλιᾶ τῶν Περσῶν, ὥστε ὁ Κῦρος ἐξέδωκε διάταγμα, διὰ τοῦ ὁποίου ὥριζε νὰ διακηρυχθῇ γραπτῶς εἰς ὅλην τὴν περιοχὴν τῆς αὐτοκρατορίας του τοῦτο:

  23. 23

    τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς· ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν ῾Ιερουσαλὴμ ἐν τῇ ᾿Ιουδαίᾳ. τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται Θεὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ ἀναβήτω.

    «Αὐτὰ λέγει ὁ Κῦρος, ὁ αὐτοκράτωρ τῶν Περσῶν, εἰς ὅλα τὰ βασίλεια τῆς γῆς: «Ὁ Κύριος, ὁ Θεὸς τὸν οὐρανοῦ, παρέδωκεν εἰς τὴν ἐξουσίαν μου ὅλα τὰ βασίλεια τῆς γῆς. Αὐτὸς ὁ ἴδιος ἐπίσης μοῦ ἔδωκεν ἐντολὴν νὰ ἀνοικοδομήσω Ναὸν πρὸς δόξαν καὶ τιμήν του εἰς τὴν Ἱερουσαλήμ, ἡ ὁποία εὑρίσκεται εἰς τὴν χώραν τῆς Ἰουδαίας. Ποῖος λοιπὸν ἀπὸ σᾶς, τοὺς ὑπηκόους μου, ἀνήκει εἰς τὸν λαὸν αὐτὸν τῶν Ἰουδαίων; Ὅποιος ἀνήκει εἰς τὸν Ἰουδαϊκὸν λαόν, εἴθε νὰ εἶναι ὁ Θεός του μαζί του! Καὶ ἂς μεταβῇ ἐλεύθερος πλέον εἰς τὴν χώραν του».