Β΄ Παραλειπομένων, κεφάλαιο 34
- 1
ΩΝ ὀκτὼ ἐτῶν ᾿Ιωσίας ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν ῾Ιερουσαλήμ.
Ο Ἰωσίας ἦταν ὀκτὼ ἐτῶν, ὅταν ἔγινε βασιλιᾶς (τὸν βασίλειον) τοῦ Ἰούδα, ἐβασίλευσε δὲ ἐπὶ τριάντα ἕνα χρόνια μὲ ἔδραν τὴν Ἱερουσαλήμ.
- 2
καὶ ἐποίησε τὸ εὐθὲς ἐναντίον Κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυὶδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινε δεξιὰ καὶ ἀριστερά.
Ἔζησε δὲ σύμφωνα μὲ τὸ θέλημα καὶ τὶς ἐντολὲς τοῦ Κυρίου καὶ ἀκολούθησε τὸ θεοφιλὲς παράδειγμα τοῦ Δαβίδ, τοῦ προπάτορος του· δὲν παρεξέκλινεν ἀπὸ τὸν δρόμον, ποὺ ἐβάδιζεν ὁ Δαβίδ, οὔτε δεξιὰ οὔτε ἀριστερά.
- 3
καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ -καὶ αὐτὸς ἔτι παιδάριον- ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶν ἄλσεων καὶ ἀπὸ τῶν περιβωμίων καὶ ἀπὸ τῶν χωνευτῶν.
Καὶ κατὰ τὸ ὄγδοον ἔτος τῆς βασιλείας του, ὅταν ἀκόμη ἦταν πολὺ νεαρός, ἄρχισε μὲ πόθον πολὺν νὰ ζητῇ καὶ νὰ λατρεύῃ τὸν Κύριον, τὸν Θεὸν τοῦ προπάτορος του Δαβίδ. Τέσσερα δὲ ἔτη ἀργότερα, κατὰ τὸ δωδέκατον ἔτος τῆς βασιλείας του, ἄρχισε νὰ καθαρίζῃ καὶ ἐξαγνίζῃ τὸ βασίλειον τοῦ Ἰούδα καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, ἀπὸ τὰ βαθύσκια δάση, τὰ ὁποῖα οἱ εἰδωλολάτραι ἐθεωροῦσαν ἱερά (ἢ κατ' ἄλλην ἑρμηνείαν: Κατέκοψε τὰ ἀγάλματα καὶ σύμβολα τῆς θεᾶς Ἀστάρτης, Ἀφροδίτης τῶν Χαναναίων), καὶ ἀπὸ τὰ γλυπτά (λαξενόμενα ἢ γλυφόμενα ἐπάνω εἰς ξύλον ἢ μάρμαρον) καὶ τὰ χωνευτά (κατασκευαζόμενα ἀπὸ χυτὸν μέταλλον) εἴδωλα.
- 4
καὶ κατέσπασε τὰ κατὰ πρόσωπον αὐτοῦ θυσιαστήρια τῶν Βααλὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ' αὐτῶν καὶ ἔκοψε τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψε καὶ ἐλέπτυνε καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς
Ἐπίσης μὲ ἐντολὴν ἰδικήν του καὶ ὑπὸ τὴν προσωπικὴν ἐπιστασίαν τοῦ ἐκατακομμάτιασαν τὰ θυσιαστήρια τοῦ Βάαλ καὶ τὰ θυσιαστήρια τῶν θυμιαμάτων, ποὺ ἦσαν εἰς τοὺς ὑψηλοὺς εἰδωλολατρικοὺς τόπους, καὶ ἔκοψαν τὰ βαθύσκια ἄλση, τὰ ὁποῖα οἱ εἰδωλολάτραι ἐθεωροῦσαν ἱερά (ἢ κατ' ἄλλην ἑρμηνείαν: Κατέκοψε τὰ ἀγάλματα καὶ σύμβολα τῆς θεᾶς Ἀστάρτης, Ἀφροδίτης τῶν Χαναναίων), σννέτριψαν δὲ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ εἴδωλα καὶ τὰ ἔκαμαν σκόνην ἐσκόρπισαν δὲ τὴν σκόνην αὐτὴν ἐπάνω εἰς τὰ μνήματα ἐκείνων, οἱ ὁποῖοι, ὅταν ἐζοῦσαν, ἐθυσίαζαν εἰς τὰ εἴδωλα αὐτά.
- 5
καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια· καὶ ἐκαθάρισε τὸν ᾿Ιούδαν καὶ τὴν ῾Ιερουσαλήμ.
Ἐπίσης ὁ Ἰωσίας ἔκαυσε τὰ ὀστᾶ τῶν ἱερέων τῶν εἰδώλων ἐπάνω εἰς τὰ εἰδωλολατρικὰ θυσιαστήρια. Καὶ ἔτσι ἐκαθάρισε καὶ ἐξήγνισε τὸ βασίλειον τοῦ Ἰούδα καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ μίασμα τῆς σιχαμερῆς εἰδωλολατρίας.
- 6
καὶ ἐν πόλεσι Μανασσῆ καὶ ᾿Εφραὶμ καὶ Συμεὼν καὶ Νεφθαλὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ
Τὸ ἴδιον ἐπίσης ἔκαμε καὶ εἰς τὶς πόλεις τῶν φυλῶν Μανασσῆ, Ἐφραίμ, Συμεών, Νεφθαλὶ καὶ εἰς τὶς γύρω ἀπὸ αὐτές περιοχές.
- 7
καὶ κατέσπασε τὰ θυσιαστήρια καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς ᾿Ισραήλ, καὶ ἀπέστρεψεν εἰς ῾Ιερουσαλήμ.
Ἐπίσης ἐκατακομμάτιασε τὰ θυσιαστήρια καὶ τὰ βαθύσκια ἄλση, τὰ ὁποῖα οἱ εἰδωλολάτραι ἐθεωροῦσαν ἱερά (ἢ κατ’ ἄλλην ἑρμηνείαν: Ἐκατακομμάτιασε τὰ ἀγάλματα καὶ σύμβολα τῆς θεᾶς Ἀστάρτης, Ἀφροδίτης τῶν Χαναναίων), καὶ τὰ εἴδωλα τὰ ἐλιάνισε καὶ ἐκατακομμάτιασε ὅλους τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, εἰς ὅλην τὴν περιοχὴν τοῦ Ἰσραήλ. Κατόπιν δὲ ἐπέστρεψεν εἰς τὴν Ἱερουσαλήμ.
- 8
Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ τῆς βασιλείας αὐτοῦ τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον ἀπέστειλε τὸν Σαφὰν υἱὸν ᾿Εσελία καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν ᾿Ιουὰχ υἱὸν ᾿Ιωάχαζ τὸν ὑπομνηματογράφον αὐτοῦ κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
Καὶ κατὰ τὸ δέκατον ὄγδοον ἔτος τῆς βασιλείας του, μετὰ τὸν καθαρισμόν (ἑξαγνισμόν) τῆς χώρας καὶ τοῦ Ναοῦ ἀπὸ τὴν σιχαμερὴν εἰδωλολατρίαν, ὁ βασιλιᾶς Ἰωσίας ἔστειλε τὸν Σαφάν, τὸν υἱὸν τοῦ Ἐσελία, καὶ τὸν Μαασά, τὸν διοικητὴν τῆς Ἱερουσαλήμ, καὶ τὸν Ἰουάχ, τὸν υἱὸν τοῦ Ἰωαχάζ, τὸν ἀρχειοφύλακά του, διὰ νὰ ἐπισκευάσουν καὶ ἐπιδιορθώσουν τὸν Ναὸν τοῦ Κυρίου, τοῦ Θεοῦ του.
- 9
καὶ ἦλθον πρὸς Χελκίαν τὸν ἱερέα τὸν μέγαν καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθὲν εἰς οἶκον Θεοῦ, ὃ συνήγαγον οἱ Λευῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσῆ καὶ ᾿Εφραὶμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοίπου ἐν ᾿Ισραὴλ καὶ υἱῶν ᾿Ιούδα καὶ Βενιαμὶν καὶ οἰκούντων ἐν ῾Ιερουσαλήμ,
Τὰ τρία αὐτὰ πρόσωπα ἦλθαν εἰς τὸν ἀρχιερέα Χελκίαν καὶ παρέδωκαν τὸ χρηματικὸν ποσόν, τὸ ὁποῖον εἶχε προσφερθῆ εἰς τὸν Ναὸν τοῦ Θεοῦ, καὶ τὸ ὁποῖον εἶχαν συγκεντρώσει οἱ Λευῖται, οἱ φρουροὶ τῆς πύλης, ἀπό τὶς φυλὲς τοῦ Μανασσῆ καὶ τοῦ Ἐφραὶμ καὶ ἀπὸ τοὺς ἀρχηγοὺς καὶ ἀπὸ ὅλους, ὅσοι εἶχαν ἀπομείνει εἰς τὸ βόρειον βασίλειον τοῦ Ἰσραήλ, καὶ ἀπὸ τὸν λαὸν τῶν φυλῶν τοῦ Ἰούδα καὶ τοῦ Βενιαμὶν καὶ ἀπὸ τοὺς κατοίκους τῆς Ἱερουσαλήμ.
- 10
καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ καθεσταμένοι ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα, οἳ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι καὶ κατισχῦσαι τὸν οἶκον.
Τὸ χρηματικὸν αὐτὸ ποσὸν τὸ παρέδωκαν εἰς τὰ χέρια ἐκείνων, οἱ ὁποῖοι ἐπώπτευαν καὶ παρακολουθοῦσαν τὶς ἐπισκευές, ποὺ ἐγίνοντο εἰς τὸν Ναὸν τοῦ Κυρίου. Αὐτοὶ δὲ ἔδωκαν τὸ ποσὸν τοῦτο εἰς ἐκείνους, ποὺ ἦσαν ἐπιφορτισμένοι διὰ τὰ ἔργα τῆς ἐπισκευῆς εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὥστε νὰ ἐπισκευάσουν καὶ νὰ ἐπιδιορθώσουν τὶς φθορὲς τοῦ Ναοῦ καὶ ἔτσι νὰ τὸν στερεώσουν.
- 11
καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις ἀγοράσαι λίθους τετραπέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους, οὓς ἐξωλόθρευσαν βασιλεῖς ᾿Ιούδα·
Τὸ χρηματικὸν ποσὸν τὸ παρέδωκαν εἰς τοὺς ξυλουργοὺς καὶ τοὺς κτίστες, διὰ νὰ ἀγοράσουν πέτρες πελεκητές, τετραγωνισμένες καὶ ξύλα διὰ δοκάρια, ὥστε νὰ στεγάσουν (κατὰ τὸ Ἑβραϊκόν: Νὰ ὑποστυλώσουν) τὶς οἰκοδομές (τοῦ Ναοῦ;), τὶς ὁποῖες οἱ ἀσεβεῖς βασιλεῖς τοῦ Ἰούδα εἶχαν καταστρέφει.
- 12
καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπ' αὐτῶν ἐπίσκοποι ᾿Ιὲθ καὶ ᾿Αβδίας οἱ Λευῖται ἐξ υἱῶν Μεραρὶ καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καὰθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης καὶ πᾶς συνιὼν ἐν ὀργάνοις ᾠδῶν.
Οἱ ἄνδρες ὑπῆρξαν εὐσυνείδητοι καὶ ἔμπιστοι εἰς τὴν ἐργασίαν των ἐπόπται δὲ τῶν ἀνδρῶν ἐκείνων ἦσαν οἱ Λευῖται Ἰὲθ καὶ Ἀβδίας, οἱ ὁποῖοι κατήγοντο ἀπὸ τοὺς ἀπογόνους τοῦ Μεραρί, καὶ οἱ Ζαχαρίας καὶ Μοσολλάμ, οἱ ὁποῖοι κατήγοντο ἀπὸ τοὺς ἀπογόνους τοῦ Καάθ· αὐτοὶ ἐπώπτευαν τὰ ἔργα. Μαζί των ἦσαν ἐπίσης καὶ ὅλοι οἰ Λευῖται καὶ ὅλοι ἐκεῖνοι (μάλιστα δὲ ἐκεῖνοι), ποὺ ἦσαν εἰδικοὶ καὶ ἐπιδέξιοι νὰ παίζουν μουσικὰ ὄργανα.
- 13
καὶ ἐπὶ τῶν νωτοφόρων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασία καὶ ἐργασία, καὶ ἀπὸ τῶν Λευιτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί.
Ἄλλοι Λευῖται ἦσαν ἐπόπται τῶν ἀχθοφόρων καὶ ὅλων ἐκείνων, ποὺ εἰργάζοντο τὰ διάφορα ἔργα. Ἐνῷ ἄλλοι ἀπὸ τοὺς Λευῖτες ἦσαν γραμματεῖς, κριταί (κατὰ τὸ Ἑβραϊκόν: Ἀρχειοφύλακες) καὶ Θυρωροί.
- 14
καὶ ἐν τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εὗρε Χελκίας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ.
Ἐνῷ δὲ αὐτοὶ μετέφεραν τὸ χρηματικὸν ποσόν, τὸ ὁποῖον εἶχε κατατεθῇ εἰς τὸν Ναὸν τοῦ Κυρίου, ὁ ἀρχιερεὺς Χελκίας εὑρῆκε τὸ βιβλίον τοῦ Νόμου τοῦ Κυρίου, ὁ ὁποῖος ἐδόθη εἰς τὸν λαὸν διὰ τοῦ Μωϋσῆ.
- 15
καὶ ἀπεκρίθη Χελκίας καὶ εἶπε πρὸς Σαφὰν τὸν γραμματέα· βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον τῷ Σαφάν.
Τότε ὁ Χελκίας εἶπεν εἰς τὸν γραμματέα Σαφάν: «Εὑρῆκα τὸ βιβλίον τοῦ Νόμου εἰς τὸν Ναὸν τοῦ Κυρίου». Καὶ ὁ Χελκίας παρέδωκε τὸ βιβλίον εἰς τὸν Σαφάν.
- 16
καὶ εἰσήνεγκε Σαφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον· πᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδων σου τῶν ποιούντων τὸ ἔργον,
Ὁ Σαφὰν παρέλαβε τὸ βιβλίον καὶ τὸ ἔφερεν εἰς τὸν βασιλιᾶ, εἰς τὸν ὁποῖον ἀκόμη ἀνέφερε καὶ τὰ ἑξῆς: «Ὅλον τὸ χρηματικὸν ποσόν, τὸ ὁποῖον εἶχε προσφερθῆ, παρεδόθη εἰς τὰ χέρια τῶν δούλων σου, οἱ ὁποῖοι ἀνέλαβαν τὸ ἔργον τῆς ἐπισκευῆς τοῦ Ναοῦ·
- 17
καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἔδωκαν ἐπὶ χεῖρα τῶν ἐπισκόπων καὶ ἐπὶ χεῖρα τῶν ποιούντων τὴν ἐργασίαν.
αὐτοὶ συνεκέντρωσαν καὶ κατεμέτρησαν τὸ χρηματικὸν ποσόν, ποὺ εἶχε κατατεθῇ εἰς τὸν Ναὸν τοῦ Κυρίου, καὶ τὸ παρέδωκαν εἰς τὰ χέρια τῶν ἐποπτῶν τῶν ἔργων, αὐτοὶ δὲ τὸ παρέδωκαν ἐν συνεχείᾳ εἰς τὰ χέρια ἐκείνων, οἱ ὁποῖοι ἀνέλαβαν τὶς ἐργασίες τῆς ἐπιδιορθώσεως τοῦ Ναοῦ».
- 18
καὶ ἀπήγγειλε Σαφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λόγον λέγων· βιβλίον δέδωκέ μοι Χελκίας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως.
Ἐπίσης ὁ γραμματεὺς Σαφὰν ἐπληροφόρησε τὸν βασιλιᾶ καὶ τοῦ εἶπε: «Βιβλίον ἔδωκεν εἰς ἐμὲ ὁ ἀρχιερεὺς Χελκίας». Καὶ ὁ Σαφὰν ἐδιάβασε τὸ βιβλίον αὐτὸ μεγαλοφώνως ἐμπρὸς εἰς τὸν βασιλιᾶ.
- 19
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ νόμου, καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ.
Συνέβη δὲ τοῦτο: Μόλις ὁ βασιλιᾶς ἄκουσε τὰ λόγια, ποὺ ἦσαν γραμμένα εἰς τὸ βιβλίον τοῦ Νόμου, ἔσχισε τὰ ροῦχα του ἀπὸ φόβον καὶ βαθεῖαν συγκίνησιν.
- 20
καὶ ἐνετείλατο βασιλεὺς τῷ Χελκίᾳ καὶ τῷ ᾿Αχικὰμ υἱῷ Σαφὰν καὶ τῷ ᾿Αβδὼν υἱῷ Μιχαία καὶ τῷ Σαφὰν τῷ γραμματεῖ καὶ τῷ ᾿Ασαΐᾳ παιδὶ τοῦ βασιλέως λέγων·
Τότε ὁ βασιλιᾶς γεμᾶτος συγκίνησιν καὶ φόβον διέταξε τὸν ἀρχιερέα Χελκίαν καὶ τὸν Ἀχικάμ, υἱὸν τοῦ Σαφάν, καὶ τὸν Ἀβδών, υἱὸν τοῦ Μιχαία, καὶ τὸν Σαφὰν τὸν γραμματέα καὶ τὸν Ἀσαΐαν, τὸν δοῦλον (ἀκόλουθον) τοῦ βασιλιᾶ, καὶ τοὺς εἶπε:
- 21
πορεύθητε ζητήσατε τὸν Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν ᾿Ισραὴλ καὶ ᾿Ιούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος, ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ εἰσήκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
«Πηγαίνετε, ἐρωτῆστε καὶ συμβουλευθῆτε τὸν Κύριον δι’ ἐμὲ καὶ δι’ ὅλους, ὅσοι ἔχουν ἀπομείνει εἰς τὸ βασίλειον τοῦ Ἰσραὴλ καὶ τοῦ Ἰούδα, σχετικὰ μὲ τὸ περιεχόμενον τῶν λόγων, οἱ ὁποῖοι εἶναι γραμμένοι εἰς τὸ βιβλίον τοῦ Νόμου ποὺ εὑρέθη. Διότι εἶναι μεγάλος ὁ θυμὸς τοῦ Κυρίου, ποὺ ἔχει ἀνάψει καὶ καίεται ὅπως τὸ καμίνι ἐναντίον μας, ἐπειδὴ οἱ προπάτορές μας δὲν συνεμορφώθησαν πρὸς τὰ λόγια τοῦ Κυρίου, ὥστε νὰ ἀναστραφοῦν καὶ νὰ ἐφαρμόσουν ὅλα, ὅσα εἶναι γραμμένα εἰς τὸ βιβλίον αὐτό».
- 22
καὶ ἐπορεύθη Χελκίας καὶ οἷς εἶπεν ὁ βασιλεὺς πρὸς ῎Ολδαν τὴν προφῆτιν γυναῖκα Σελλὴμ υἱοῦ Θεκωὲ υἱοῦ ᾿Αρὰς φυλάσσουσαν τὰς ἐντολάς -καὶ αὕτη κατῴκει ἐν ῾Ιερουσαλὴμ ἐν μασαναί- καὶ ἐλάλησαν αὐτῇ κατὰ ταῦτα.
Ἔτσι ὁ ἀρχιερεὺς Χελκίας καὶ ὅλοι, εἰς ὅσους ἔδωκεν ἐντολὴν ὁ βασιλιᾶς, ἐπῆγαν εἰς τὴν προφήτιδα Ὄλδαν, τὴν σύζυγον τοῦ Σελλήμ, υἱοῦ τοῦ Θεκωὲ καὶ ἐγγόνου τοῦ Ἀράς, ἡ ὁποία ἐφύλασσε τὶς ἐντολὲς (κατὰ τὸ Ἑβραϊκόν: Τοῦ Ἀράς, τοῦ ἰματιοφύλακος)· ἢ Ὄλδα ἑκατοικοῦσε εἰς τὴν Ἱερουσαλὴμ εἰς τὴν δευτέραν συνοικίαν (κατ’ ἄλλην ἑρμηνείαν: Εἰς τὸ νεώτερον τμῆμα τῆς Ἱερουσαλήμ). Οἱ ἀπεσταλμένοι τοῦ βασιλιᾶ ἦλθαν εἰς τὴν Ὄλδαν καὶ τῆς διηγήθησαν τὰ σχετικὰ μὲ τὴν εὕρεσιν τοῦ βιβλίου τοῦ Νόμου καὶ ὅσα τοὺς διέταξεν ὁ βασιλιᾶς.
- 23
καὶ εἶπεν αὐτοῖς· οὕτως εἶπε Κύριος ὁ Θεὸς ᾿Ισραήλ· εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με.
Ἡ Ὄλδα τοὺς ἀπάντησε: «Ἔτσι παρήγγειλεν ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ· πέστε εἰς τὸν ἄνδρα, ποὺ σᾶς ἀπέστειλεν εἰς ἐμέ, τὰ ἀκόλουθα:
- 24
οὕτω λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακά, τοὺς πάντας λόγους τοὺς γεγραμμένους ἐν τῷ βιβλίῳ τῷ ἀνεγνωσμένῳ ἐναντίον τοῦ βασιλέως ᾿Ιούδα,
«Αὐτὰ λέγει ὁ Κύριος: Νά· ἐγὼ θὰ τιμωρήσω τὸν τόπον αὐτόν, τὴν Ἱερουσαλήμ, μὲ μεγάλην καταστροφήν, σύμφωνα μὲ ὅσα εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦ Νόμου, τὸ ὁποῖον ἔχει ἀναγνωσθῆ ἐμπρὸς εἰς τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα.
- 25
ἀνθ' ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίασαν θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν· καὶ ἐξεκαύθη ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται.
Ἡ καταστροφὴ αὐτὴ θὰ γίνῃ, διότι ἐγκατέλειψαν ἐμέ, τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεόν, καὶ ἐπρόσφεραν θυμίαμα εἰς θεοὺς ξένους καὶ ἔτσι μὲ ἀνάγκασαν νὰ ἐξοργισθῶ πάρα πολὺ δι’ ὅλα αὐτὰ τὰ ἔργα τῶν χεριῶν των. Ἔτσι ἄναψε σὰν φωτιὰ ὁ θυμός μου ἐναντίον τοῦ τόπου αὐτοῦ, τῆς Ἱερουσαλήμ, καὶ δὲν πρόκειται νὰ σβησθῇ».
- 26
καὶ ἐπὶ βασιλέα ᾿Ιούδα τὸν ἀποστείλαντα ὑμᾶς τοῦ ζητῆσαι τὸν Κύριον οὕτως ἐρεῖτε αὐτῷ· οὕτω λέγει Κύριος ὁ Θεὸς ᾿Ισραήλ· τοὺς λόγους, οὓς ἤκουσας,
Εἰς δὲ τὸν βασιλιᾶ τοῦ βασιλείου τοῦ Ἰούδα, ὁ ὁποῖος σᾶς ἀπέστειλε διὰ νὰ ἐρωτήσετε καὶ συμβουλευθῆτε τὸν Κύριον, νὰ τοῦ εἰπῆτε τὰ ἀκόλουθα: « Αὐτὰ λέγει ὁ Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ: Ἐπειδὴ ἀπὸ τὰ ἀπειλητικὰ λόγια, τὰ ὁποῖα ἄκουσες ἀπὸ τὴν ἀνάγνωσιν τοῦ βιβλίου τοῦ Νόμου,
- 27
καὶ ἐνετράπη ἡ καρδία σου καὶ ἐταπεινώθης ἀπὸ προσώπου μου ἐν τῷ ἀκοῦσαί σε τοὺς λόγους μου ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὸν καὶ ἐταπεινώθης ἐναντίον μου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας κατεναντίον μου, καὶ ἐγὼ ἤκουσα, φησὶ Κύριος·
ἐγέμισεν ἀπὸ συντριβὴν καὶ κατάνυξιν ἡ καρδιά σου καὶ μετενόησες καὶ ἐταπεινώθης ἐνώπιόν μου, μόλις ἄκουσες τὰ ἀπειλητικὰ λόγια μου ἐναντίον τοῦ τόπου αὐτοῦ (τῆς Ἱερουσαλήμ) καὶ ἐναντίον ἐκείνων, οἱ ὁποῖοι κατοικοῦν εἰς αὐτόν· ἐπειδὴ λοιπὸν συνετρίβης ἐνώπιόν μου καὶ ἔσχισες τὰ ροῦχα σου εἰς ἔνδειξιν πένθους καὶ μετανοίας καὶ ἔκλαυσες ἐμπρός μου, δι’ ὅλα αὐτὰ ἐγὼ σὲ ἄκουσα, λέγει ὁ Κύριος.
- 28
ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ προστεθήσῃ πρὸς τὰ μνήματά σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου ἐν πᾶσι τοῖς κακοῖς, οἷς ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν. καὶ ἀπέδωκαν τῷ βασιλεῖ λόγον,
Νά· ἐγὼ σὲ ἀφήνω νὰ ἀποθάνῃς καὶ νὰ προστεθῇς εἰς τοὺς ἀποθαμένους προγόνους σου καὶ νὰ ταφῇς εἰς τοὺς τάφους τῶν προπατόρων σου εἰρηνικά. Ἔτσι τὰ μάτια σου δὲν θὰ ἰδοῦν ὅλες αὐτὲς τὶς μεγάλες συμφορές, μὲ τὶς ὁποῖες ἐγὼ θὰ τιμωρήσω τὸν τόπον τοῦτον καὶ ὅλους, ὅσοι κατοικοῦν εἰς αὐτόν». Οἱ ἀπεσταλμένοι ἐπέστρεψαν εἰς τὸν βασιλιᾶ Ἰωσίαν καὶ τοῦ μετέφεραν τὸ μήνυμα, ποὺ τοῦ ἔστειλεν ὁ Θεὸς μέσῳ τῆς προφήτιδος Ὄλδας.
- 29
καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγε τοὺς πρεσβυτέρους ᾿Ιούδα καὶ ῾Ιερουσαλήμ.
Τότε ὁ βασιλιᾶς Ἰωσίας ἔστειλε καὶ συνεκέντρωσε κοντά του τοὺς πρεσβυτέρους (ἡγέτες) τοῦ βασιλείου τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ.
- 30
καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου καὶ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.
Καὶ ὅταν συνεκεντρώθησαν, ἀνέβη ὁ βασιλιᾶς εἰς τὸν Ναὸν τοῦ Κυρίου, μαζί του δὲ ἀνέβησαν καὶ ὅλος ὁ λαὸς τοῦ βασιλείου τοῦ Ἰούδα καὶ ὅλοι, ὅσοι ἐκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ὅλος ὁ ὑπόλοιπος λαός, μικροὶ καὶ μεγάλοι (κατ’ ἄλλην ἑρμηνείαν: Πτωχοὶ καὶ πλούσιοι). Καὶ ὁ βασιλιᾶς ἐδιάβασε εἰς ἐπήκοον ὅλων ὅλα τὰ λόγια τοῦ βιβλίου τῆς Διαθήκης, τὸ ὁποῖον εὑρέθη εἰς τὸν Ναὸν τὸν Κυρίου.
- 31
καὶ ἔστη ὁ βασιλεὺς ἐπὶ τὸν στῦλον καὶ διέθετο διαθήκην ἐναντίον Κυρίου τοῦ πορευθῆναι ἐνώπιον Κυρίου τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ μαρτύρια καὶ προστάγματα αὐτοῦ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ, ὥστε ποιεῖν τοὺς λόγους τῆς διαθήκης τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ τούτῳ.
Κατόπιν ὁ βασιλιᾶς ἐστάθη ὄρθιος ἐπάνω εἰς εἰδικὴν ἐξέδραν, ποὺ εὑρίσκετο (κοντά;) εἰς τὸν βασιλικὸν στῦλον, καὶ ἔδωκεν ὑπόσχεσιν ἐμπρὸς εἰς τὸν Κύριον, ὅτι θὰ ὑπακούῃ εἰς τὸν Κύριον καὶ θὰ φυλάσσῃ τὶς ἐντολές του καὶ τὶς μαρτυρίες του καὶ τὰ προστάγματά του μὲ ὅλην τὴν καρδιά του καὶ μὲ ὅλην τὴν δύναμιν τῆς ψυχῆς του. Ὑπεσχεθη εἰς τὸν Θεόν, ὅτι θὰ ἐφαρμόζῃ τὶς ἐντολὲς τῆς Διαθήκης, ποὺ ἦσαν γραμμένες εἰς τὸ βιβλίον τοῦτο τοῦ Νόμου.
- 32
καὶ ἔστησε πάντας τοὺς εὑρεθέντας ἐν ῾Ιερουσαλὴμ καὶ Βενιαμίν, καὶ ἐποίησαν οἱ κατοικοῦντες ῾Ιερουσαλὴμ διαθήκην ἐν οἴκῳ Κυρίου Θεοῦ πατέρων αὐτῶν.
Κατόπιν ὑπεχρέωσε καὶ ὅλους ἐκείνους, ποὺ ἦσαν παρόντες εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὴν φυλὴν τοῦ Βενιαμίν, νὰ συμμορφωθοῦν πρὸς τὴν ὑπόσχεσιν αὐτήν. Ἔτσι, ὅσοι ἑκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ, ἀνενέωσαν τὴν μετὰ τοῦ Θεοῦ διαθήκην εἰς τὸν Ναὸν τοῦ Θεοῦ τῶν πατέρων των.
- 33
καὶ περιεῖλεν ᾿Ιωσίας τὰ πάντα βδελύγματα ἐκ πάσης τῆς γῆς, ἣ ἦν υἱῶν ᾿Ισραήλ, καὶ ἐποίησε πάντας τοὺς εὑρεθέντας ἐν ῾Ιερουσαλὴμ καὶ ἐν ᾿Ισραὴλ τοῦ δουλεύειν Κυρίῳ Θεῷ αὐτῶν πάσας τὰς ἡμέρας αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπὸ ὄπισθεν Κυρίου Θεοῦ πατέρων αὐτοῦ.
Ὁ βασιλιᾶς Ἰωσίας ἐσήκωσε καὶ ἀφήρεσεν ἐπίσης ὅλα τὰ σιχαμερὰ εἴδωλα ἀπὸ ὅλην τὴν περιοχήν, ποὺ ἀνῆκεν εἰς τοὺς Ἰσραηλῖτες, καὶ ὑπεχρέωσεν ὅλους, ὅσοι εὑρίσκοντο εἰς τὴν Ἱερουσαλὴμ καὶ εἰς τὴν περιοχὴν τοῦ Ἰσραήλ, νὰ λατρεύουν ὡς δοῦλοι πιστοὶ τὸν Κύριον, τὸν Θεόν των, καθ’ ὅλην τὴν διάρκειαν τῆς ζωῆς του. Ὁ Ἰωσίας δὲν παρεξέκλινεν ἀπὸ τὸν νόμον τοῦ Θεοῦ, ἀλλ’ ἀκολούθησε μὲ πιστότητα καὶ σταθερότητα ὀπίσω ἀπὸ τὸν Κύριον, τὸν Θεὸν τῶν πατέρων του.
