Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Β΄ Παραλειπομένων, κεφάλαιο 32

33 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθε Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων καὶ ἦλθεν ἐπὶ ᾿Ιούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπε προκαταλαβέσθαι αὐτάς.

    Μετὰ τὰ γεγονότα, τὰ ὁποῖα ἀνεφέρθησαν, καὶ τὰ θεοφιλῆ καὶ γεμᾶτα πίστιν καὶ ἀφοσίωσιν πρὸς τὸν Θεὸν ἔργα τὸν Ἐζεκία, ὁ Σενναχηρίμ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων, ἐπροχώρησε καὶ εἰσέβαλεν εἰς τὸ βασίλειον τοῦ Ἰούδα· ἐπολιόρκησε τὶς ὀχυρὲς πόλεις καὶ διέταξε τὸν στρατόν του νὰ τὶς καταλάβῃ.

  2. 2

    καὶ εἶδεν ᾿Εζεκίας ὅτι ἥκει Σενναχηρὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ ῾Ιερουσαλήμ,

    Ὅταν ὁ Ἐζεκίας ἀντελήφθη ὅτι ἡ προέλασις τοῦ Σενναχηρὶμ εἶχεν ὡς ἀντικειμενικὸν σκοπὸν νὰ ἐπιτεθῇ κατὰ τῆς Ἱερουσαλήμ,

  3. 3

    καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν, ἃ ἦν ἔξω τῆς πόλεως, καὶ συνεπίσχυσαν αὐτῷ.

    συνεσκέφθη καὶ ἀπεφάσισε μὲ τοὺς πολιτικοὺς καὶ τοὺς στρατιωτικοὺς σνμβούλους καὶ ἀξιωματικούς του νὰ φράξῃ τὰ νερὰ τῶν πηγῶν, ποὺ ἦσαν ἔξω ἀπὸ τὴν πόλιν τῆς Ἰερουσαλήμ· οἱ πολιτικοὶ καὶ στρατιωτικοὶ σύμβουλοι καὶ ἀξιωματικοί του ὑπεστήριξαν τὴν πρότασιν τοῦ Ἐζεκία καὶ τὸν ἐνίσχυσαν εἰς τὸ ἔργον αὐτό.

  4. 4

    καὶ συνήγαγε λαὸν πολὺν καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως λέγων· μὴ ἔλθῃ βασιλεὺς ᾿Ασσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.

    Τότε ὁ βασιλιᾶς συνεκέντρωσε λαὸν πολὺν καὶ ἔφραξε τὰ νερὰ τῶν πηγῶν καὶ τὸν ποταμόν, ποὺ ἔτρεχε κοντὰ εἰς τὴν πόλιν (κατὰ τὸ Ἑβραϊκόν: Ποὺ ἔτρεχε διὰ μέσου τῆς χώρας). Τοῦτο τὸ ἔκαμε, διότι εἶπε: «Μήπως ἔλθῃ ὁ βασιλιᾶς τῶν Ἀσσυρίων καὶ εὕρῃ νερὸ πολὺ καὶ ὑπερισχύσῃ».

  5. 5

    καὶ κατίσχυσεν ᾿Εζεκίας καὶ ᾠκοδόμησε πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο καὶ κατίσχυσε τὸ ἀνάλημμα τῆς πόλεως Δαυὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά.

    Ὁ βασιλιᾶς ἔλαβε θάρρος καὶ ἐπροχώρησε μὲ ἀποφασιστικότητα· ἔτσι ἐπιδιώρθωσε καὶ ἀνοικοδόμησε ὅλα τὰ κατεστραμμένα τμήματα τοῦ τείχους τῆς Ἱερουσαλὴμ καὶ τοὺς πύργους (κατὰ τὸ Ἑβραϊκόν: Ὕψωσε πύργους ἐπάνω εἰς τὸ τεῖχος). Ἐπίσης ἔκτισεν ἄλλο, δεύτερον ἐξωτερικὸν τεῖχος· ἐπὶ πλέον ἐνίσχυσε τὸ φρούριον τῆς πόλεως τοῦ Δαβὶδ καὶ κατεσκεύασεν ὅπλα πολλά.

  6. 6

    καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων·

    Ἀκόμη ἐτοποθέτησε στρατηγοὺς ἐπὶ κεφαλῆς τοῦ λαοῦ (τοῦ στρατοῦ) τῆς πόλεως καὶ τοὺς συνεκέντρωσε κοντά του εἰς τὴν ἀνοικτὴν πλατεῖαν τῆς Πύλης τῆς Φάραγγος, τοὺς ἐμίλησε εἰς τὴν καρδιά των καὶ τοὺς εἶπε τὰ ἑξῆς ἐνθαρρυντικά:

  7. 7

    ἰσχύσατε καὶ ἀνδρίζεσθε καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως ᾿Ασσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείονες ἢ μετ' αὐτοῦ·

    «Ἔχετε θάρρος· ἀγωνισθῆτε μὲ ἀποφασιστικότητα ὡς γενναῖοι ἄνδρες· μὴ φοβηθῆτε καὶ μὴ πανικοβληθῆτε ἀπὸ τὴν παρουσίαν τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων καὶ ἀπὸ τὴν παρουσίαν ὅλης τῆς στρατιωτικῆς ὀρδῆς, ἡ ὁποία εἶναι μαζί του, διότι ἐκεῖνοι, ποὺ εἶναι μαζί μας, εἶναι πολὺ περισσότεροι ἀπὸ ἐκείνους, οἱ ὁποῖοι εἶναι μαζί του.

  8. 8

    μετ' αὐτοῦ βραχίονες σάρκινοι, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν τοῦ σῴζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις ᾿Εζεκίου βασιλέως ᾿Ιούδα.

    Μαζὶ μὲ τὸν Σενναχηρὶμ εἶναι βραχίονες σάρκινοι, ματαία ἀνθρωπίνη δύναμις, ἐνῷ μαζί μας εἶναι δύναμις θεία, ὁ Κύριος καὶ Θεός μας, ἕτοιμος νὰ μᾶς βοηθήσῃ καὶ νὰ μᾶς σώσῃ καὶ νὰ πολεμήσῃ αὐτὸς ἀντὶ ἡμῶν τὸν πόλεμον, τὸν ὁποῖον ἀναλαμβάνομεν». Εἰς τὸ ἄκουσμα τῶν λόγων αὐτῶν τοῦ Ἐζεκία, βασιλιᾶ τοῦ Ἰούδα, ὁ λαὸς ἔλαβεν ἐνίσχυσιν καὶ θάρρος.

  9. 9

    καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ ῾Ιερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς καὶ πᾶσα ἡ στρατιὰ μετ' αὐτοῦ, καὶ ἀπέστειλε πρὸς ᾿Εζεκίαν βασιλέα ᾿Ιούδα καὶ πρὸς πάντα ᾿Ιούδα τὸν ἐν ῾Ιερουσαλὴμ λέγων·

    Ἔπειτα ἀπὸ αὐτὰ ὁ Σενναχηρίμ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων, ἀπέστειλε (μερικοὺς ἀπό) τοὺς δούλους του ἐναντίον τῆς Ἱερουσαλήμ, ἐνῷ ἀκόμη αὐτὸς καὶ ὅλος ὁ στρατός του ἐπολιορκοῦσε τὴν Λαχίς. Ἀπέστειλε δὲ ὁ Σενναχηρὶμ μήνυμα πρὸς τὸν Ἐζεκίαν, τὸν βασιλιᾶ τοῦ Ἰούδα, καὶ πρὸς ὅλον τὸν λαὸν τοῦ Ἰούδα, ποὺ εὑρίσκετο εἰς τὴν Ἱερουσαλήμ, τὸ ὁποῖον ἔλεγεν:

  10. 10

    οὕτως λέγει Σενναχηρὶμ βασιλεὺς ᾿Ασσυρίων· ἐπὶ τί ὑμεῖς πεποίθατε καὶ καθήσεσθε ἐν τῇ περιοχῇ ἐν ῾Ιερουσαλήμ;

    «Αὐτὰ λέγει ὁ Σενναχηρίμ, ὁ βασιλιᾶς τῶν Ἀσσυρίων: «Εἰς τί καὶ εἰς ποῖον ἔχετε στηρίξει τὴν πεποίθησίν σας σεῖς, ὁ λαός, καὶ παραμένετε εἰς τὴν περικυκλωμένην καὶ πολιορκουμένην πόλιν τῆς Ἱερουσαλήμ;

  11. 11

    οὐχὶ ᾿Εζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν λέγων· Κύριος ὁ Θεὸς ἡμῶν σώσει ἡμᾶς ἐκ χειρὸς βασιλέως ᾿Ασσούρ;

    Δὲν εἶναι μήπως ὁ Ἐζεκίας ἐκεῖνος, ὁ ὁποῖος σᾶς ἐξαπατᾷ, μόνον καὶ μόνον διὰ νὰ σᾶς παραδώσῃ εἰς θάνατον καὶ εἰς πεῖναν καὶ εἰς δίψαν καὶ σᾶς λέγει· «ὁ Κύριος, ὁ Θεός μας, θὰ μᾶς σώσῃ ἀπὸ τὰ χέρια τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων»;

  12. 12

    οὐχ οὗτός ἐστιν ᾿Εζεκίας, ὃς περιεῖλε τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ καὶ εἶπε τῷ ᾿Ιούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν ῾Ιερουσαλὴμ λέγων· κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ' αὐτῷ θυμιάσατε;

    Μήπως δὲν εἶναι ὁ Ἐζεκίας ἐκεῖνος, ὁ ὁποῖος ἀφήρεσε καὶ κατέστρεψε τὰ θυσιαστήρια τοῦ θεοῦ καὶ τοὺς εἰδωλολατρικοὺς τόπους τῆς λατρείας, ποὺ εὑρίσκοντο εἰς ὑψηλὲς τοποθεσίες, καὶ διέταξε τοὺς κατοίκους τοῦ βασιλείου τοῦ Ἰούδα καὶ εἰδικώτερα τοὺς κατοίκους τῆς Ἱερουσαλήμ, λέγων· «ἐμπρός, εἰς αὐτὸ τὸ ἕνα καὶ μόνον θυσιαστήριον τῆς Ἱερουσαλὴμ θὰ προσκυνῆτε καὶ θὰ λατρεύετε τὸν Θεὸν καὶ εἰς αὐτὸ μόνον νὰ προσφέρετε θυμίαμα»;

  13. 13

    οὐ γνώσεσθε ὅ,τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου;

    Δὲν ἔχετε πληροφορηῆ τὶ ἔκαμα ἐγὼ καὶ οἱ προκάτοχοί μου εἰς ὅλους τοὺς λαοὺς τῶν ἄλλων χωρῶν; Μήπως ἠμπόρεσαν οἱ θεοὶ τῶν ἐθνῶν ὅλης τῆς γῆς νὰ σώσουν τοὺς λαούς των ἀπὸ τὰ χέρια μου;

  14. 14

    τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων, οὓς ἐξωλόθρευσαν οἱ πατέρες μου; μὴ ἐδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ Θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου;

    Ποῖος ἀπὸ ὅλους τοὺς θεοὺς τῶν ἐθνῶν ἐκείνων, τὰ ὁποῖα ἐξωλόθρευσαν οἱ προκάτοχοί μου, ἠμπόρεσε νὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰ χέρια μου, ὥστε νὰ πιστεύετε τώρα σεῖς ὅτι θὰ ἠμπορέσῃ καὶ ὁ ἰδικός σας Θεὸς νὰ σᾶς γλυτώσῃ ἀπὸ τὰ χέρια μου;

  15. 15

    νῦν οὖν μὴ ἀπατάτω ὑμᾶς ᾿Εζεκίας καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ Θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ Θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου.

    Τώρα λοιπὸν ἂς μὴ σᾶς ἐξαπατᾷ ὁ Ἐζεκίας καὶ ἂς μὴ σᾶς παραπλανᾷ, ὥστε νὰ πιστεύετε εἰς τὰ λόγια του. Διότι οὐδεὶς θεὸς κανενὸς ἔθνους καὶ καμμιᾶς βασιλείας δὲν ἠμπορεῖ νὰ σώσῃ τὸν λαόν του ἀπὸ τὰ χέρια μου, ὅπως δὲν ἠμπόρεσε νὰ τὸν γλυτώσῃ ἀπὸ τὰ χέρια τῶν προκατόχων μου. Κατὰ τὸν ἴδιον ἀκριβῶς τρόπον καὶ ὁ Θεός σας δὲν θὰ ἠμπορέσῃ νὰ σᾶς σώσῃ ἀπὸ τὰ χέρια μου!».

  16. 16

    καὶ ἔτι ἐλάλησαν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸν Κύριον Θεὸν καὶ ἐπὶ ᾿Εζεκίαν παῖδα αὐτοῦ.

    Οἱ ἀπεσταλμένοι τοῦ Σενναχηρὶμ εἶπαν ἀκόμη περισσότερα καὶ ὑβριστικώτερα ἐναντίον τοῦ Κυρίου καὶ Θεοῦ καὶ ἐναντίον τοῦ δούλου τοῦ Ἐζεκία.

  17. 17

    καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν Κύριον Θεὸν ᾿Ισραὴλ καὶ εἶπε περὶ αὐτοῦ λέγων· ὡς οἱ θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρος μου, οὕτως οὐ μὴ ἐξέληται ὁ Θεὸς ᾿Εζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου,

    Ὁ Σενναχηρὶμ ἔγραψεν ἐπίσης καὶ ἐπιστολήν, διὰ νὰ προσβάλῃ καὶ νὰ ὑβρίσῃ τὸν Κύριον, τὸν Θεὸν τοῦ Ἰσραήλ, εἰς αὐτὴν δὲ ἀνέφερε τὰ ἀκόλουθα: «Ὅπως ἀκριβῶς οἱ θεοὶ τῶν ἄλλων ἐθνῶν τῆς γῆς δὲν ἔσωσαν τοὺς λαούς των ἀπὸ τὰ χέρια μου, ἔτσι δὲν πρόκειται νὰ γλυτώσῃ καὶ ὁ Θεὸς τοῦ Ἐζεκία τὸν λαὸν του ἀπὸ τὰ χέρια μου».

  18. 18

    καὶ ἐβόησε φωνῇ μεγάλῃ ᾿Ιουδαϊστὶ ἐπὶ τὸν λαὸν ῾Ιερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους, τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν.

    Ἕνας δὲ ἀπὸ τοὺς ἀπεσταλμένους τοῦ Σενναχηρὶμ ἐφώναξε μὲ μεγάλην φωνὴν εἰς τὰ Ἑβραϊκὰ πρὸς τὸν λαὸν τῆς Ἱερουσαλήμ, ὁ ὁποῖος εὑρίσκετο ἐπάνω εἰς τὸ τεῖχος τῆς πόλεως, διὰ να τοὺς τρομοκρατήσῃ καὶ να τοὺς ἀποθαρρύνη, μὲ τὴν ἐλπίδα ὅτι ἔτσι θὰ ἐκυρίευαν εὐκολώτερα τὴν Ἱερουσαλήμ.

  19. 19

    καὶ ἐλάλησεν ἐπὶ Θεὸν ῾Ιερουσαλήμ, ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων.

    Ἐπὶ πλέον ὁ ἀπεσταλμένος ἐκεῖνος τοῦ Σενναχηρὶμ ἐμίλησε μὲ προσβλητικὸν καὶ ὑβριστικὸν τρόπον ἐναντίον τοῦ Θεοῦ τῆς Ἱερουσαλήμ, ὅπως θὰ ἐμιλοῦσε καὶ ἐναντίον τῶν εἰδωλολατρικῶν θεῶν ἄλλων λαῶν τῆς γῆς, οἱ ὁποῖοι εἶναι ἄψυχα μέταλλα, τὰ ὁποῖα ἀνθρώπινα χέρια κατειργάσθησαν καὶ προσέδωκαν εἰς αὐτὰ τὴν μορφὴν τῶν εἰδώλων.

  20. 20

    καὶ προσηύξατο ᾿Εζεκίας ὁ βασιλεὺς καὶ ῾Ησαΐας υἱὸς ᾿Αμὼς ὁ προφήτης περὶ τούτων καὶ ἐβόησαν εἰς τὸν οὐρανόν.

    Τότε ὁ βασιλιᾶς Ἐζεκίας καὶ ὁ προφήτης Ἡσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, προσηυχήθησαν εἰς τὸν Θεὸν διὰ τοὺς προσβλητικοὺς καὶ ὑβριστικοὺς ἐκείνους λόγους καὶ μὲ φωνὴν δυνατὴν πρὸς τὸν οὐρανὸν ἐζήτησαν βοήθειαν ἀπὸ τὸν Θεόν.

  21. 21

    καὶ ἀπέστειλε Κύριος ἄγγελον, καὶ ἐξέτριψε πάντα δυνατὸν πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇπαρεμβολῇ βασιλέως ᾿Ασσούρ, καὶ ἀπέστρεψε μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν ἑαυτοῦ. καὶ ἦλθεν εἰς οἶκον Θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ρομφαίᾳ.

    Ὁ δὲ Κύριος, εἰς ἀπάντησιν τῆς προσευχῆς των, ἀπέστειλεν ἕνα ἄγγελον, ὁ ὁποῖος ἐφόνευσε καὶ κατέστρεψε κάθε γενναῖον στρατιώτην καὶ ἄρχοντα καὶ στρατηγὸν εἰς τὸ στρατόπεδον τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων. Ἔτσι ὁ Ἀσσύριος βασιλιᾶς Σενναχηρὶμ ἀνεχώρησε καὶ ἐπέστρεψε καταντροπιασμένος εἰς τὴν χώραν του. Ὅταν δὲ ἐμπῆκε εἰς τὸν ναὸν τοῦ θεοῦ του, μερικοὶ ἀπὸ τὰ παιδιά, ποὺ ὁ ἴδιος ἐγέννησε, τὸν ἐσκότωσαν μὲ ρομφαίαν (πλατὺ καὶ μεγάλο δίκοπο σπαθί).

  22. 22

    καὶ ἔσωσε Κύριος τὸν ᾿Εζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλὴμ ἐκ χειρὸς Σενναχηρὶμ βασιλέως ᾿Ασσοὺρ καὶ ἐκ χειρὸς πάντων καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν.

    Μὲ αὐτὸν τὸν τρόπον ὁ Κύριος ἔσωσε τὸν Ἐζεκίαν καὶ ὅλους, ὅσοι ἐκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ, ἀπὸ τὰ χέρια τοῦ Σενναχηρίμ, τοῦ βασιλιᾶ τῶν Ἀσσυρίων, καὶ ἀπὸ τὰ χέρια ὅλων τῶν ἄλλων ἐχθρῶν των· τοὺς ἀνέπαυσε καὶ τοὺς ἐχάρισεν εἰρήνην ἀπὸ τοὺς γειτονικοὺς μὲ τὴν Ἰουδαίαν ἐχθρούς των.

  23. 23

    καὶ πολλοὶ ἔφερον δῶρα τῷ Κυρίῳ εἰς ῾Ιερουσαλὴμ καὶ δόματα τῷ ᾿Εζεκίᾳ βασιλεῖ ᾿Ιούδα, καὶ ὑπερήρθη κατ' ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα.

    Τότε πολλοὶ ἔφεραν δῶρα εἰς τὸν Κύριον εἰς τὴν Ἱερουσαλὴμ καὶ πολύτιμα δῶρα εἰς τὸν Ἐζεκίαν, τὸν βασιλιᾶ του βασιλείου τοῦ Ἰούδα. Μετὰ ἀπὸ αὐτὰ καὶ ἀπὸ τότε ὁ Ἐζεκίας ἐτιμᾶτο πάρα πολὺ καὶ ἦταν σεβαστὸς ἐμπρὸς εἰς τὰ μάτια ὅλων τῶν ἄλλων ἐθνῶν.

  24. 24

    ᾿Εν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν ᾿Εζεκίας ἕως θανάτου· καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ.

    Κατὰ τὶς ἡμέρες ἐκεῖνες ἀρρώστησε ὁ βασιλιᾶς Ἐζεκίας βαριὰ καὶ ἐπλησίαζε νὰ ἀποθάνῃ. Ὁ Ἐζεκίας προσηυχήθη πρὸς τὸν Κύριον, ὁ δὲ Κύριος ἄκουσε τὴν προσευχήν του καί, πρὸς ἐπιβεβαίωσιν ὅτι θὰ θεραπευθῇ θαυματονργικῶς, τοῦ ἔδωκε θαυμαστὸν γεγονός.

  25. 25

    καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἔδωκεν αὐτῷ ἀνταπέδωκεν ᾿Εζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ ᾿Ιούδαν καὶ ῾Ιερουσαλήμ.

    Ὁ Ἐζεκίας ὅμως δὲν ἀνταπέδωκεν εἰς τὸν Κύριον εὐχαριστίαν ἀνάλογον πρὸς τὴν μεγάλην εὐεργεσίαν, ποὺ τοῦ ἐχάρισεν ὁ Κύριος· ἀλλ’ ὑψώθη ἀπὸ ἔπαρσιν καὶ ὑπερηφάνειαν ἡ καρδιά του. Ἕνεκα τῆς ἐγωϊστικῆς αὐτῆς συμπεριφορᾶς του ἐξέσπασεν ὀργὴ τοῦ Θεοῦ ἐναντίον του καὶ ἐναντίον τοῦ Ἰουδαϊκοῦ λαοῦ καὶ ἐναντίον τῆς Ἱερουσαλήμ.

  26. 26

    καὶ ἐταπεινώθη ᾿Εζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ αὐτὸς καὶ οἱ κατοικοῦντες ῾Ιερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις ᾿Εζεκίου.

    Τελικῶς ὅμως ὁ Ἐζεκίας ἐταπεινώθη ἀπὸ τὴν ἔπαρσιν καὶ τὴν ὑπερηφάνειαν τῆς καρδιᾶς του· ἐταπεινώθη καὶ αὐτὸς καὶ ὅσοι ἐκατοικοῦσαν εἰς τὴν Ἱερουσαλήμ. Ἀποτέλεσμα τῆς ταπεινώσεως αὐτῆς ἦταν ὅτι δὲν ἐπέπεσεν ἐναντίον των ὀργὴ τοῦ Θεοῦ κατὰ τὶς ἡμέρες, ποὺ ἐβασίλευεν ὁ Ἐζεκίας, ἀλλὰ μετὰ τὸν θάνατόν του.

  27. 27

    καὶ ἐγένετο τῷ ᾿Εζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα, καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητὰ

    Ὁ Ἐζεκίας ἀπέκτησε πολλὰ πλούτη καὶ ἀπήλαυσε πάρα πολὺ μεγάλην δόξαν ἀπὸ ὅλους. Ἔκτισε διὰ τὸν ἑαυτόν του θησαυροφυλάκια διὰ τὸ ἀσῆμι, τὸ χρυσάφι καὶ τοὺς πολυτίμους λίθους καὶ τὰ ἀρώματα καὶ τὶς ὀπλοθῆκες καὶ τὰ πολύτιμα καλλιτεχνήματα καὶ ἀντικείμενα (ἢ κατ ’ ἄλλην ἑρμηνείαν: Ἐθησαύρισε διὰ τὸν ἑαυτόν του ἀσῆμι... καὶ ἔκτισεν ἐγκαταστάσεις διὰ τὰ ὅπλα καὶ τὰ πολύτιμα καλλιτεχνήματα καὶ ἀντικείμενα).

  28. 28

    καὶ πόλεις εἰς τὰ γεννήματα τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ κώμας καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια

    Ἀκόμη ἔκτισε πόλεις μὲ ἀποθῆκες διὰ τὴν ἀποθήκευσιν τοῦ σιταριοῦ καὶ τοῦ κρασιοῦ καὶ τοῦ λαδιοῦ· ἔκτισεν ἐπίσης στάβλους καὶ περιμανδρώματα δι’ ὅλα τὰ εἴδη τῶν ζώων· ὅπως ἐπίσης καὶ στάνες διὰ τὰ ποίμνια.

  29. 29

    καὶ πόλεις, ἃς ᾠκοδόμησεν αὐτῷ, καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα.

    Ἐπὶ πλέον ὁ Ἐζεκίας ἔκτισε διὰ τὸν ἑαυτόν του πόλεις καὶ ἀπέκτησε πάρα πολλὰ πρόβατα καὶ βόδια, διότι ὁ Κύριος τὸν εὐλόγησε καὶ τοῦ ἔδωκε περιουσίαν μεγάλην καὶ ἄφθονα ἀγαθά.

  30. 30

    αὐτὸς ᾿Εζεκίας ἐνέφραξε τὴν ἔξοδον τοῦ ὕδατος Γιὼν τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυίδ· καὶ εὐωδώθη ᾿Εζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

    Ὁ Ἐζεκίας ἦταν ἐκεῖνος, ὁ ὁποῖος ἔφραξε τὴν διέξοδον τῶν νερῶν τῆς πηγῆς Γιὼν καὶ κατηύθυνε τὰ νερὰ τοῦ ἄνω μέρους καὶ τὰ διωχέτευσεν, ὥστε νὰ τρέχουν διὰ μιᾶς σήραγγος πρὸς τὸ κάτω μέρος, πρὸς νότον (μᾶλλον νοτιοδυτικά) τῆς πόλεως τοῦ Δαβίδ (μέσα εἰς τὰ τείχη). Ὁ Ἐζεκίας ἐπέτυχεν εἰς ὅλα τὰ ἔργα του καὶ εὐημεροῦσε.

  31. 31

    καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τό τέρας, ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.

    (Εὐημεροῦσε), ἂν καί, ὅταν οἱ πρεσβευταὶ τῶν ἀρχόντων τῆς Βαβυλῶνος ἐστάλησαν πρὸς τὸν Ἐζεκίαν, διὰ νὰ πληροφορηθοῦν ἐκ μέρους του περὶ τοῦ θαύματος, τὸ ὁποῖον ἔγινε εἰς τὴν χώραν του, ὁ Κύριος ἐγκατέλειψε τὸν Ἐζεκίαν (ἕνεκα τῆς ἐγωϊστικῆς συμπεριφορᾶς του ἀπέναντί των), ὥστε νὰ δοκιμάσῃ τὸν χαρακτῆρα του καὶ νὰ γίνουν γνωστὰ ὅσα εἶχεν εἰς τὴν καρδιά του.

  32. 32

    καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Εζεκίου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ ῾Ησαΐου υἱοῦ ᾿Αμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων ᾿Ιούδα καὶ ᾿Ισραήλ.

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ βασιλιᾶ Ἐζεκία, ἡ ἀφοσίωσίς του καὶ ἡ μὲ πίστιν ἀγάπη του πρὸς τὸν Κύριον, νά· αὐτὰ ἔχουν γραφῆ εἰς τὴν Προφητείαν (ἢ Ὅρασιν) τοῦ προφήτου Ἡσαΐα, υἱοῦ τοῦ Ἀμώς, καὶ εἰς τὸ βιβλίον (ἢ Ἱστορίαν) τῶν βασιλέων (τοῦ βασιλείου ) τοῦ Ἰούδα καὶ (τοῦ βασιλείου) τοῦ Ἰσραήλ.

  33. 33

    καὶ ἐκοιμήθη ᾿Εζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυίδ, καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς ᾿Ιούδα καὶ οἱ κατοικοῦντες ἐν ῾Ιερουσαλήμ· καὶ ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.

    Καὶ ἀπέθανεν ὁ Ἐζεκίας καὶ ἐτάφη μὲ τοὺς προπάτορές του καὶ τὸν ἔθαψαν εἰς τὸ ἄνω τμῆμα (κάποιο ὑψωμα) τῶν τάφων (τῆς νεκροπόλεως) τῶν ἀπογόνων τοῦ Δαβίδ. Ὅλος ὁ Ἰουδαϊκὸς λαὸς καὶ οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ τὸν ἐδόξασαν καὶ τοῦ ἀπέδωκαν μεγάλες τιμὲς κατὰ τὸν θάνατόν του. Ἐβασίλευσε δὲ ὡς διάδοχός του ὁ Μανασσῆς, ὁ υἱός του.