Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΕΣΔΡΑΣ

Β΄ Έσδρας, κεφάλαιο 8

36 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    ΚΑΙ οὗτοι οἱ ἄρχοντες πατριῶν αὐτῶν, οἱ ὁδηγοὶ ἀναβαίνοντες μετ᾿ ἐμοῦ ἐν βασιλείᾳ ᾿Αρθασασθὰ τοῦ βασιλέως Βαβυλῶνος·

    Οἱ δὲ ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν, οἱ ἀρχηγοὶ τῶν Ἰουδαίων ποὺ ἀνέβηκαν μαζί μου τὰ Ἱεροσόλυμα, ὅταν ἐβασίλευεν ὁ βασιλεὺς τῆς Βαβυλῶνος Ἀρταξέρξης, ἦσαν οἱ ἑξῆς:

  2. 2

    ἀπὸ υἱῶν Φινεές, Γηρσών· ἀπὸ υἱῶν ᾿Ιθάμαρ, Δανιήλ· ἀπὸ υἱῶν Δαυίδ, ᾿Αττούς·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Φινεὲς ὁ Γηρσών. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰθάμαρ ὁ Δανιήλ. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Δαβὶδ ὁ Ἀττούς.

  3. 3

    ἀπὸ υἱῶν Σαχανία καὶ ἀπὸ υἱῶν Φόρος, Ζαχαρίας καὶ μετ᾿ αὐτοῦ τὸ σύστρεμμα ἑκατὸν καὶ πεντήκοντα·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Σαχανία καὶ ἀπὸ τοὺς ἀπογόνους τοῦ Φόρος ὁ Ζαχαρίας καὶ μαζί του ἐν συνόλῳ ἄλλοι ἑκατὸν πενῆντα (150) ἄνδρες.

  4. 4

    ἀπὸ υἱῶν Φαὰθ Μωάβ, ᾿Ελιανὰ υἱὸς Σαραΐα καὶ μετ᾿ αὐτοῦ διακόσιοι τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους Φαὰθ Μωὰβ ὁ Ἐλιανά, ὁ υἱὸς τοῦ Σαραΐα, καὶ μαζί του ἄλλοι διακόσιοι (200) ἄνδρες.

  5. 5

    καὶ ἀπὸ υἱῶν Ζαθόης, Σεχενίας υἱὸς ᾿Αζιὴλ καὶ μετ᾿ αὐτοῦ τριακόσια τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ζαθόης ὁ Σεχενίας, ὁ υἱὸς τοῦ Ἀζιήλ, καὶ μαζί του ἄλλοι τριακόσιοι (300) ἄνδρες.

  6. 6

    καὶ ἀπὸ τῶν υἱῶν ᾿Αδίν, ᾿Ωβὴθ υἱὸς ᾿Ιωνάθαν καὶ μετ᾿ αὐτοῦ πεντήκοντα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀδὶν ὁ Ὠβήθ, ὁ υἱὸς τοῦ Ἰωνάθαν, καὶ μαζί του ἄλλοι πενῆντα (50) ἄνδρες.

  7. 7

    καὶ ἀπὸ υἱῶν ᾿Ηλάμ, ᾿Ιεσία υἱὸς ᾿Αθελία καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἠλὰμ ὁ Ἰεσία, ὁ υἱὸς τοῦ Ἀθελία, καὶ μαζί του ἄλλοι ἑβδομῆντα (70) ἄνδρες.

  8. 8

    καὶ ἀπὸ υἱῶν Σαφατία, Ζαβαδίας υἱὸς Μιχαὴλ καὶ μετ᾿ αὐτοῦ ὀγδοήκοντα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Σαφατία ὁ Ζαβαδίας, ὁ υἱὸς τοῦ Μιχαήλ, καὶ μαζί του ἄλλοι ὀγδόντα (80) ἄνδρες.

  9. 9

    καὶ ἀπὸ υἱῶν ᾿Ιωάβ, ᾿Αβαδία υἱὸς ᾿Ιεϊὴλ καὶ μετ᾿ αὐτοῦ διακόσιοι δεκαοκτὼ τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰωὰβ ὁ Ἀβαδία, ὁ υἱὸς τοῦ Ἰεϊήλ, καὶ μαζί του ἄλλοι διακόσιοι δεκαοκτώ (218) ἄνδρες.

  10. 10

    καὶ ἀπὸ τῶν υἱῶν Βαανί, Σελιμοὺθ υἱὸς ᾿Ιωσεφία καὶ μετ᾿ αὐτοῦ ἑκατὸν ἑξήκοντα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Βαανὶ ὁ Σελιμούθ, ὁ υἱὸς τοῦ Ἰωσεφία, καὶ μαζί του ἄλλοι ἑκατὸν ἑξῆντα (160) ἄνδρες.

  11. 11

    καὶ ἀπὸ υἱῶν Βαβί, Ζαχαρίας υἱὸς Βαβὶ καὶ μετ᾿ αὐτοῦ εἰκοσιοκτὼ τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Βαβὶ ὁ Ζαχαρίας, ὁ υἱὸς τοῦ Βαβί, καὶ μαζί του ἄλλοι εἴκοσι ὀκτώ (28) ἄνδρες.

  12. 12

    καὶ ἀπὸ υἱῶν ᾿Ασγάδ, ᾿Ιωανὰν υἱὸς ᾿Ακκατὰν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν δέκα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀσγὰδ ὁ Ἰωανάν, ὁ υἱὸς τοῦ Ἀκκατάν, καὶ μαζί του ἄλλοι ἑκατὸν δέκα (110) ἄνδρες.

  13. 13

    καὶ ἀπὸ υἱῶν ᾿Αδωνικὰμ ἔσχατοι καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· ᾿Ελιφαλάτ, ᾿Ιεὴλ καὶ Σαμαΐα καὶ μετ᾿ αὐτῶν ἑξήκοντα τὰ ἀρσενικά·

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀδωνικὰμ ἦλθαν οἱ τρεῖς τελευταῖοι, ποὺ ὠνομάζοντο Ἐλιφαλάτ, Ἰεὴλ καὶ Σαμαΐα. Εἶχαν δὲ μαζί των καὶ ἄλλους ἑξῆντα (60) ἄνδρας.

  14. 14

    καὶ ἀπὸ υἱῶν Βαγουαΐ, Οὐθαΐ καὶ Ζαβοὺδ καὶ μετ᾿ αὐτοῦ ἑβδομήκοντα τὰ ἀρσενικά.

    Ἀπὸ τοὺς ἀπογόνους τοῦ Βαγουαῒ ἦσαν ὁ Οὐθαῒ καὶ ὁ Ζαβοὺδ καὶ μαζί των ἄλλοι ἑβδομῆντα (70) ἄνδρες.

  15. 15

    Καὶ συνῆξα αὐτοὺς πρὸς τὸν ποταμὸν τὸν ἐρχόμενον πρὸς τὸν Εὐί, καὶ παρενεβάλομεν ἐκεῖ ἡμέρας τρεῖς. καὶ συνῆκα ἐν τῷ λαῷ καὶ ἐν τοῖς ἱερεῦσι, καὶ ἀπὸ υἱῶν Λευὶ οὐχ εὗρον ἐκεῖ.

    Τοὺς συνεκέντρωσα δὲ ὅλους αὐτοὺς κοντὰ εἰς τὸν παραπόταμον, ποὺ ἐκβάλλει εἰς τὸν ποταμὸν Εὐί, καὶ ἐμείναμεν ἐκεῖ ὅλοι μαζὶ ἐπὶ τρεῖς ἡμέρας. Κατὰ τὰ διάστημα ἐκεῖνο ἐρεύνησα μεταξὺ τῶν λαϊκῶν καὶ τῶν ἱερέων καὶ εἶδα ὅτι δὲν ὑπῆρχε ἐκεῖ κανεὶς Λευΐτης.

  16. 16

    καὶ ἀπέστειλα τῷ ᾿Ελεάζαρ, τῷ ᾿Αριήλ, τῷ Σεμεΐᾳ καὶ τῷ ᾿Αλωνὰμ καὶ τῷ ᾿Ιαρὶβ καὶ τῷ ᾿Ελνάθαμ καὶ τῷ Νάθαν καὶ τῷ Ζαχαρίᾳ καὶ τῷ Μεσολλὰμ καὶ τῷ ᾿Ιωαρὶμ καὶ τῷ ᾿Ελνάθαν συνίοντας.

    Ἀνέθεσα λοιπὸν εἰδικὴν ἀποστολὴν εἰς τὸν Ἐλεάζαρ, τὸν Ἀριήλ, τὸν Σεμεΐαν, τὸν Ἀλωνάμ, τὸν Ἰαρίβ, τὸν Ἐλνάθαμ, τὸν Νάθαν, τὸν Ζαχαρίαν, τὸν Μεσολλάμ, τὸν Ἰωαρὶμ καὶ τὸν Ἐλναθάν, ποὺ ἦσαν ἄνδρες συνετοί.

  17. 17

    καὶ ἐξήνεγκα αὐτοὺς ἐπὶ ἄρχοντας ἐν ἀργυρίῳ τοῦ τόπου καὶ ἔθηκα ἐν στόματι αὐτῶν λόγους λαλῆσαι πρὸς τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ναθινὶμ ἐν ἀργυρίῳ τοῦ τόπου τοῦ ἐνέγκαι ὑμῖν ᾄδοντας εἰς οἶκον Θεοῦ ἡμῶν.

    Τοὺς παρήγγειλα δηλαδὴ νὰ ὑπάγουν εἰς τοὺς ἄρχοντας τῆς περιοχῆς, ποὺ ὀνομάζεται Ἀργύριον, καὶ τοὺς εἶπα τί ἀκριβῶς θὰ ἔλεγαν εἰς τοὺς ἀδελφούς των τοὺς Ναθινίμ, ποὺ διέμεναν εἰς τὸν τόπον ἐκεῖνον, δηλαδὴ εἰς τὸ Ἀργύριον, ὥστε νὰ ἠμπορέσουν νὰ μᾶς φέρουν ἀπὸ ἐκεῖ ἱεροψάλτας διὰ τὸν Ναὸν τοῦ Θεοῦ μας.

  18. 18

    καὶ ἤλθοσαν ἡμῖν, ὡς χεὶρ Θεοῦ ἡμῶν ἀγαθὴ ἐφ᾿ ἡμᾶς, ἀνὴρ Σαχὼν ἀπὸ υἱῶν Μοολί, υἱοῦ Λευί, υἱοῦ ᾿Ισραήλ· καὶ ἀρχὴν ἦλθον οἱ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δεκαοκτώ·

    Καὶ ἐπειδὴ ἦτο ἐπάνω μας τὸ προστατευτικὸ χέρι τοῦ Θεοῦ, ἦλθαν πράγματι ἀπὸ ἐκεῖ ἀρκετοὶ Λευῖται. Συγκεκριμένως ἦλθε ἕνας ἄνδρας, ποὺ ὠνομάζετο Σαχὼν καὶ κατήγετο ἀπὸ τὴν οἰκογένειαν τοῦ Μοολί, ὁ ὁποῖος ἦτο ἀπόγονος τοῦ Λευΐ, τοῦ υἱοῦ τοῦ Ἰακώβ. Ὁ Σαχὼν ἦτο ἐπὶ κεφαλῆς μιᾶς συνοδείας, ποὺ ἀπετελεῖτο ἀπὸ τοὺς υἱοὺς καὶ ἀδελφούς του, ἐν συνόλῳ δεκαοκτώ (18) ἄνδρας.

  19. 19

    καὶ τὸν ᾿Ασεβία καὶ τὸν ᾿Ισαΐα ἀπὸ τῶν υἱῶν Μεραρί, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ εἴκοσι·

    Ἔφεραν ἐπίσης ἀπὸ ἐκεῖ τὸν Ἀσεβίαν καὶ τὸν Ἰσαΐαν, ποὺ ἦσαν ἀπόγονοι τοῦ Μεραρί. Εἶχαν δὲ αὐτοὶ μαζί των καὶ τοὺς ἀδελφούς των καὶ τοὺς υἱούς των, ἐν συνόλῳ εἴκοσι (20) ἄνδρας.

  20. 20

    καὶ ἀπὸ τῶν ναθινίμ, ὧν ἔδωκε Δαυὶδ καὶ οἱ ἄρχοντες εἰς δουλείαν τῶν Λευιτῶν, ναθινὶμ διακόσιοι εἴκοσι· πάντες συνήχθησαν ἐν ὀνόμασι.

    Ἀπὸ δὲ τοὺς Ναθινίμ, ἀπὸ τοὺς ὑπηρέτας δηλαδὴ τοῦ Ναοῦ, τοὺς ὁποίους παρεχώρησαν ὁ Δαβὶδ καὶ οἱ ἄλλοι ἄρχοντες τοῦ Ἰσραὴλ εἰς τὴν ὑπηρεσίαν τῶν Λευϊτῶν, ἦλθαν διακόσιοι εἴκοσι (220) Ναθινίμ. Ἐμαζεύθηκαν δὲ ὅλοι αὐτοὶ καὶ κατεγράφησαν ὀνομαστικῶς.

  21. 21

    καὶ ἐκάλεσα ἐκεῖ νηστείαν ἐπὶ τὸν ποταμὸν ᾿Αουὲ τοῦ ταπεινωθῆναι ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ᾿ αὐτοῦ ὁδὸν εὐθεῖαν ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν καὶ πάσῃ τῇ κτίσει ἡμῶν.

    Ἐν συνεχείᾳ παρήγγειλα νὰ νηστεύσωμεν ἐκεῖ, δίπλα εἰς τὸ ποτάμι Ἀουέ, διὰ νὰ ταπεινωθῶμεν ἐνώπιον τοῦ Θεοῦ μας καὶ νὰ ζητήσωμεν ἀπὸ Ἐκεῖνον νὰ μᾶς χαρίσῃ ταξίδι εἰρηνικὸ καὶ νὰ προστατεύσῃ καὶ ἐμᾶς καὶ τὰ τέκνα μας καὶ ὅλα τὰ ὑπάρχοντά μας.

  22. 22

    ὅτι ᾔσχύνθην αἰτήσασθαι παρὰ τοῦ βασιλέως δύναμιν καὶ ἱππεῖς σῶσαι ἡμᾶς ἀπὸ ἐχθροῦ ἐν τῇ ὁδῷ, ὅτι εἴπαμεν τῷ βασιλεῖ λέγοντες· χεὶρ τοῦ Θεοῦ ἡμῶν ἐπὶ πάντας τοὺς ζητοῦντας αὐτὸν εἰς ἀγαθόν, καὶ κράτος αὐτοῦ καὶ θυμὸς αὐτοῦ ἐπὶ πάντας τοὺς ἐγκαταλείποντας αὐτόν.

    Τὸ ἔκαμα αὐτό, διότι ἐντράπηκα νὰ ζητήσω ἀπὸ τὸν βασιλέα στρατὸν καὶ ἱππικὸν διὰ νὰ μᾶς προστατεύουν ἀπὸ κάθε ἐχθρόν, ποὺ ἦτο πιθανὸν νὰ συναντήσωμεν κατὰ τὴν πορείαν μας. Δὲν ἐζήτησα δὲ βοήθειαν στρατιωτικήν, διότι εἴπαμεν καὶ διεκηρύξαμεν εἰς τὸν βασιλέα ὅτι τὸ προστατευτικὸ χέρι τοῦ Θεοῦ μᾶς βοηθεῖ ὅλους ἐκείνους, ποὺ καταφεύγουν μὲ πίστιν εἰς Ἐκεῖνον, καὶ ὅτι ἡ δύναμίς Του καὶ ἡ ὀργή Του στρέφονται ἐναντίον ὅλων ἐκείνων, ποὺ Τὸν ἐγκαταλείπουν.

  23. 23

    καὶ ἐνηστεύσαμεν καὶ ἐζητήσαμεν παρὰ τοῦ Θεοῦ ἡμῶν περὶ τούτου, καὶ ἐπήκουσεν ἡμῖν.

    Καὶ ἐνηστεύσαμεν πράγματι ἐκεῖ καὶ ἱκετεύσαμεν τὸν Θεόν μας νὰ μᾶς προστατεύσῃ καὶ εἱσήκουσε τὴν παράκλησίν μας.

  24. 24

    καὶ διέστειλα ἀπὸ ἀρχόντων τῶν ἱερέων δώδεκα, τῷ Σαραΐα, τῷ ᾿Ασαβίᾳ καὶ μετ᾿ αὐτῶν ἀπὸ ἀδελφῶν αὐτῶν δέκα.

    Ἐξεχώρισα κατόπιν δώδεκα ἀπὸ τοὺς ἀρχηγοὺς τῶν ἱερέων, καθὼς ἐπίσης καὶ τὸν Σαραΐαν καὶ τὸν Ἀσαβίαν (ποὺ ἦσαν Λευῖται) καὶ μαζί των ἄλλους δέκα ἀπὸ τοὺς ἀδελφούς των τοὺς Λευΐτας.

  25. 25

    καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἀπαρχῆς οἴκου Θεοῦ ἡμῶν, ἃ ὕψωσεν ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ πᾶς ᾿Ισραὴλ οἱ εὑρισκόμενοι.

    Καὶ ἐμέτρησα καὶ ἐζύγισα ἐμπρός των τὸ ἀσῆμι καὶ τὸ χρυσάφι καὶ τὰ ἄλλα σκεύη, ποὺ τὰ προσέφεραν ὡς πρώτην προσφορὰν διὰ τὸν Ναὸν τοῦ Θεοῦ μας ὁ βασιλεύς, οἱ σύμβουλοί του καὶ οἱ ἀξιωματοῦχοι του καὶ ὅλοι οἱ Ἰσραηλῖται, ποὺ εὑρίσκοντο ἐκεῖ.

  26. 26

    καὶ ἔστησα ἐπὶ χεῖρας αὐτῶν ἀργυρίου τάλαντα ἑξακόσια πεντήκοντα καὶ σκεύη ἀργυρᾶ ἑκατὸν καὶ τάλαντα χρυσίου ἑκατὸν

    Συγκεκριμένως ἐμέτρησα καὶ παρέδωσα εἰς τὰ χέρια των ἑξακόσια πενῆντα (650) ἀσημένια τάλαντα, ἑκατό (100) σκεύη ἀπὸ ἀσῆμι καὶ ἑκατό (100) τάλαντα χρυσοῦ.

  27. 27

    καὶ καφουρῆ χρυσοῖ εἴκοσι εἰς τὴν ὁδὸν χαμινὶμ χίλιοι καὶ σκεύη χαλκοῦ στίλβοντος ἀγαθοῦ διάφορα ἐπιθυμητὰ ἐν χρυσίῳ.

    Τοὺς παρέδωσα ἐπίσης εἴκοσι (20) χρυσᾶ ποτήρια, ἀξίας χιλίων περσικῶν νομισμάτων δαρεικῶν, καὶ διάφορα ἄλλα σκεύη ἀπὸ γνήσιον ἀστραφτερὸν χαλκόν, ποὺ ἦσαν πολύτιμα ὅπως τὸ χρυσάφι.

  28. 28

    καὶ εἶπα πρὸς αὐτούς· ὑμεῖς ἅγιοι τῷ Κυρίῳ, καὶ τὰ σκεύη ἅγια, καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἑκούσια τῷ Κυρίῳ Θεῷ πατέρων ἡμῶν·

    Τοὺς εἶπα δὲ τὰ ἑξῆς: Σεῖς εἶσθε ἄνθρωποι ἅγιοι, ξεχωρισμένοι καὶ ἀφιερωμένοι εἰς τὸν Κύριον. Καὶ τὰ σκεύη αὐτὰ ὅμως εἶναι ἅγια, χαρισμένα εἰς Ἐκεῖνον. Τὸ δὲ ἀσῆμι αὐτὸ καὶ τὸ χρυσάφι εἶναι ἑκούσιαι προσφοραὶ διὰ τὸν Κύριον καὶ Θεὸν τῶν πατέρων μας, καὶ δι’ αὐτὸ εἶναι καὶ ὅλα αὐτὰ πράγματα ἅγια.

  29. 29

    ἀγρυπνεῖτε καὶ τηρεῖτε ἕως στῆτε ἐνώπιον ἀρχόντων τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν ἀρχόντων τῶν πατριῶν ἐν ῾Ιερουσαλὴμ εἰς σκηνὰς οἴκου Κυρίου.

    Νὰ ἀγρυπνῆτε λοιπὸν καὶ νὰ προσέχετε, ἕως ὅτου φθάσετε καὶ σταθῆτε ἐμπρὸς εἰς τοὺς ἀρχηγοὺς τῶν ἱερέων καὶ τῶν Λευϊτῶν καὶ τοὺς ἐπὶ κεφαλῆς τῶν πατριαρχικῶν οἰκογενειῶν τῆς Ἱερουσαλήμ, εἰς τὸν τόπον τῆς λατρείας τοῦ Κυρίου, ὅπου καὶ θὰ παραδώσετε αὐτά, ποὺ σᾶς ἐμπιστεύομαι.

  30. 30

    καὶ ἐδέξαντο οἱ ἱερεῖς καὶ οἱ Λευῖται σταθμὸν τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῶν σκευῶν ἐνεγκεῖν εἰς ῾Ιερουσαλὴμ εἰς οἶκον Θεοῦ ἡμῶν.

    Καὶ παρέλαβαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὸ ἀσῆμι καὶ τὸ χρυσάφι, ποὺ ἐζυγίσθη ἐμπρός των, καθὼς καὶ τὰ ἄλλα σκεύη, διὰ νὰ τὰ μεταφέρουν εἰς τὴν Ἱερουσαλὴμ καὶ νὰ τὰ παραδώσουν εἰς τὸν Ναὸν τοῦ Θεοῦ μας.

  31. 31

    Καὶ ἐξῄραμεν ἀπὸ τοῦ ποταμοῦ τοῦ ᾿Αουὲ ἐν τῇ δωδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου τοῦ ἐλθεῖν εἰς ῾Ιερουσαλήμ· καὶ χεὶρ Θεοῦ ἡμῶν ἦν ἐφ᾿ ἡμῖν, καὶ ἐρρύσατο ἡμᾶς ἀπὸ χειρὸς ἐχθροῦ καὶ πολεμίου ἐν τῇ ὁδῷ.

    Μετὰ ταῦτα ἐξεκινήσαμεν ἀπὸ τὸ ποτάμι Ἀουέ, τὴν δωδεκάτην ἡμέραν τοῦ πρώτου μηνός, διὰ νὰ ἔλθωμεν εἰς τὴν Ἱερουσαλήμ. Τὸ δὲ προστατευτικὸ χέρι τοῦ Θεοῦ ἦτο ἀπλωμένον ἐπάνω μας καὶ μᾶς ἐλύτρωσεν ἀπὸ τὰ χέρια κάθε ἐχθροῦ καὶ ἀντιπάλου μας κατὰ τὴν πορείαν μας.

  32. 32

    καὶ ἤλθομεν εἰς ῾Ιερουσαλὴμ καὶ ἐκαθίσαμεν ἐκεῖ ἡμέρας τρεῖς.

    Καὶ ἤλθαμεν τελικῶς εἰς τὰ Ἱεροσόλυμα καὶ ἐκαθήσαμεν ἐκεῖ ἐπὶ τρεῖς ἡμέρας διὰ νὰ ἀναπαυθῶμεν.

  33. 33

    καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐστήσαμεν τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἐν οἴκῳ Θεοῦ ἡμῶν ἐπὶ χεῖρα Μεριμὼθ υἱοῦ Οὐρία τοῦ ἱερέως —καὶ μετ᾿ αὐτοῦ ᾿Ελεάζαρ υἱὸς Φινεὲς καὶ μετ᾿ αὐτῶν ᾿Ιωζαβὰδ υἱὸς ᾿Ιησοῦ καὶ Νωαδία υἱὸς Βαναΐα, οἱ Λευῖται—

    Ὅταν δὲ ἔφθασεν ἡ τετάρτη ἡμέρα, ἐφέραμεν καὶ ἐζυγίσαμεν τὸ ἀσῆμι καὶ τὸ χρυσάφι καὶ τὰ ἄλλα σκεύη εἰς τὸν Ναὸν τοῦ Θεοῦ μας. Καὶ τὰ παρεδώσαμεν εἰς τὰ χέρια τοῦ Μεριμώθ, τοῦ υἱοῦ τοῦ ἱερέως Οὐρία. Κατὰ τὴν ὥραν τῆς παραδόσεως ἦτο μαζί του καὶ ὁ υἱὸς τοῦ Φινεὲς Ἐλεάζαρ. Παρευρίσκοντο ἐπίσης μαζὶ μὲ αὐτοὺς καὶ ὁ Ἰωζαβάδ, ὁ υἱὸς τοῦ Ἰησοῦ, καὶ ὁ Νωαδία, ὁ υἱὸς τοῦ Βαναΐα, ποὺ ἦσαν Λευῖται.

  34. 34

    ἐν ἀριθμῷ καὶ ἐν σταθμῷ τὰ πάντα, καὶ ἐγράφη πᾶς ὁ σταθμός. ἐν τῷ καιρῷ ἐκείνῳ

    Ὅλα δὲ κατεριθμήθηκαν καὶ ἐζυγίσθηκαν, ὅπως ἔπρεπε, καὶ κατεγράφη ἀμέσως τὸ συνολικὸν βάρος μὲ τὴν ἀξίαν των. Κατὰ τὸν καιρὸν ἐκεῖνον

  35. 35

    οἱ ἐλθόντες ἐκ τῆς αἰχμαλωσίας υἱοὶ τῆς παροικίας προσήνεγκαν ὁλοκαυτώσεις τῷ Θεῷ ᾿Ισραὴλ μόσχους δώδεκα περὶ παντὸς ᾿Ισραήλ, κριοὺς ἐνενηκονταέξ, ἀμνοὺς ἑβδομηκονταεπτά, χιμάρους περὶ ἁμαρτίας δώδεκα, τὰ πάντα ὁλοκαυτώματα τῷ Κυρίῳ.

    οἱ Ἰουδαῖοι, ποὺ ἐπέστρεψαν ἐλεύθεροι ἀπὸ τὴν αἰχμαλωσίαν, προσέφεραν θυσίας ὁλοκαυτώσεως εἰς τὸν Θεὸν τοῦ Ἰσραήλ. Προσέφεραν συγκεκριμένων δώδεκα (12) μοσχάρια, ὅσαι καὶ αἱ φυλαὶ τοῦ Ἰσραήλ, ὑπὲρ ὅλων τῶν Ἰσραηλιτῶν. Προσέφεραν ἐπίσης ἐνενήντα ἕξι (96) κριάρια, ἑβδομῆντα ἑπτὰ (77) ἀρνιὰ καὶ δώδεκα (12) τράγους ὡς θυσίαν ἐξιλεώσεως ἁμαρτιῶν. Ὅλαι αὖται αἱ προσφοραὶ ἐκάησαν τελείως εἰς τὸ Θυσιαστήριον τῶν ὁλοκαυτωμάτων διὰ τὸν Κύριον.

  36. 36

    καὶ ἔδωκαν τὸ νόμισμα τοῦ βασιλέως τοῖς διοικηταῖς τοῦ βασιλέως καὶ τοῖς ἐπάρχοις πέραν τοῦ ποταμοῦ, καὶ ἐδόξασαν τὸν λαὸν καὶ τὸν οἶκον τοῦ Θεοῦ.

    Μετὰ τὰς θυσίας παρέδωσαν τὸ διάταγμα μὲ τὴν σφραγῖδα τοῦ βασιλέως εἰς τοὺς διοικητὰς καὶ ἐπάρχους τοῦ βασιλέως, ποὺ εὑρίσκοντο εἰς τὴν πέραν τοῦ Εὐφράτου ποταμοῦ διοικητικὴν περιφέρειαν. Καὶ μόλις εἶδαν αὐτοὶ τὴν βασιλικὴν διαταγήν, ἐτίμησαν καὶ ἐβοήθησαν τὸν λαὸν τοῦ Ἰσραὴλ καὶ τὸν Ναὸν τοῦ Θεοῦ.