Β΄ Έσδρας, κεφάλαιο 3
- 1
ΚΑΙ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος -καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν πόλεσιν αὐτῶν- καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς ῾Ιερουσαλήμ.
Όταν ἔφθασεν ὁ ἕβδομος μῆνας, καὶ ἀφοῦ πλέον εἶχαν ἐγκατασταθῇ εἰς τὰς πόλεις των οἱ Ἰσραηλῖται, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν Βαβυλῶνα, ἐμαζεύθηκαν ὅλοι σὰν ἕνας ἄνθρωπος εἰς τὴν Ἱερουσαλήμ.
- 2
καὶ ἀνέστη ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἱερεῖς καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον Θεοῦ ᾿Ισραὴλ τοῦ ἀνενέγκαι ἐπ᾿ αὐτὸ ὁλοκαυτώσεις κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ.
Ἐσηκώθη τότε καὶ ἐπῆρε τὴν πρωτοβουλίαν ὁ Ἰησοῦς, ὁ υἱός του Ἰωσεδέκ, μαζὶ μὲ τοὺς ἀδελφούς του, τοὺς ἱερεῖς, καὶ τὸν Ζοροβάβελ, τὸν υἱὸν τοῦ Σαλαθιήλ, καὶ τοὺς ἀδελφούς του, καὶ ἔκτισαν τὸ Θυσιαστήριον πρὸς τιμὴν τοῦ Θεοῦ τοῦ Ἰσραήλ. Τὸ ἔκτισαν διὰ νὰ προσφέρουν ἐπάνω εἰς αὐτὸ τὰς θὐσίας τῶν ὁλοκαυτωμάτων, συμφώνως πρὸς ὅσα ἔχουν γραφῆ εἰς τὸν Νόμον τοῦ Μωϋσέως, τοῦ ἀνθρώπου τοῦ Θεοῦ.
- 3
καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ᾿ αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν, καὶ ἀνέβη ἐπ᾿ αὐτὸ ὁλοκαύτωσις τῷ Κυρίῳ τὸ πρωΐ καὶ εἰς ἑσπέραν.
Ἔστησαν δὲ τὸ θυσιαστήριον εἰς τὴν ὡρισμένην θέσιν του, ἐκεῖ ὅπου ἦτο προηγουμένως, διότι ἐφοβοῦντο τοὺς γειτονικοὺς λαοὺς καὶ ἤθελαν νὰ προσφέρουν τὸ ταχύτερον δυνατὸν θυσίας, διὰ νὰ ἔχουν τὸν Κύριον βοηθόν των. Καὶ πράγματι ἐπρόσφεραν εἰς τὸ Θυσιαστήριον αὐτὸ πρὸς τὸν Κύριον θυσίας ὁλοκαυτωμάτων κάθε πρωῒ καὶ κάθε βράδυ.
- 4
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμμένον καὶ ὁλοκαυτώσεις ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ,
Ἑώρτασαν δὲ τὴν ἑορτὴν τῆς Σκηνοπηγίας ἐπὶ τῇ βάσει τοῦ Τυπικοῦ τῆς ἑορτῆς αὐτῆς, ποὺ εἶναι γραμμένον εἰς τὸν Νόμον τοῦ Μωϋσέως. Καὶ ἐπρόσφεραν τὰς θυσίας τῶν ὁλοκαυτωμάτων, τὰς ὡρισμένας διὰ κάθε ἡμέραν, τόσας εἰς ἀριθμόν, ὅσας ὥριζεν ἡ διάταξις τοῦ Τυπικοῦ. Κάθε ἡμέραν ἐκαμναν αὐτό, ποὺ ἔγραφε διὰ τὴν ἀνάλογον ἡμέραν τῆς ἑορτῆς ὁ Νόμος τοῦ Κυρίου.
- 5
καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς τῷ Κυρίῳ τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκούσιον τῷ Κυρίῳ.
Καὶ ἔπειτα ἀπὸ αὐτὰ ἐπρόσφεραν τὰς καθημερινὰς θυσίας τῶν ὁλοκαυτωμάτων διαρκῶς, καθὼς καὶ τὰς θυσίας διὰ κάθε πρωτομηνιὰν καὶ δι’ ὅλας τὰς ἑορτάς, ποὺ εἶχαν καθορισθῆ πρὸς τιμὴν τοῦ Κυρίου, ὅπως ἐπίσης καὶ τὰς εἰδικὰς προσφοράς, ποὺ ἐπρόσφερεν ἑκουσίως ὁποιοσδήποτε Ἰσραηλίτης ἤθελεν.
- 6
ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ἑβδόμου ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις τῷ Κυρίῳ καὶ ὁ οἶκος τοῦ Κυρίου οὐκ ἐθεμελιώθη.
Ἡ ἔναρξις τῶν προσφορῶν τῶν ὁλοκαυτωμάτων πρὸς τιμὴν τοῦ Κυρίου ἔγινε τὴν πρώτην ἡμέραν τοῦ ἑβδόμου μηνός, ποὺ ἐλέγετο Τισρί. Κατὰ τὸ διάστημα αὐτὸ δὲν εἶχε θεμελιωθῆ ἀκόμη ὁ Ναὸς τοῦ Κυρίου.
- 7
καὶ ἔδωκαν ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ τοῖς Τυρίοις ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν ᾿Ιόππης κατ᾿ ἐπιχώρησιν Κύρου βασιλέως Περσῶν ἐπ᾿ αὐτούς.
Μετὰ τὴν ἐγκατάστασιν τοῦ Θυσιαστηρίου ἔδωσαν χρήματα εἰς τοὺς λατόμους, ποὺ ἔβγαζαν τὴν πέτραν, ὅπως καὶ εἰς τοὺς ξυλουργούς, καὶ ἔστειλαν τρόφιμα, ποτὰ καὶ λάδι εἰς τοὺς κατοίκους τῆς Σιδῶνος καὶ τῆς Τύρου, διὰ νὰ φέρουν εἰς τὸ λιμάνι τῆς Ἰόππης ξύλα κέδρινα ἀπὸ τὸν Λίβανον. Λυτὸ ἔγινε βάσει τῆς γραπτῆς ἀδείας καὶ ἐντολῆς, ποὺ τοὺς εἶχε δώσει ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος.
- 8
καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ Θεοῦ ἐν ῾Ιερουσαλήμ, ἐν μηνὶ τῷ δευτέρῳ, ἤρξατο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ ᾿Ιησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς αἰχμαλωσίας εἰς ῾Ιερουσαλὴμ καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ Κυρίου.
Κατὰ δὲ τὸ δεύτερον ἔτος, ἀπὸ τότε ποὺ ἦλθαν αὐτοὶ εἰς τὸν τόπον τῆς λατρείας τοῦ Θεοῦ, εἰς τὴν Ἱερουσαλήμ, καὶ συγκεκριμένως κατὰ τὸν δεύτερον μῆνα, ὁ Ζοροβάβελ, ὁ υἱὸς τοῦ Σαλαθιήλ, μαζὶ μὲ τὸν Ἰησοῦν, τὸν υἱὸν τοῦ Ἰωσεδέκ, καὶ τοὺς ὑπολοίπους ἀδελφούς των, τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας καὶ ὅλους, ὅσοι ἐπανῆλθαν ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν εἰς τὴν Ἱερουσαλήμ, ἄρχισαν τὸ ἱερὸν ἔργον τῆς ἀνοικοδομήσεως τοῦ Ναοῦ. Πρωτίστως ὥρισαν τοὺς Λευΐτας ἡλικίας ἀπὸ εἴκοσι ἐτῶν καὶ ἄνω ὡς ἐπιστάτας ἐκείνων, οἱ ὁποῖοι θὰ εἰργάζοντο τὰ διάφορα ἔργα διὰ τὴν ἀνέγερσιν τοῦ Ναοῦ.
- 9
καὶ ἔστη ᾿Ιησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ υἱοὶ ᾿Ιούδα, ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ Θεοῦ, υἱοὶ ᾿Ηναδάδ, υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται.
Ἀνέλαβαν λοιπὸν τὸ ἔργον τῆς ἐποπτείας ὅλων ἐκείνων, οἱ ὁποῖοι θὰ ἔκαμναν τὰ ἔργα τῆς ἀνεγέρσεως τοῦ Ναοῦ τοῦ Θεοῦ, ὁ Λευΐτης Ἰησοῦς καὶ οἱ υἱοί του καὶ οἱ ἀδελφοί του, καθὼς ἐπίσης καὶ ὁ Καδμιὴλ καί οἰ υἱοί του, οἱ ἀπόγονοι τοῦ Ἰούδα, ὅπως καὶ οἱ ἀπόγονοι τοῦ Ἠναδὰδ καί οἰ υἱοί των καὶ οἱ ἀδελφοί των, ὅλοι Λευῖται.
- 10
καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι καὶ οἱ Λευῖται υἱοὶ ᾿Ασὰφ ἐν κυμβάλοις τοῦ αἰνεῖν τὸν Κύριον ἐπὶ χεῖρας Δαυὶδ βασιλέως ᾿Ισραήλ.
Ὅταν δὲ ἔβαλαν τὰ θεμέλια καὶ ἄρχισαν τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ τοῦ Κυρίου, ἔστεκαν ἐκεῖ οἱ ἱερεῖς μὲ τὰς στολάς των καὶ μὲ σάλπιγγας εἰς τὰ χέρια των, καὶ οἱ Λευῖται, οἱ ἀπόγονοι τοῦ Ἀσάφ, μὲ τὰ κύμβαλα, διὰ νὰ δοξολογοῦν τὸν Κύριον, ὅπως εἶχε διδάξει καὶ καθορίσει ὁ ψαλμωδὸς καὶ βασιλεὺς τὸν Ἰσραὴλ Δαβίδ.
- 11
καὶ ἀπεκρίθησαν ἐν αἴνῳ καὶ ἀνθομολογήσει τῷ Κυρίῳ, ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ ᾿Ισραήλ. καὶ πᾶς ὁ λαὸς ἐσήμαινε φωνῇ μεγάλῃ αἰνεῖν τῷ Κυρίῳ ἐπὶ τῇ θεμελιώσει τοῦ οἴκου Κυρίου.
Καὶ ἔψαλλαν ἀντιφωνικῶς ὕμνους καὶ δοξολογίας πρὸς τὸν Κύριον καὶ ἐπανελάμβαναν τὴν φράσιν: Ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ. Μαζὶ μὲ αὐτοὺς καὶ ὅλοι οἱ ἄλλοι Ἰσραηλῖται ἔψαλλαν καὶ ἐφώναζαν μὲ δυνατὴν φωνὴν καὶ ἐδοξολογοῦσαν τὸν Κύριον διὰ τὴν θεμελίωσιν τοῦ Ναοῦ τοῦ Κυρίου.
- 12
καὶ πολλοὶ ἀπὸ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ ἄρχοντες τῶν πατριῶν οἱ πρεσβύτεροι, οἳ εἴδοσαν τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ, καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον φωνῇ μεγάλῃ· καὶ ὁ ὄχλος ἐν σημασίᾳ μετ᾿ εὐφροσύνης τοῦ ὑψῶσαι ᾠδήν·
Πολλοὶ ὅμως ἀπὸ τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας καὶ οἱ γεροντότεροι ἀπὸ τοὺς ἀρχηγοὺς τῶν πατριαρχικῶν οἰκογενειῶν, ποὺ εἶχαν ἰδεῖ τὸν προηγούμενον Ναὸν μὲ τὴν θεμελίωσίν του καὶ ἔβλεπαν τώρα τὴν θεμελίωσιν καὶ γενικῶς τὸν νέον Ναόν, ποὺ ἦτο κατὰ πολὺ μικρότερος τοῦ παλαιοῦ, ἔκλαιαν λυπημένοι μὲ μεγάλην φωνήν. Ὁ ὑπόλοιπος ὅμως λαὸς τῶν Ἰουδαίων, ποὺ ἔβλεπαν νὰ κτίζεται πλέον ὁ Ναὸς τοῦ Κυρίου των, ἐφώναζαν καὶ αὐτοί, ἀλλὰ μὲ μεγάλην εὐφροσύνην καὶ χαράν, διὰ νὰ δοξολογοῦν ὅσον τὸ δυνατὸν καλύτερον τὸν Κύριον.
- 13
καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ, καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν.
Κανεὶς δὲ ἀπὸ τὸν λαὸν δὲν ἠμποροῦσε νὰ καταλάβῃ καὶ νὰ ξεχωρίσῃ ποία φωνὴ τῶν Ἰσραηλιτῶν ἦταν φωνὴ χαρᾶς καὶ ποία φωνὴ κραυγὴ λύπης. Διότι ὁ λαὸς ἐκραύγαζε πολὺ δυνατά, καὶ ἡ φωνή του ἔφθανε πολὺ μακριά.
