Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Β΄ ΕΣΔΡΑΣ

Β΄ Έσδρας, κεφάλαιο 1

11 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (10)
  1. 1

    ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων·

    Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τὸν βασιλέως τῶν Περσῶν Κόρου, εἰς ἐκπλήρωσιν τοῦ λόγου ποὺ εἶπεν ὁ Κύριος μὲ τὸ στόμα τοῦ προφήτου Ἱερεμίου, ἔστρεψεν ὁ Κύριος τὴν διάθεσιν τῆς ψυχῆς τοῦ βασιλέως τῶν Περσῶν Κύρου ὑπὲρ τῶν Ἰουδαίων. Καὶ διέταξεν αὐτὸς νὰ κηρυχθῇ εἰς ὅλην τὴν ἐπικράτειάν του καὶ νὰ γραφῇ τὸ ἑξῆς διάταγμα:

  2. 2

    οὕτως εἶπε Κῦρος βασιλεὺς Περσῶν· πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπ᾿ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν ῾Ιερουσαλὴμ τῇ ἐν τῇ ᾿Ιουδαίᾳ.

    Αὐτὰ λέγει ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος: Ὁ Κύριος, ποὺ εἶναι ὁ Θεὸς τοῦ οὐρανοῦ, ἔδωσεν ὑπὸ τὴν ἐξουσίαν μου ὅλα τὰ βασίλεια τῆς γῆς. Ὁ ἴδιος Κύριος μὲ ἐθεώρησεν ἁρμόδιον καὶ ὑπεύθυνον καὶ μὲ ἐφώτισεν, ὥστε νὰ οἰκοδομήσω πρὸς τιμήν Του Ναὸν εἰς τὴν Ἱερουσαλήμ, ποὺ εὑρίσκεται εἰς τὴν Ἰουδαίαν.

  3. 3

    τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετ᾿ αὐτοῦ, καὶ ἀναβήσεται εἰς ῾Ιερουσαλὴμ τὴν ἐν τῇ ᾿Ιουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ ᾿Ισραὴλ (αὐτὸς ὁ Θεὸς ὁ ἐν ῾Ιερουσαλήμ).

    Ποιὸς ἀπὸ σᾶς, τοὺς ὑπηκόους μου, ἀνήκει εἰς ὅλον τὸν λαὸν αὐτοῦ τοῦ Θεοῦ, εἰς κάποιαν δηλαδὴ ἀπὸ τὰς δώδεκα φυλάς του; Εὔχομαι νὰ ἔχῃ μαζί του βοηθὸν καὶ προστάτην του τὸν Θεόν του! Τοῦ δίνῳ ἐπίσης τὴν ἄδειάν μου νὰ φύγῃ ἀπὸ τὸ κράτος μου ἐλεύθερος καὶ νὰ ἀνέβη εἰς τὴν Ἱερουσαλήμ, ποὺ εὑρίσκεται εἰς τὴν Ἰουδαίαν, καὶ νὰ φροντίσῃ διὰ τὴν ἀνοικοδόμησιν τοῦ Ναοῦ τοῦ Θεοῦ τῶν Ἰσραηλιτῶν. (Ὁ Θεὸς αὐτὸς ἔχει ὡς τόπον λατρείας Του τὴν Ἱερουσαλήμ).

  4. 4

    καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων, οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τοῦ ἐν ῾Ιερουσαλήμ.

    Καθένα δὲ ποὺ ἔχει ἀπομείνει ἀπὸ τὸν λαὸν τῶν Ἰουδαίων, καὶ ὁπουδήποτε καὶ ἂν κατοικῇ αὐτὸς εἰς ὅλον τὸ κράτος μου, ἂς τὸν πλησιάσουν καὶ ἂς τὸν βοηθήσουν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου μὲ ἀσῆμι, μὲ χρυσάφι, μὲ οἰκιακὰ σκεύη, μὲ ζῶα καὶ μὲ ὅ,τι ἄλλο θέλουν νὰ προσφέρουν διὰ τὸν Ναὸν τοῦ Θεοῦ, ποὺ λατρεύεται εἰς τὴν Ἱερουσαλήμ.

  5. 5

    καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν ᾿Ιούδα καὶ Βενιαμὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν ῾Ιερουσαλήμ.

    Μετὰ τὸ διάταγμα αὐτὸ τοῦ βασιλέως ἐσηκώθηκαν καὶ ἄρχισαν τὰς ἑτοιμασίας οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν τῶν φυλῶν Ἰούδα καὶ Βενιαμίν, καθὼς ἐπίσης καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται, ὅλοι ἐκεῖνοι, τῶν ὁποίων τὴν ψυχικὴν διάθεσιν παρεκίνησεν ὁ Θεός, ὥστε νὰ θελήσουν να ἀνεβο·υν εἰς τὰ Ἱεροσόλυμα καὶ νὰ ἀνοικοδομήσουν τὸν Ναὸν τοῦ Κυρίου, ποὺ εὑρίσκετο ἐκεῖ.

  6. 6

    καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.

    Ὅλοι δὲ οἱ γείτονές των τοὺς ἐβοήθησαν καὶ παρέδωσαν εἰς τὰ χέρια των σκεύη ἀσημένια καὶ χρυσάφι, καθὼς ἐπίσης καὶ ἄλλα οἰκιακὰ σκεύη καὶ ζῶα καὶ διάφορα δῶρα, ἐκτὸς τῶν ἄλλων ποὺ ἔδωσε καθένας κατὰ βούλησιν ὡς προσφορὰν διὰ τὸν Θεόν.

  7. 7

    καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ ῾Ιερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ Θεοῦ αὐτοῦ·

    Ὁ δὲ βασιλεὺς Κῦρος ἔβγαλε τὰ σκεύη τοῦ Ναοῦ τοῦ Κυρίου, ποὺ τὰ εἶχε πάρει ἄλλοτε ἀπὸ τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ καὶ τὰ εἶχε βάλει εἰς (τὸν ναὸν τοῦ Θεοῦ του εἰς τὴν Βαβυλῶνα.

  8. 8

    καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ ᾿Ιούδα.

    Τὰ ἔβγαλε λοιπὸν ὁ βασιλεὺς τῶν Περσῶν Κῦρος καὶ μὲ τὰ χέρια τοῦ θησαυροφύλακος Μιθραδάτου τὰ κατεμέτρησε καὶ τὰ παρέδωσεν εἰς τὸν ἄρχοντα τῆς φυλῆς Ἰούδα, ποὺ ἐλέγετο Σασαβασάρ.

  9. 9

    καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι,

    Ὁ ἀριθμὸς τῶν σκευῶν αὐτῶν ἦτο ὁ ἑξῇς: Τριάντα (30) δοχεῖα χρυσᾶ, χίλια (1.000) δοχεῖα ἀσημένια καὶ εἴκοσι ἐννέα (29) δευτέρας ποιότητος,

  10. 10

    κεφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα καὶ σκεύη ἕτερα χίλια.

    τριάντα (30) ποτήρια χρυσᾶ, τετρακόσια δέκα (410) ποτήρια ἀσημένια, ποὺ ἐθεωροῦντο ὡς δευτέρας ποιότητος (διπλοῖ), καὶ ἄλλα χίλια (1.000) σκεύη.

  11. 11

    πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς ῾Ιερουσαλήμ.

    Ἐν συνόλῳ τὰ χρυσᾶ καὶ ἀσημένια σκεύη ἦσαν πέντε χιλιάδες τετρακόσια (5.400). Ὅλα αὐτὰ τὰ ἐπῆρεν ὁ Σασαβασὰρ καὶ τὰ μετέφερεν εἰς τὴν Ἱερουσαλὴμ μαζὶ μὲ αὐτούς, ποὺ ἔφυγαν ἐλεύθεροι ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν.