Αριθμοί, κεφάλαιο 21
- 1
ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς ᾿Αρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν ᾿Ισραὴλ ὁδὸν ᾿Αθαρείν, καὶ ἐπολέμησε πρὸς ᾿Ισραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν.
Όταν ὁ βασιλιᾶς τῆς Ἀράδ, ὁ Χανανείς, ὁ ὁποῖος κατοικοῦσε εἰς τὴν ἔρημον Νεγκέβ, ποὺ εὑρίσκεται εἰς τὰ νότια τῆς Παλαιστίνης, ἐπληροφορήθη ὅτι οἱ Ἰσραηλῖται ἔφθαναν ἀπὸ τὸν δρόμον θαρείν, ἐπετέθη ἐναντίον των καὶ συνέλαβε μερικοὺς ἀπὸ αὐτοὺς αἰχμαλώτους.
- 2
καὶ ηὔξατο ᾿Ισραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
Οἱ Ἰσραηλῖται παρεκάλεσαν τὸν Θεὸν καὶ ἔκαμαν τάμα εἰς τὸν Κύριον καὶ εἶπαν: «Ἐὰν παραδώσῃς τὸν λαὸν τοῦτον εἰς τὰ χέρια μας, θὰ ἀφιερώσωμεν εἰς σὲ καὶ αὐτὸν καὶ τὶς πόλεις του· δὲν θὰ κρατήσωμεν αἰχμαλώτους, θὰ καταστρέψωμεν τὶς πόλεις καὶ θὰ φονεύσωμεν ὅλους τοὺς κατοίκους».
- 3
καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ᾿Ισραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ᾿Ανάθεμα.
Καὶ ὁ Κύριος ἄκουσε τὴν προσευχὴν τῶν Ἰσραηλιτῶν καὶ παρέδωκε τὸν βασιλιᾶ Χανανεὶν εἰς τὰ χέρια των· οἱ Ἰσραηλῖται ἀφιέρωσαν τὸν λαὸν καὶ τὶς πόλεις του εἰς τὸν Θεόν· δηλαδὴ κατέστρεψαν τὶς πόλεις καὶ ἐφόνευσαν τοὺς κατοίκους των. Ὠνόμασαν δὲ τὸν τόπον ἐκεῖνον «ἀνάθεμα» (εἰς τὰ Ἑβραϊκὰ Ἑρμᾶ, δηλαδὴ σφαγή, καταστροφή).
- 4
Καὶ ἀπάραντες ἐξ ῍Ωρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν ᾿Εδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.
Οἱ ἰσραηλῖται, ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὸ ὅρος Ὤρ, ἀκολούθησαν τὸν δρόμον ποὺ ὁδηγεῖ πρὸς τὸν κόλπον Ἐλὰν τῆς Ἐρυθρᾶς θαλάσσης, καὶ ἔτσι παρέκαμψαν τὴν χώραν τῶν Ἰδουμαίων. Κατὰ τὴν κοπιαστικὴν καὶ δύσκολον αὐτὴν πορείαν ἐλιποψύχησε καὶ ἀγανάκτησε ὁ Ἰσραηλιτικὸς λαός.
- 5
καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ.
Καὶ ὁ λαός, ποὺ ἐδοσφόρησε καὶ ἔχασε τὴν ὑπομονήν του, κατεφέρετο πάλιν ἐναντίον τοῦ Θεοῦ καὶ ἐναντίον τοῦ Μωϋσῆ καὶ ἔλεγε: «Τί εἶναι αὐτὸ ποὺ ἐπάθαμε καὶ διατὶ τὸ ἐπάθαμε; Μᾶς ἔβγαλες ἀπὸ τὴν Αἴγυπτον διὰ νὰ μᾶς θανατώσῃς εἰς αὐτὴν τὴν ἔρημον; Διότι ἐδῶ δὲν ὑπάρχει οὔτε ψωμὶ οὔτε νερὸ καὶ ἡ ψυχή μας ἔχει βαρεθῆ καὶ ἔχει ἀηδιάσει τὸ μάννα, τὴν ἄθλια αὐτὴ τροφή, ποὺ εἶναι ψωμὶ ἐλαφρὸ καὶ ὄχι βαρὺ καὶ θρεπτικόν, ὥστε νὰ πιάνῃ τὸν ἄνθρωπον καὶ νὰ τὸν χορταίνῃ».
- 6
καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν ᾿Ισραήλ.
Ὁ Κύριος, ὁ ὁποῖος ὠργίσθη ἀπὸ τὸν νέον αὐτὸν γογγυσμόν, ἔστειλεν εἰς τὸν ἀχάριστον Ἰσραηλιτικὸν λαὸν τὰ φίδια τὰ φαρμακερὰ καὶ θανατηφόρα καὶ ἐδάγκωναν τὸν λαὸν καὶ ἀπέθαναν πάρα πολλοὶ ἀπὸ τοὺς Ἰσραηλίτες.
- 7
καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. καὶηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ.
Μετὰ τὰ σκληρὰ κτυπήματα ἐξ αἰτίας τῶν φαρμακερῶν φιδιῶν, ὁ Ἰσραηλιτικὸς λαὸς μετανοημένος καὶ συντριμμένος ἦλθε πρὸς τὸν Μωϋσῆν καὶ τοῦ εἶπε: «Ἐκάμαμε μεγάλο ἁμάρτημα, διότι ἐκατηγορήσαμε καὶ τὸν Κύριον καὶ ἐσένα. Μετανοοῦμεν δι’ αὐτό· παρακάλεσε σὺ τὸν Κύριον ὑπὲρ ἡμῶν, διότι ἐμεῖς δὲν ἔχομεν πρόσωπον νὰ τὸν παρακαλέσωμεν· παρακάλεσέ τον σῦ διὰ νὰ σηκώσῃ ἀπὸ ἡμᾶς τὰ φαρμακερὰ καὶ θανατηφόρα αὐτὰ φίδια». Ὁ Μωϋσῆς παρεκάλεσε τὸν Κύριον ὑπὲρ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.
- 8
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
Ὁ δὲ Κύριος εἶπε πρὸς τὸν Μωϋσῆν: «Κατασκεύασε ἕνα χάλκινο φίδι, ὅμοιον πρὸς ἐκεῖνα ποὺ δαγκώνουν τὸν λαόν, καὶ κρέμασέ το ψηλὰ εἰς ἕνα πάσσαλον, ὥστε νὰ φαίνεται ἀπὸ ὅλα τὰ μέρη τοῦ στρατοπέδου. Θὰ γίνεται δὲ τοῦτο: Ἐὰν ἕνα φίδι δαγκώσῃ ἄνθρωπον, τότε ἐὰν ὁ φιδοδαγκωμένος σηκώσῃ τὸ βλέμμα του καὶ ρίξῃ βλέμμα μετανοίας καὶ πίστεως εἰς τὸ χάλκινο φίδι, θὰ θεραπεύεται καὶ δεν θὰ ἀποθάνῃ».
- 9
καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.
Ὁ Μωϋσῆς κατεσκεύασε ἕνα χάλκινο φίδι καὶ τὸ ἐκρέμασε ψηλὰ εἰς ἕνα πάσσαλον. Ὅταν δὲ φαρμακερὸ καὶ θανατηφόρο φίδι ἐδάγκωνε κάποιον ἄνθρωπον καὶ ὁ φιδοδαγκωμένος ἔστρεφε τὸ βλέμμα του μὲ διάθεσιν μετανοίας καὶ πίστεως καὶ ἐκύτταζε τὸ χάλκινο φίδι, δὲν ἀπέθνησκε, ἀλλὰ ἐθεραπεύετο καὶ ἐζοῦσε.
- 10
Καὶ ἀπῇραν οἱ υἱοὶ ᾿Ισραὴλ καὶ παρενέβαλον ἐν ᾿Ωβώθ.
Οἱ Ἰσραηλῖται ἔφυγαν ἀπὸ ἐκεῖ, ἐπροχώρησαν καὶ ἐστρατοπέδευσαν εἰς τὴν Ὠβώθ.
- 11
καὶ ἐξάραντες ἐξ ᾿Ωβώθ, καὶ παρενέβαλον ἐν ᾿Αχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ' ἀνατολὰς ἡλίου.
Ἀφοῦ ἀνεχώρησαν ἀπὸ τὴν Ὠβώθ, ἐστρατοπέδευσαν πέραν ἀπὸ τὴν Ἀχαλγαί, εἰς τὴν ἔρημον, ἡ ὁποία εὑρίσκεται ἐμπρὸς ἀπὸ τὴν Μωάβ, πρὸς τὰ ἀνατολικά.
- 12
καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ.
Καὶ ἀπὸ ἐκεῖ ἔφυγαν καὶ ἐστρατοπέδευσαν εἰς τὴν κοιλάδα Ζαρέδ.
- 13
καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν ᾿Αρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν ᾿Αμορραίων· ἔστι γὰρ ᾿Αρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ ᾿Αμορραίου.
Ἀφοῦ ἔφυγαν καὶ ἀπὸ ἐκεῖ, ἐστρατοπέδευσαν πέραν ἀπὸ τὸν χείμαρρον Ἀρνῶν εἰς τὴν ἔρημον, εἰς τόπον ποὺ εἶναι ἔξω ἀπὸ τὰ ὅρια τῶν Ἀμορραίων. Διότι ὁ χείμαρρος Ἀρνῶν εἶναι τὰ σύνορα τῆς Μωάβ, εἶναι μεταξὺ τῶν Μωαβιτῶν καὶ τῶν Ἀμορραίων.
- 14
διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους ᾿Αρνῶν,
Διὰ τοῦτο ἀναφέρεται εἰς τὸ βιβλίον τῶν πολέμων τοῦ Κυρίου: «Ὁ πόλεμος τοῦ Κυρίου ἐνίκησε τὴν πόλιν Ζωὸβ καὶ ἐξήρανε τὸν χείμαρρον Ἀρνῶν·
- 15
καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι ῎Ηρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.
Ὁ πόλεμος τοῦ Κυρίου ἦταν τόσον ὁρμητικὸς καὶ ἀποτελεσματικός, ποὺ ἐπέτυχε ὥστε οἰ Ἰσραηλῖται, οἱ ὁρμητικοὶ σὰν χείμαρροι, νὰ φθάσουν καὶ νὰ κατοικήσουν εἰς τὴν πόλιν Ἤρ, ἡ ὁποία εὑρίσκεται εἰς τὰ ὅρια τῆς Μωὰβ καὶ εἶναι πρωτεύουσα τῆς χώρας τῶν Μωαβιτῶν».
- 16
καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.
Ἀπὸ ἐκεῖ ἔφυγαν καὶ ἐπῆγαν εἰς τὸν τόπον, ποὺ ὀνομάζεται «πηγάδι». Τὸ πηγάδι τοῦτο εἶναι ἐκεῖνο, διὰ τὸ ὁποῖον ὁ Κύριος εἶπε πρὸς τὸν Μωϋσῆν: «Συνάθροισε τὸν λαὸν καὶ θὰ τοὺς δώσω νερὸ νὰ πιοῦν».
- 17
τότε ᾖσεν ᾿Ισραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ,
Τότε ὁ Ἰσραηλιτικὸς λαὸς ἔψαλε τὸ ἆσμα αὖτο ἐκεῖ εἰς τὸ πηγάδι. Ἔλεγαν οἱ Ἰσραηλῖται: «Σηκωθῆτε, ἄρχιστε τὸ ἆσμα τοῦ πηγαδιοῦ: Ὦ πηγάδι,
- 18
ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·
οἱ ἄρχοντες καὶ ἀρχηγοὶ τὸ ἄνοιξαν, βασιλεῖς ἐθνῶν, ὅταν εὑρίσκοντο εἰς ὅλην τὴν βασιλικὴν δύναμιν καὶ ἐξουσίαν των, ἔσκαψαν, ἔκοψαν πέτρες καὶ τὸ ἔκτισαν, ὅταν εἶχαν κυριεύσει τὰ μέρη ἐκεῖνα!» Κατόπιν οἱ Ἰσραηλῖται ἔφυγαν ἀπὸ τὸν τόπον ἐκεῖνον τοῦ πηγαδιοῦ καὶ ἐπῆγαν εἰς Μανθανανείν,
- 19
καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς ᾿Ιανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
Ἀπὸ τὸν τόπον Μανθαναεὶν ἐπῆγαν εἰς τὴν τοποθεσίαν Νααλιὴλ· καὶ ἀπὸ Νααλιὴλ εἰς τὴν τοποθεσίαν Βαμώθ· ἀπὸ δὲ τὴν Βαμὼθ ἐπῆγαν εἰς τὴν Ἰανήν, ποὺ εὑρίσκεται εἰς τὴν πεδιάδα (τὶς στέππες) τῆς χώρας Μωάβ, κοντὰ εἰς τὴν κορυφὴν τοῦ «Λαξευμένου», δηλαδὴ τοῦ ὅρους Ναβαῦ, ἀπὸ τὸ ὁποῖον βλέπει κανεὶς κάτω τὴν ἔρημον.
- 20
Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα ᾿Αμορραίων λόγοις εἰρηνικοῖς λέγων·
Ὅταν οἰ Ἰσραηλῖται ἦσαν στρατοπεδευμένοι τὸν χείμαρρον Ἀρνῶν, ἔστειλαν πρεσβευτὰς πρὸς τὸν Σηών, τὸν βασιλιᾶ τῶν Ἀμορραίων, καὶ τὸν παρεκάλεσαν μὲ λόγια καὶ τρόπον εἰρηνικόν:
- 21
παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα,
«Ἐπίτρεψέ μας νὰ περάσωμεν ἀπὸ τὴν χώραν σου· σοῦ ὑποσχόμεθα ὅτι θὰ προχωρήσωμεν ἀπὸ τὸν δημόσιον δρόμον καὶ δὲν θὰ παρεκκλίνωμεν καὶ δὲν θὰ μποῦμε οὔτε εἰς τὰ χωράφια οὔτε εἰς τὰ ἀμπέλια τῶν ὑπηκόων σου·
- 22
οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.
δὲν θὰ πιοῦμε νερὸ ἀπὸ τὰ πηγάδια (ἤ τὶς στέρνες σου). Θὰ ἀκολουθήσωμεν καὶ θὰ βαδίσωμεν τὸν συνυθισμένον δημόσιον (ἁμαξιτόν) δρόμον, μέχρις ὅτου περάσωμεν καὶ βγοῦμε ἀπὸ τὰ σύνορά σου».
- 23
καὶ οὐκ ἔδωκε Σηὼν τῷ ᾿Ισραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ ᾿Ισραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς ᾿Ιασσὰ καὶ παρετάξατο τῷ ᾿Ισραήλ.
Ἀλλὰ ὁ βασιλιᾶς Σηὼν δὲν ἔδωκε εἰς τὸν Ἰσραηλιτικὸν λαὸν τὴν ἄδειαν νὰ περάσῃ μέσα ἀπὸ τὰ σύνορά του· ἀπ' ἐναντίας ἐμάζευσε ὅλον τὸν λαόν του καὶ ἐβγῆκε εἰς τὴν ἔρημον διὰ νὰ παραταχθῇ εἰς πόλεμον ἐναντίον τοῦ Ἰσραὴλ καὶ, ὅταν ἔφθασεν εἰς τὴν πόλιν Ἰασσά, ἐπετέθη ἐναντίον τῶν Ἰσραηλιτῶν.
- 24
καὶ ἐπάταξεν αὐτὸν ᾿Ισραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ ᾿Αρνῶν ἕως ᾿Ιαβόκ, ἕως υἱῶν ᾿Αμμάν· ὅτι ᾿Ιαζὴρ ὅρια υἱῶν ᾿Αμμάν ἐστι.
Οἱ Ἰσραηλῖται ὅμως τὸν ἐκτύπησαν καὶ τὸν ἐθανάτωσαν μὲ μαχαίρια καὶ ἔγιναν κύριοι καὶ ἐξουσιασταὶ τῆς χώρας του ἀπὸ τὸν χείμαρρον Ἀρνῶν μέχρι τὸν χείμαρρον Ἰαβώκ, δηλαδὴ μέχρι τῆς χώρας τῶν Ἀμμωνιτῶν· διότι ἡ Ἰαζὴρ εἶναι τὰ νότια σύνορα τῶν Ἀμμωνιτῶν.
- 25
καὶ ἔλαβεν ᾿Ισραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων, ἐν ᾿Εσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.
Καί οἰ Ἰσραηλῖται κατέλαβαν ὅλες αὐτὲς τὶς πόλεις, ποὺ ἦσαν εἰς τὴν περιοχὴν αὐτήν, καὶ ἑκατοίκησαν εἰς ὅλες τὶς πόλεις τῶν Ἀμορραίων, δηλαδὴ εἰς τὴν Ἐσεβὼν καὶ ὅλα τὰ χωριὰ καὶ περιοχές, ποὺ ἐγειτόνευαν μὲ τὴν Ἐσεβών.
- 26
ἔστι γὰρ ᾿Εσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν ᾿Αμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ ᾿Αροὴρ ἕως ᾿Αρνῶν.
Διότι ἡ πόλις Ἐσεβὼν ἦταν ἡ πρωτεύουσα τοῦ βασιλιᾶ τῶν Ἀμορραίων Σηών, ὁ ὁποῖος ἐπολέμησε καὶ ἐνίκησε προηγουμένως τὸν βασιλιᾶ τῆς Μωὰβ καὶ ἐκυρίευσε ὅλην τὴν χώραν του ἀπὸ τὴν Ἀροὴρ μέχρι τὸν χείμαρρον Ἀρνῶν.
- 27
διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς ᾿Εσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
Διὰ τοῦτο ψάλλουν οἱ ποιηταί: «Ἐλᾶτε εἰς τὴν Ἐσεβών, διὰ νὰ κατασκευασθῇ καὶ ἀνοικοδομηθῇ ἡ πόλις αὐτὴ τοῦ βασιλιᾶ Σηών, ὥστε νὰ εἶναι πάλιν κατοικήσιμος.
- 28
ὅτι πῦρ ἐξῆλθεν ἐξ ᾿Εσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας ᾿Αρνῶν.
Διότι ἐπήδησε φωτιὰ ἀπὸ τὴν πόλιν Ἐσεβών, φλόγα ἀπὸ τὴν πόλιν τοῦ βασιλιᾶ Σηὼν καὶ ἡ πυρκαϊά, ποὺ ἄναψε, ἐπυρπόλησε καὶ κατέφαγε τὴν χώραν μέχρι τῆς Μωὰβ καὶ κατέστρεψε καὶ ἐκατάπιε τὶς εἰδωλολατρικὲς στῆλες (τὰ ἀγάλματα) τοῦ χειμάρρου Ἀρνῶν.
- 29
οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν ᾿Αμορραίων Σηών·
Ἀλλοίμονον εἰς σέ, Μωάβ! Ἐχάθηκες, λαὲ τοῦ εἰδωλολατρικοῦ θεοῦ Χαμώς! Οἱ υἱοὶ τῶν κατοίκων τῆς Μωὰβ διὰ νὰ σωθοῦν παρεδόθησαν αἰχμάλωτοι καὶ οἱ θυγατέρες των ἔγιναν αἰχμάλωτοι εἰς τὸν Σηών, τὸν βασιλιᾶ τῶν Ἀμορραίων.
- 30
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, ᾿Εσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
Οἱ ἀπόγονοί των ἐξωλοθρεύθησαν, ἡ Ἐσεβὼν μέχρι τῆς Δαιβὼν ἔχουν καταστραφῆ. Καὶ αὐτὲς ἀκόμη οἱ γυναῖκες ἔβαλαν φωτιὰν εὶς τὶς πόλεις τῶν Μωαβιτῶν».
- 31
Κατώκησε δὲ ᾿Ισραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν ᾿Αμορραίων.
Ἔτσι ὁ Ἰσραηλιτικὸς λαὸς ἑκατοίκησε εἰς ὅλες τὶς πόλεις τῶν Ἀμορραίων (ποὺ ἀνῆκαν προηγουμένως εἰς τοὺς Μωαβῖτες).
- 32
καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν ᾿Ιαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν ᾿Αμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.
Καὶ ὁ Μωϋσῆς ἔστειλεν ἀνθρώπους διὰ νὰ ἐρευνήσουν καὶ κατασκοπεύσουν πῶς πρέπει νὰ ἐπιτεθοῦν καλύτερα ἐναντίον τῆς πόλεως Ἰαζήρ. Κατόπιν οἱ Ἰσραηλῖται κατέλαβαν καὶ ἐκυρίευσαν τὴν πόλιν Ἰαζὴρ καὶ τὰ χωριὰ καὶ τὶς περιοχές, ποὺ ἀνήκαν εἰς αὐτήν, καὶ ἔδιωξαν τοῦ Ἀμορραίους, ποὺ κατοικοῦσαν ἐκεῖ.
- 33
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν ῍Ωγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς ᾿Εδραείν.
Ἀπὸ ἐκεῖ οἱ Ἰσραηλῖται ἐγύρισαν πίσω καὶ ἐπροχώρησαν πρὸς τὰ βόρεια μὲ κατεύθυνσιν πρὸς τὴν χώραν Βασάν. Καὶ ὁ Ὤγ, ὁ βασιλιᾶς τῆς Βασάν, ἐβγῆκε μὲ ὅλον τὸν λαόν του διὰ νὰ τοὺς ἐπιτεθῇ καὶ διὰ νὰ πολεμήσῃ ἐναντίον των εἰς τὴν πόλιν Ἐδραείν.
- 34
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν ᾿Αμορραίων, ὃς κατῴκει ἐν ᾿Εσεβών.
Τότε ὁ Κύριος εἶπε πρὸς τὸν Μωϋσῆν: «Μὴ τὸν φοβηθῇς· διότι ἔχω παραδώσει εἰς τὰ χέρια σου καὶ αὐτὸν καὶ ὅλον τὸν λαόν του καὶ ὅλην τὴν χώραν του· καὶ θὰ συμπεριφερθῆς εἰς αὐτόν, ὅπως εἶχες συμπεριφερθῇ εἰς τὸν Σηών, τὸν βασιλιᾶ τῶν Ἀμορραίων, ὁ ὁποῖος κατοικοῦσε εἰς τὴν πόλιν Ἐσεβών».
- 35
καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.
Ἔτσι ὁ Μωϋσῆς ἐπετέθη καὶ ἐκτύπησε τὸν Ὢγ καὶ τὰ παιδιά του καὶ ὅλον τὸν λαόν του, μέχρις ὅτου δὲν ἔμεινε κανένας ἀπὸ αὐτοὺς ζωντανός. Ἔτσι οἱ Ἰσραηλῖται ἐκυρίευσαν καὶ ἐκληρονόμησαν τὴν Βασάν, τὴν χώρα τοῦ βασιλιᾶ Ὤγ.
