Αριθμοί, κεφάλαιο 17
- 1
ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν
Ο Κύριος εἶπε πρὸς τὸν Μωϋσῆν
- 2
καὶ πρὸς ᾿Ελεάζαρ τὸν υἱὸν ᾿Ααρὼν τὸν ἱερέα· ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ,
καὶ πρὸς τὸν ἱερέα Ἐλεάζαρ, τὸν υἱὸν τοῦ ἀρχιερέως Ἀαρών: (Ἀνασύρετε τὰ χάλκινα θυμιατήρια μέσα ἀπὸ τὰ καμένα ὑπολείμματα τῶν ἀνθρώπων καὶ σκορπίσετε πρὸς ὅλες τὶς διευθύνσεις τὴν κοσμικήν, συνηθισμένην (καὶ ὄχι ἁγίαν) φωτιὰν ἀπὸ τὸ μέρος ἐκεῖνο·
- 3
ὅτι ἡγίασαν τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν· καὶ ποίησον αὐτὰ λεπίδας ἐλατὰς περίθεμα τῷ θυσιαστηρίῳ, ὅτι προσηνέχθησαν ἔναντι Κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς ᾿Ισραήλ.
νὰ ἀνασύρετε τὰ χάλκινα θυμιατήρια, διότι ἔγιναν πλέον ἱερά, ἐπειδὴ οἱ ἁμαρτωλοὶ αὐτοὶ ἐπαναστάται τοῦ Κορὲ ἐπλήρωσαν μὲ τὴν ζωήν των τὴν ἁμαρτίαν τῆς ἀνταρσίας των κατὰ τοῦ Θεοῦ. Νὰ τὰ ἀνασύρῃς, νὰ τὰ σφυροκοπήσῃς καὶ νὰ τὰ κάμῃς λεπτὰ χάλκινα φύλλα, τὰ ὁποῖα νὰ στερεώσῃς ὡς περικάλυμμα εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων· διότι ἐφ' ὅσον ἔχουν προσφερθῆ καὶ χρησιμοποιηθῆ ἐμπρὸς εἰς τὸν Κύριον, ἔγιναν πλέον ἱερὰ καὶ δὲν πρέπει νὰ ἐπαναφερθοῦν εἰς κοινὴν χρῆσιν· ἀλλὰ καὶ διότι ἔγιναν πλέον σημεῖον, ποὺ θὰ ὑπενθυμίζῃ εἰς τὸν Ἰσραηλιτικὸν λαὸν τὴν αὐστηρὰν τιμωρίαν τῶν ἐπαναστατῶν».
- 4
καὶ ἔλαβεν ᾿Ελεάζαρ υἱὸς ᾿Ααρὼν τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ, ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι, καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ,
Ὁ ἱερεὺς Ἐλεάζαρ, ὁ υἱὸς τοῦ ἀρχιερέως Ἀαρών, ἐπῆρε τὰ χάλκινα θυμιατήρια, ὅσα εἶχαν χρησιμοποιήσει διὰ νὰ προσφέρουν θυμίαμα ἐκεῖνοι ποὺ κατεκάησαν ἀπὸ τὸν Θεόν, καὶ τὰ ἐσφυροκόπησεν εἰς λεπτὰ φύλλα καὶ τὰ ἐκάρφωσεν ὡς περικαλύμματα εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων.
- 5
μνημόσυνον τοῖς υἱοῖς ᾿Ισραήλ, ὅπως ἂν μὴ προσέλθῃ μηδεὶς ἀλλογενής, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος ᾿Ααρών, ἐπιθεῖναι θυμίαμα ἔναντι Κυρίου καὶ οὐκ ἔσται ὥσπερ Κορὲ καὶ ἡ ἐπισύστασις αὐτοῦ, καθὰ ἐλάλησε Κύριος ἐν χειρὶ Μωυσῆ αὐτῷ.
Τοῦτο θὰ ἦταν ὑπενθύμισις εἰς τὸν Ἰσραηλιτικὸν λαόν, διὰ νὰ μὴ πλησιάσῃ κανένας ξένος, ποὺ δεν εἶναι ἀπόγονος τοῦ ἀρχιερέως Ἀαρών, καὶ θυσιάσῃ θυμίαμα ἐμπρὸς εἰς τὸν Κύριον· διὰ νὰ μὴ πάθῃ καὶ αὐτὸς ὅ,τι ἔπαθαν ὁ Κορὲ καὶ οἱ σύντροφοί του. Νὰ μὴ πάθῃ δηλαδὴ τὰ ὅσα ἀνήγγειλεν ὁ Κύριος εἰς τὸν Κορὲ διὰ τοῦ Μωϋσῆ.
- 6
Καὶ ἐγόγγυσαν οἱ υἱοὶ ᾿Ισραὴλ τῇ ἐπαύριον ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν λέγοντες· ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν Κυρίου.
Ἀλλὰ τὴν ἄλλην ἀκριβῶς ἡμέραν οἱ Ἰσραηλῖται παρεπονέθησαν ἐναντίον τοῦ Μωϋσῆ καὶ τοῦ Ἀαρὼν καὶ εἶπαν: «Σεῖς ἔχετε σκοτώσει τὸν λαὸν τοῦ Κυρίου· ἐγίνατε αἰτία νὰ χαθοῦν καὶ νὰ καοῦν τόσοι ἄνθρωποι!»
- 7
καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ ᾿Ααρὼν καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα Κυρίου.
Ἐνῷ ὅμως ὁ Ἰσραηλιτικὸς λαὸς ἄρχισε νὰ συγκεντρώνεται καὶ νὰ περιτριγυρίζῃ μὲ κακὲς διαθέσεις τὸν Μωϋσὴν καὶ τὸν Ἀαρών, αὐτοὶ οἱ δύο ἔτρεξαν γρήγορα πρὸς τὴν Σκηνὴν τοῦ Μαρτυρίου διὰ νὰ σωθοῦν καὶ νὰ προσευχηθοῦν· καὶ ἀμέσως ἐσκέπασε τὴν Σκηνὴν τὸ ὑπερφυσικὸν νέφος μὲ τὴν ἐκτυφλωτικήν λάμψιν, ποὺ ἐφανέρωνε τὴν ἔνδοξον δύναμιν τοῦ Κυρίου.
- 8
καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου.
Ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν ἔτρεξαν καὶ ἐστάθησαν ἐμπρὸς εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου.
- 9
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν λέγων·
Τότε ὁ Κύριος ἐμίλησε πρὸς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ εἶπε:
- 10
ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης, καὶ ἐξαναλώσω αὐτοὺς εἰσάπαξ. καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν.
«Χωρισθῆτε καὶ φύγετε μακριὰ ἀπὸ τὴν συναγωγὴν αὐτήν, διότι θὰ τοὺς κάψω ὅλους, θὰ τοὺς κάμω στάχτην εὐθὺς ἀμέσως μιὰ γιὰ πάντα». Ἀλλὰ ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν ἔπεσαν κάτω μὲ τὰ πρόσωπα κατὰ γῆς, διὰ νὰ παρακαλέσουν τὸν Θεὸν νὰ δείξῃ καὶ τώρα τὸ ἔλεός του.
- 11
καὶ εἶπε Μωυσῆς πρὸς ᾿Ααρών· λάβε τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ ἀπὸ προσώπου Κυρίου, ἦρκται θραύειν τὸν λαόν.
Ὁ Μωϋσῆς, φωτιζόμενος ἀπὸ τὸν Θεὸν μετὰ ἀπὸ τὴν προσευχήν, ἐσηκώθη καὶ εἶπεν εἰς τὸν Ἀαρών: «Πάρε τὸ θυμιατήρι καὶ βάλε εἰς αὐτὸ ἀναμμένα κάρβουνα ἀπὸ ἐκεῖνα ποὺ ὑπάρχουν εἰς τὸ Θυσιαστήριον, καὶ τρέξε τὸ γρηγορώτερον εἰς τὸ στρατόπεδον, διὰ νὰ προσφέρῃς μὲ τὸ θυμίαμά σου, ὡς ἀρχιερεὺς ποὺ εἶσαι, ἐξιλαστήριον θυσίαν διὰ τὸν λαὸν αὐτόν· διότι ἐξέσπασε πάλιν ὁ μεγάλος θυμὸς τοῦ δικαίου Θεοῦ καὶ ἄρχισε νὰ θανατώνῃ τὸν λαόν»,
- 12
καὶ ἔλαβεν ᾿Ααρών, καθάπερ ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμεν εἰς τὴν συναγωγήν· καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ
Καὶ ὁ ἀρχιερεὺς Ἀαρὼν ἐπῆρε ἀμέσως τὸ θυμιατήρι μὲ τὴν φωτιὰν καὶ τὸ θυμίαμα, ὅπως ἀκριβῶς τοῦ παρήγγειλεν ὁ Μωϋσῆς, καὶ ἔτρεξε γρήγορα εἰς τὸ στρατόπεδον τοῦ λαοῦ, μεταξὺ τοῦ ὁποίου εἶχεν ἤδη άρχίσει τὸ θανατικόν. Καὶ ὁ Ἀαρὼν ἔβαλε εἰς τὴν φωτιὰν τοῦ θυμιατηρίου θυμίαμα καὶ ἐπρόσφερε θυσίαν ἐξιλαστήριον εἰς τὸν Θεὸν ὑπὲρ τοῦ λαοῦ.
- 13
καὶ ἔστη ἀναμέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις.
Καὶ ὡς μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστάθη μεταξὺ τῶν νεκρῶν, ποὺ ἐκτυπήθησαν ἀπὸ τὴν δικαιοσύνην τοῦ Θεοῦ καὶ τῶν ζωντανῶν καὶ ἐσταμάτησε τὸ θανατικόν.
- 14
καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τεσσαρεσκαίδεκα χιλιάδες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.
Ὁ ἀριθμὸς ἐκείνων ποὺ ἐκτυπήθησαν μὲ τὸ θανατηφόρον κτύπημα τοῦ Θεοῦ, ἔφθασε τὶς δεκατέσσερις χιλιάδες καὶ ἑπτακοσίους, ἐκτος ἐκείνων ποὺ ἀπέθαναν ἐξ ἀφορμῆς τῆς ἐπαναστάσεως τοῦ Κορέ.
- 15
καὶ ἐπέστρεψεν ᾿Ααρών πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.
Καὶ ὁ Ἀαρὼν ἐπέστρεψεν εἰς τὸν Μωϋσῆν εἰς τὴν εἴσοδον τῆς Σκηνῆς τοῦ Μαρτυρίου καὶ ἐσταμάτησε τὸ θανατικόν.
- 16
Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Ὁ Κύριος ἐμίλησε εἰς τὸν Μωϋσῆν καὶ εἶπε:
- 17
λάλησον τοῖς υἱοῖς ᾿Ισραὴλ καὶ λάβε παρ' αὐτῶν ράβδον ράβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ράβδου.
«Κάλεσε καὶ μίλησε εἰς τοὺς Ἰσραηλίτες καὶ πάρε ἀπὸ αὐτοὺς ἕνα ραβδί· ἕνα ραβδὶ ἀπὸ κάθε φυλὴν ἀπὸ ὅλους τοὺς ἀρχηγοὺς κάθε φυλῆς, δηλαδὴ συνολικὰ δώδεκα ραβδιά, καὶ χάραξε (γράψε) τὸ ὄνομα τοῦ καθενὸς ἀρχηγοῦ ἐπάνω εἰς τὸ ραβδὶ ποὺ παρέδωκε.
- 18
καὶ τὸ ὄνομα ᾿Ααρὼν ἐπίγραψον ἐπὶ τῆς ράβδου Λευί· ἔστι γὰρ ράβδος μία, κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσι.
Τὸ ὄνομα τοῦ ἀρχιερέως Ἀαρὼν νὰ τὸ γράψῃς εἰς τὸ ραβδὶ τῆς φυλῆς τοῦΛευΐ, διότι κάθε φυλὴ θὰ παραδώσῃ ἀπὸ ἕνα ραβδί.
- 19
καὶ θήσεις αὐτὰς ἐν τῇσκηνῇ τοῦ μαρτυρίου, κατέναντι τοῦ μαρτυρίου, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ.
Καὶ τὰ δώδεκα αὐτὰ ραβδιὰ θὰ τὰ τοποθετήσῃς ἀποβραδὶς μέσα εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, ἐμπρὸς εἰς τὴν Κιβωτὸν τῆς Διαθήκης· μὲ τὰ ραβδιὰ ἐκεῖνα ἐγὼ ὁ Θεὸς θὰ ἀποκαλυφθῶ εἰς σὲ μὲ τὸν ἑξῆς τρόπον:
- 20
καὶ ἔσται ὁ ἄνθρωπος, ὃν ἂν ἐκλέξωμαι αὐτόν, ἡ ράβδος αὐτοῦ ἐκβλαστήσει· καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν υἱῶν ᾿Ισραήλ, ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν.
Τὸν ἄνθρωπον, τοῦ ὁποίου τὸ ραβδὶ θὰ παρουσιάσῃ τὴν ἄλλην ἡμέραν φυτρωμένον (μὲ ἄνθη καὶ καρπόν), αὐτὸν θὰ ἐκλέξω ὡς ἱερέα. Ἔτσι θὰ ἀφαιρέσω καὶ σταματήσω τὰ παράπονα τῶν Ἰσραηλιτῶν ἐναντίον μου, τὰ ὁποῖα διατυπώνουν ἐναντίον σας».
- 21
καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς ᾿Ισραήλ, καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ράβδον, τῷ ἄρχοντι τῷ ἑνὶ ράβδον κατ' ἄρχοντα, κατ' οἴκους πατριῶν αὐτῶν, δώδεκα ράβδους, καὶ ἡ ράβδος ᾿Ααρὼν ἀνὰ μέσον τῶν ράβδων αὐτῶν.
Ὁ Μωϋσῆς ἐκάλεσε καὶ ἐμίλησε εἰς τοὺς Ἰσραηλῖτες καὶ ἔδωκαν εἰς αὐτὸν ὅλοι οἱ ἀρχηγοὶ τοῦ λαοῦ ἕνα ραβδί. Κάθε ἀρχηγὸς τοῦ ἔδωκε ἀπὸ ἕνα ραβδί, δηλαδὴ κάθε φυλὴ ἔδωκε ἀπὸ ἕνα ραβδί· ἔτσι παρέδωκαν εἰς τὸν Μωϋσῆν δώδεκα ραβδιά. Μεταξὺ αὐτῶν τῶν δώδεκα ἦταν καὶ τὸ ραβδὶ τοῦ Ἀαρών.
- 22
καὶ ἀπέθηκε Μωυσῆς τὰς ράβδους ἔναντι Κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Καὶ ὁ Μωϋσῆς ἐτοποθέτησε τὰ δώδεκα ραβδιὰ ἐμπρὸς εἰς τὸν Κύριον, μέσα εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου, ἀποβραδίς.
- 23
καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθε Μωυσῆς καὶ ᾿Ααρὼν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἰδοὺ ἐβλάστησεν ἡ ράβδος ᾿Ααρὼν εἰς οἶκον Λευὶ καὶ ἐξήνεγκε βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησε κάρυα.
Τὴν ἑπομένην ἡμέραν ἐμπῆκε μὲ εὐλάβειαν ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν εἰς τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ νά· ὅλα τὰ ραβδιὰ εἶχαν μείνει ξερά, ἐκτὸς ἀπὸ ἐκεῖνο τοῦ Ἀαρών, ποὺ εἶχε τοποθετηθῆ ἐξ ὀνόματος τῆς φυλῆς Λευΐ· αὐτὸ ἐπέταξε, μέσα στις ὀλίγες ὦρες, βλαστάρι πράσινο καὶ δροσερὸ καὶ τὸ βλαστάρι ἄνθισε καὶ ὡρισμένα ἀπὸ τὰ ἄνθη ἔδεσαν καὶ παρουσίασαν ὡς καρπὸν καρύδια.
- 24
καὶ ἐξήνεγκε Μωυσῆς πάσας τὰς ράβδους ἀπὸ προσώπου Κυρίου πρὸς πάντας υἱοὺς ᾿Ισραήλ, καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ράβδον αὐτοῦ.
Καὶ ὁ Μωϋσῆς ἔβγαλε ὅλα τὰ ραβδιὰ ἔξω ἀπὸ τὴν Κιβωτὸν τοῦ Κυρίου καὶ τὰ παρουσίασε εἰς ὅλον τὸν Ἰσραηλιτικὸν λαὸν καὶ ὅλοι εἶδαν τὸ θαῦμα καὶ ἔλαβεν ὁ καθένας πάλι τὸ ραβδί του.
- 25
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀπόθες τὴν ράβδον ᾿Ααρὼν ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν, σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων, καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ, καὶ οὐ μὴ ἀποθάνωσι.
Ὁ Κύριος τότε εἶπε πρὸς τὸν Μωϋσῆν: «Φέρε καὶ βάλε τὸ ραβδὶ τοῦ Ἀαρὼν πάλιν ἐμπρὸς εἰς τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, διὰ νὰ μένῃ ἐκεῖ φυλαγμένον, ὡς σημάδι εἰς τὰ παιδιὰ τῶν ἀνυποτάκτων καὶ ἀνταρτῶν, ποὺ ἐτιμωρήθησαν διὰ τὴν ἐπανάστασίν των· καὶ ἂς σταματήσουν τὰ παράπονά των ἐναντίον μου, διὰ νὰ μὴ ἀποθάνουν καὶ ἑξαφανισθοῦν ὅλοι τους».
- 26
καὶ ἐποίησε Μωυσῆς καὶ ᾿Ααρών, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
Ὁ Μωϋσῆς καὶ ὁ Ἀαρὼν ἔκαμαν ὅπως διέταξεν ὁ Κύριος τὸν Μωϋσῆν· ἔτσι ἀκριβῶς ἔκαμαν.
- 27
καὶ εἶπαν οἱ υἱοὶ ᾿Ισραὴλ πρὸς Μωυσῆν λέγοντες· ἰδοὺ ἐξανηλώμεθα, ἀπολώλαμεν, παρανηλώμεθα·
Παρ' ὅλα αὐτὰ καὶ ὕστερα ἀπὸ τὰ θαύματα ἐκεῖνα οἱ Ἰσραηλῖται εἶπαν εἰς τὸν Μωϋσῆν: «Νά· ἀφανισθήκαμε· ἐκαταστραφήκαμε· ἐκαήκαμε, ἐγίναμε στάχτη!
- 28
πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς Κυρίου ἀποθνήσκει· ἕως εἰς τέλος ἀποθάνωμεν;
βεβαιωθήκαμε ὅτι καθένας ποὺ ἐγγίζει (πλησιάζει περισσότερον ἀπὸ ὅσον ἐπιτρέπεται) τὴν Σκηνὴν τοῦ Κυρίου (τοῦ Μαρτυρίου), ἀποθνήσκει· λοιπόν, θὰ ἀποθάνωμεν ὅλοι καὶ θὰ μείνῃ εἰς τὸ τέλος κανένας ἀπὸ ἡμᾶς;»
