Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΡΙΘΜΟΙ

Αριθμοί, κεφάλαιο 13

34 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ μετὰ ταῦτα ἐξῇρεν ὁ λαὸς ἐξ ᾿Ασηρώθ, καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

    Όταν ἡ Μαριὰμ ἐκαθαρίσθη καὶ ἐπέστρεψεν εἰς τὸ στρατόπεδον τῶν Ἰσραηλιτῶν, οἱ Ἰσραηλῖται ἀνεχώρησαν ἀπὸ τὴν Ἀσηρὼθ καὶ ἀφοῦ ἐπροχώρησαν, ἔστησαν τὶς σκηνές τους εἰς τὴν ἔρημον τοῦ Φαράν.

  2. 2

    καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

    Ὁ Κύριος ἐμίλησε εἰς τὸν Μωϋσῆν καὶ εἶπε:

  3. 3

    ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς ᾿Ισραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

    «Στεῖλε σὺ ὁ ἴδιος ἄνδρες, οἱ ὁποῖοι θὰ κατασκοπεύσουν καὶ θὰ ἐξετάσουν μὲ προσοχὴν τὴν χώραν τῶν Χαναναίων, τὴν ὁποίαν δίδω ὡς κληρονομίαν καὶ πρὸς κατάκτησιν εἰς τοὺς Ἰσραηλίτες· νὰ διαλέξῃς ἀνὰ ἕνα ἄνδρα ἀπὸ κάθε φυλήν, κατὰ τὴν πατριαρχικὴν του οἰκογένειαν καὶ θὰ τοὺς ἀποστείλῃς. Ὅλοι, ὅσους θὰ ἀποστείλῃς ὡς κατασκόπους, θὰ εἶναι ἄρχοντες».

  4. 4

    καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν ᾿Ισραὴλ οὗτοι.

    Καὶ ὁ Μωϋσῆς τοὺς ἐδιάλεξε καὶ τοὺς ἔστειλε ἀπὸ τὴν ἔρημον τοῦ Φαρὰν σύμφωνα πρὸς τὴν ἐντολήν, ποὺ τοῦ ἔδωκεν ὁ Θεός. Ὅλοι οἱ ἄνδρες αὐτοὶ ἦσαν ἀρχηγοὶ τῶν Ἰσραηλιτῶν.

  5. 5

    καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ρουβὴν Σαμουὴλ υἱὸς Ζαχούρ·

    Τὰ ὀνόματα τῶν ἀνδρῶν ἐκείνων ἦσαν τὰ ἀκόλουθα: Τῆς φυλῆς τοῦ Ρουβήν, ὁ Σαμουήλ, υἱὸς τοῦ Ζαχούρ·

  6. 6

    τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρί·

    τῆς φυλῆς τοῦ Συμεών, ὁ Σαφάτ, υἱὸς τοῦ Σουρί·

  7. 7

    τῆς φυλῆς ᾿Ιούδα Χάλεφ υἱὸς ᾿Ιεφοννή·

    τῆς φυλῆς τοῦ Ἰούδα, ὁ Χάλεφ, υἱὸς τοῦ Ἰεφοννῆ·

  8. 8

    τῆς φυλῆς ᾿Ισσάχαρ ᾿Ιλαὰλ υἱὸς ᾿Ιωσήφ·

    τῆς φυλῆς τοῦ Ἰσσάχαρ, ὁ Ἰλαάλ, υἱὸς τοῦ Ἰωσήφ·

  9. 9

    τῆς φυλῆς ᾿Εφραὶμ Αὐσὴ υἱὸς Ναυή·

    τῆς φυλῆς τοῦ Ἐφραίμ, ὁ Αὐσή, υἱὸς τοῦ Ναυῆ·

  10. 10

    τῆς φυλῆς Βενιαμὶν Φαλτὶ υἱὸς Ραφοῦ·

    τῆς φυλῆς τοῦ Βενιαμίν, ὁ Φαλτί υἱὸς τοῦ Ραφοῦ·

  11. 11

    τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί·

    τῆς φυλῆς τοῦ Ζαβουλών, ὁ Γουδιήλ, υἱὸς τοῦ Σουδί·

  12. 12

    τῆς φυλῆς ᾿Ιωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδὶ υἱὸς Σουσί·

    τῆς φυλῆς τοῦ Ἰωσήφ, δηλαδὴ ἀπὸ τοὺς ἀπογόνους τοῦ Μανασσῆ, ὁ Γαδί, υἱὸς τοῦ Σουσί·

  13. 13

    τῆς φυλῆς Δὰν ᾿Αμιὴλ υἱὸς Γαμαλί·

    τῆς φυλῆς τοῦ Δάν, ὁ Ἀμιήλ, υἱὸς τοῦ Γαμαλί·

  14. 14

    τῆς φυλῆς ᾿Ασὴρ Σαθοὺρ υἱὸς Μιχαήλ·

    τῆς φυλῆς τοῦ Ἀσήρ, ὁ Σαθούρ, υἱὸς τοῦ Μιχαήλ·

  15. 15

    τῆς φυλῆς Νεφθαλὶ Ναβὶ υἱὸς Σαβί·

    τῆς φυλῆς τοῦ Νεφθαλί, ὁ Ναβί, υἱὸς τοῦ Σαβί.

  16. 16

    τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί·

    Τῆς φυλῆς τοῦ Γάδ, ὁ Γουδιήλ, υἱὸς τοῦ Μακχί.

  17. 17

    ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ ᾿Ιησοῦν.

    Αὐτὰ εἶναι τὰ ὀνόματα τῶν ἀνδρῶν, τοὺς ὁποίους ἀπέστειλεν ὁ Μωυσῆς διὰ νὰ κατασκοπεύσουν τὴν χώραν τῆς Χαναάν. Καὶ ὁ Μωϋσῆς ἄλλαξε τὸ ὄνομα τοῦ Αὐσή, τοῦ υἱοῦ τοῦ Ναυῆ, καὶ τὸν ὠνόμασεν Ἰησοῦν.

  18. 18

    καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν καὶ εἶπε πρὸς αὐτούς· ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,

    Τοὺς ἄνδρες αὐτοὺς τοὺς ἔστειλεν ὁ Μωϋσῆς διὰ νὰ κατασκοπεύσουν τὴν χώραν τῆς Χαναὰν καὶ τοὺς εἶπε: «Προχωρῆστε τώρα βόρεια, ἀνεβῆτε ἀπὸ αὐτὸν τὸν δρόμον τῆς ἐρήμου πρὸς τὰ νότια τῆς Χαναὰν καὶ κατόπιν θὰ ἀνεβῆτε εἰς τὰ ὀρεινὰ τῆς Ἰουδαίας,

  19. 19

    καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ' αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενής, εἰ ὀλίγοι εἰσὶν ἢ πολλοί·

    καὶ θὰ ἰδῆτε τὴν χώραν καὶ θὰ ἐξετάσετε πῶς εἶναι ἀκριβῶς καὶ τὸν λαόν, ποὺ κατοικεῖ εἰς αὐτήν, ἐὰν εἶναι ἰσχυρὸς ἢ ἀδύνατος, ἐὰν εἶναι ὀλίγοι ἢ πολλοί·

  20. 20

    καὶ τίς ἡ γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ' αὐτῆς, εἰ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις, ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις·

    θὰ ἑξακριβώσετε πῶς εἶναι ἡ χώρα, εἰς τὴν ὁποίαν κατοικοῦν οἱ ἄνθρωποι αὐτοί, ἐὰν εἶναι εὔφορη ἢ ἄγονη· καὶ ποιὲς εἶναι οἱ πόλεις, εἰς τὶς ὁποῖες κατοικοῦν, ἐὰν εἶναι ὠχυρωμένες μὲ τείχη, ἢ εἶναι χωρὶς τείχη·

  21. 21

    καὶ τίς ἡ γῆ, εἰ πίων ἢ παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.

    θὰ ἑξακριβώσετε πῶς εἶναι ἡ γῆ τῆς χώρας αὐτῆς, ἐὰν εἶναι πλούσια καὶ παχειὰ ἢ ἀκαλλιέργητη καὶ παραμελημένη, ἐὰν ὑπάρχῃ εἰς αὐτὴν δάσος ἢ ὄχι. Καὶ ἀφοῦ παραμείνετε ἐπὶ σύντομον χρονικὸν διάστημα εἰς αὐτήν, νὰ παρέτε ἀπὸ τοὺς καρπούς, ποὺ παράγει ἡ γῆ». Ὅταν ἐστάλησαν οἱ κατάσκοποι, ἦταν τὸ τέλος τῆς ἀνοίξεως, ἀρχὴ τοῦ θέρους, ὁ καιρὸς ποὺ ὠρίμαζαν τὰ πρῶτα σταφύλια.

  22. 22

    καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ροόβ, εἰσπορευομένων Αἰμάθ.

    Καὶ ἀφοῦ ἀνέβησαν οἱ κατάσκοποι, κατεσκόπευσαν καὶ ἐξήτασαν τὴν χώραν ἀπὸ τὴν ἔρημον Σὶν μέχρι τὴν Ροόβ, ποὺ εὑρίσκεται εἰς τὸν δρόμον, ποὺ ὁδηγεῖ εἰς τὴν Αἱμάθ.

  23. 23

    καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἀπῆλθον ἕως Χεβρών, καὶ ἐκεῖ ᾿Αχιμὰν καὶ Σεσσὶ καὶ Θελαμί, γενεαὶ ᾿Ενάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.

    Καὶ ἀνέβησαν ἀπὸ τὰ νότια καὶ ἔφθασαν μέχρι τὴν Χεβρών, ἐκεῖ ὅπου κατοικοῦσαν οἰ Ἀχιμὰν καί οἰ Σεσσὶ καὶ οἱ Θελαμί, οἱ ἀπόγονοι τοῦ Ἐνάχ. Ἡ Χεβρὼν εἶχε κτισθῆ ἑπτὰ χρόνια πρὶν ἀπὸ τὴν πόλιν Τανὶν τῆς Αἰγύπτου.

  24. 24

    καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ' αὐτοῦ καὶ ᾖραν αὐτὸν ἐπ' ἀναφορεῦσι καὶ ἀπὸ τῶν ροῶν, καὶ ἀπὸ τῶν συκῶν.

    Καὶ ἔφθασαν μέχρι τὴν λαγγαδιά, ποὺ ὀνομάζεται Σταφυλοφαράγγι, καὶ τὴν κατεσκόπευσαν. Καὶ ἀπὸ ἐκεῖ ἔκοψαν μίαν βέργαν ἀμπελιοῦ ποὺ εἶχε ἐπάνω της ἕνα τσαμπὶ σταφυλιοῦ τόσον μεγάλο καὶ βαρύ, ὥστε διὰ τὸ μεταφέρουν τὸ ἐκρέμασαν καὶ τὸ ἐσήκωσαν δύο ἄνθρωποι ἐπάνω εἰς ἕνα ξύλον (ἀναφορέα)· ἔκοψαν ἐπίσης καὶ ἐπῆραν ρόδια ἀπὸ ροδιὲς καὶ σῦκα ἀπὸ συκιές.

  25. 25

    καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ ᾿Ισραήλ.

    Καὶ τὸν τόπον ἐκεῖνον τὸν ὠνόμασαν Σταφυλοφαράγγι, διὰ τὸ μεγάλο τσαμπὶ τοῦ σταφυλιοῦ, ποὺ ἔκοψαν ἀπὸ ἐκεῖ οἱ κατάσκοποι Ἰσραηλῖται.

  26. 26

    Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας.

    Καὶ ἀπὸ ἐκεῖ ἐγύρισαν πίσω εἰς τὸ στρατόπεδόν των, ἀφοῦ κατεσκόπευσαν τὴν χώραν ἐπὶ σαράντα ἡμέρες.

  27. 27

    καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ ᾿Ααρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν ᾿Ισραήλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης καὶ ἀπεκρίθησαν αὐτοῖς ρῆμα καὶ πάσῃ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς.

    Ὅταν ἐπέστρεψαν εἰς τὸ στρατόπεδον, παρουσίασθησαν εἰς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν καὶ εἰς ὅλον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ποὺ ἦσαν στρατοπεδευμένοι εἰς τὴν ἔρημον Φαρὰν τῆς Κάδης· καὶ ἔφεραν ἀπόκρισιν εἰς αὐτοὺς καὶ εἰς ὅλον τὸ στρατόπεδὸν τοῦ λαοῦ καὶ ἔδειξαν εἰς αὐτοὺς τὸν καρπὸν τῆς χώρας, ποὺ κατεσκόπευσαν.

  28. 28

    καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν· ἤλθαμεν εἰς τὴν γῆν, εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ρέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς·

    Οἱ κατάσκοποι ἀνέφεραν εἰς τὸν Μωϋσῆν καὶ τοῦ εἶπαν: «Ἐπήγαμεν εἰς τὴν χώραν, εἰς τὴν ὁποίαν μᾶς ἀπέστειλες, καὶ πράγματι αὐτὴ εἶναι χώρα, ποὺ ἀναβρύζει γάλα καὶ μέλι· καὶ αὐτὸς εἶναι ὁ καρπὸς τῆς χώρας αὐτῆς.

  29. 29

    ἀλλ' ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ' αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν ᾿Ενὰχ ἑωράκαμεν ἐκεῖ,

    Ὁ λαὸς ὅμως, ποὺ κατοικεῖ εἰς αὐτήν, εἶναι δυνατός, καὶ οἱ πόλεις εἶναι ὠχυρωμένες γύρω - γύρω μὲ τείχη, καὶ εἶναι πολὺ μεγάλες· ἐκεῖ εἴδαμεν ἀκόμη καὶ τοὺς ἀπογόνους τοῦ Ἐνάχ.

  30. 30

    καὶ ᾿Αμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὐαῖος καὶ ὁ ᾿Ιεβουσαῖος καὶ ὁ ᾿Αμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν ᾿Ιορδάνην ποταμόν.

    Οἱ Ἀμαληκῖται κατοικοῦν εἰς τὰ νότια τῆς χώρας αὐτῆς καὶ οἱ Χετταῖοι καὶ οἱ Εὐαῖοι καὶ οἱ Ἰεβουσαῖοι καὶ οἱ Ἀμορραῖοι κατοικοῦν εἰς τὰ ὀρεινὰ καὶ οἱ Χαναναῖοι κατοικοῦν εἰς τὰ παράλια τῆς Μεσογείου θαλάσσης καὶ κατὰ μῆκος τοῦ ποταμοῦ Ἰορδάνη».

  31. 31

    καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ· οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.

    Καὶ ἐπειδὴ ὁ λαός, ὅταν ἄκουσε τὰ λόγια αὐτά, ἐφοβήθη καὶ δὲν ἤθελε νὰ προχωρήσῃ πρὸς τὴν Χαναάν, ὁ Χάλεβ καθησύχασε τὸν λαόν, ὁ ὁποῖος εἶχε στραφῇ ἐναντίον τοῦ Μωϋσῆ, καὶ εἶπεν εἰς αὐτόν: «Ὄχι, θὰ ἀνεβοῦμε χωρὶς καθυστέρησιν καὶ θὰ προχωρήσωμεν ἀμέσως πρὸς τὴν Χαναὰν καὶ θὰ τὴν κατακτήσωμεν καὶ θὰ τὴν κάμωμεν κληρονομίαν ἰδικήν μας· διότι εἴμεθα δυνατοὶ καὶ ἠμποροῦμεν νὰ τοὺς νικήσωμεν καὶ νὰ τοὺς ὑποτάξωμεν».

  32. 32

    καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ' αὐτοῦ εἶπαν· οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον.

    Οἱ ἄλλοι ὅμὼς ἄνθρωποι, ποὺ εἶχαν ἀνέβη μαζί του εἰς τὴν χώραν τῆς Χαναάν, εἶπαν: «Δὲν ἀνεβαίνομεν εἰς τὴν χώραν αὐτὴν ἐπειδὴ δὲν θὰ ἠμπορέσωμεν νὰ ἀναμετρηθῶμεν μὲ τὸν λαόν, ποὺ κατοικεῖ ἐκεῖ, διότι εἶναι πολὺ πιὸ δυνατὸς ἀπὸ ἡμᾶς».

  33. 33

    καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς ᾿Ισραήλ, λέγοντες· τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ' αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις·

    Καὶ ἐδυσφήμησαν τὴν χώραν, ποὺ εἶχαν κατασκοπεύσει καὶ ἐξώγκωσαν τὰ πράγματα εἰς τὸν Ἰσραηλιτικὸν λαὸν καὶ εἶπαν: «Ἡ χώρα, εἰς τὴν ὁποίαν ἐπήγαμεν διὰ νὰ τὴν κατασκοπεύσωμεν, εἶναι χώρα ποὺ κατατρώγει τοὺς ἀνθρώπους, οἱ ὁποῖοι τὴν κατοικοῦν· καὶ ὅλος ὁ λαός, ποὺ εἴδαμεν εἰς αὐτήν, εἶναι ἄνδρες πολὺ ὑψηλοὶ καὶ μεγαλόκορμοι·

  34. 34

    καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.

    καὶ ἐκεῖ εἴδαμεν τοὺς γίγαντες, τοὺς ἀπογόνους τοῦ Ἐνάχ, καὶ ἐμεῖς συγκρινόμενοι πρὸς ἐκείνους ἐφαινόμεθα ἐμπρός τους σὰν ἀκρίδες. Ἀλλὰ καὶ εἰς τὰ μάτια τους ἐφανήκαμε ὅτι εἴμεθα πράγματι σὰν ἀκρίδες».