Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
ΑΡΙΘΜΟΙ

Αριθμοί, κεφάλαιο 10

36 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (36)
  1. 1

    ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·

    Ο Κύριος ἐμίλησε εἰς τὸν Μωϋσῆν καὶ τοῦ εἶπε:

  2. 2

    ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτάς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.

    «Κατασκεύασε διὰ τὸν ἑαυτόν σου δύο ἀργυρὲς σάλπιγγες· νὰ τὶς κατασκευάσῃς ἀπὸ σφυρηλατημένον μέταλλον· αὐτὲς θὰ χρησιμεύουν εἰς σὲ διὰ νὰ προσκαλῇς καὶ συγκαλῇς τὴν συναγωγὴν τῶν Ἰσραηλιτῶν καὶ διὰ τὴν ἐκκίνησιν τῶν διαφόρων τμημάτων τοῦ στρατοπέδου.

  3. 3

    καὶ σαλπιεῖς ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

    Ὅταν θὰ σαλπίσῃς μὲ αὐτὲς τὶς δύο συνεχὲς σάλπισμα, Θὰ συγκεντρωθῇ ὅλη ἡ συναγωγὴ τῶν Ἰσραηλιτῶν κοντά σου, εἰς τὴν εἴσοδον τῆς Σκηνῆς τοῦ Μαρτυρίου·

  4. 4

    ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ ᾿Ισραήλ.

    Ἐὰν σαλπίσουν μόνον μὲ τὴν μίαν σάλπιγγα, θὰ συγκεντρωθοῦν καὶ θὰ παρουσιασθοῦν κοντά σου ὅλοι οἱ ἀρχηγοὶ τῶν φυλῶν τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  5. 5

    καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς·

    Ὅταν σαλπίσετε εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ, θὰ ξεκινήσουν τὰ τμήματα, ποὺ εἶναι στρατοπεδευμένα εἰς τὰ ἀνατολικὰ τοῦ στρατοπέδου τῶν Ἰσραηλιτῶν, δηλαδὴ οἱ φυλὲς τοῦ Ἰούδᾳ, Ἰσσάχαρ καὶ Ζαβουλών.

  6. 6

    καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασία σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.

    Καὶ ὅταν σαλπίσετε δεύτερον εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ, θὰ ξεκινήσουν τὰ τμήματα, ποὺ εἶναι στρατοπεδευμένα εἰς τὰ νότια τοῦ στρατοπέδου τῶν Ἰσραηλιτῶν, δηλαδή οἱ φυλὲς τοῦ Ρουβήν, Συμεὼν καὶ Γάδ· καὶ ὅταν σαλπίσετε τρίτον εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ θὰ ξεκινήσουν τὰ τμήματα, ποὺ εἶναι στρατοπεδευμένα εἰς τὰ δυτικὰ τοῦ στρατοπέδου τῶν Ἰσραηλιτῶν, δηλαδὴ οἱ φυλὲς τοῦ Ἐφραίμ, Μανασσῆ καὶ Βενιαμίν· καὶ ὅταν σαλπίσετε τέταρτον εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ, θὰ ξεκινήσουν τὰ τμήματα, ποὺ εἶναι στρατοπεδευμένα εἰς τὰ βόρεια τοῦ στρατοπέδου τῶν Ἰσραηλιτῶν δηλαδὴ οἱ φυλὲς τοῦ Δάν, Ἀσήρ καὶ Νεφθαλίμ. Κατὰ τρόπον εἰδικόν, μὲ διακεκομμένον σάλπισμα συναγερμοῦ θὰ σαλπίζουν κατὰ τὴν ἀναχώρησιν τῶν τμημάτων τοῦ στρατοπέδου τοῦ Ἰσραήλ.

  7. 7

    καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ

    Ὅταν δὲ πρόκειται νὰ συγκεντρωθῇ ἡ συναγωγὴ τῶν Ἰσραηλιτῶν, δὲν θὰ σαλπίζετε κατὰ εἰδικὸν τρόπον, μὲ διακεκομμένον σάλπισμα συναγερμοῦ, ἀλλὰ ἁπλῶς.

  8. 8

    καὶ οἱ υἱοὶ ᾿Ααρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.

    Καὶ μόνον τὰ παιδιὰ τοῦ ἀρχιερέως Ἀαρών, οἱ ἱερεῖς θὰ σαλπίζουν μὲ τὶς σάλπιγγες, καὶ αὐτὸ θὰ εἶναι διὰ σᾶς νόμος παντοτινός, αἰώνιος δι’ ὅλες τὶς γενεές σας.

  9. 9

    ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.

    Καὶ ἐὰν ἀποδυθῆτε εἰς πόλεμον εἰς τὴν χώραν σας ἐναντίον τῶν ἐχθρῶν σας, οἱ ὁποῖοι σᾶς ἐνοχλοῦν καὶ σᾶς καταπιέζουν, θὰ σαλπίσετε μὲ τὶς σάλπιγγες εἰδικὸν διακεκομμένον σάλπισμα συναγερμοῦ· καὶ τότε θὰ σᾶς ἐνθυμηθῇ ὁ Κύριος καὶ θὰ σωθῆτε ἀπὸ τοὺς ἐχθρούς σας.

  10. 10

    καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

    Ἐπίσης κατὰ τὶς ἡμέρες τῆς εὐφροσύνης σας καὶ κατὰ τὶς ἑορτές σας καὶ τὶς ἐορτὲς τῆς πρώτης ἡμέρας κάθε νέου μηνὸς θὰ σαλπίζετε μὲ τὶς σάλπιγγες, ὅταν θὰ προσφέρετε εἰς τὸν Θεὸν τὰ ὁλοκαυτώματά σας, τὶς εἰρηνικές σας θυσίες τοῦ σωτηρίου, καὶ τότε ἐγὼ ὁ Θεὸς θὰ σᾶς ἐνθυμοῦμαι. Ναί· ἐγὼ εἶμαι ὁ Κύριος, ὁ Θεός σας».

  11. 11

    Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,

    Καὶ τὴν εἰκοστὴν ἡμέραν τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους, ἀπὸ τότε ποὺ ἔφυγαν ἀπὸ τὴν Αἴγυπτον, τὸ ὑπερφυσικὸν σύννεφον, ποὺ ἐδήλωνε τὴν παρουσίαν τοῦ Θεοῦ μεταξὺ τῶν Ἰσραηλιτῶν, ἐσηκώθη ἀπὸ τὴν Σκηνὴν τοῦ Μαρτυρίου.

  12. 12

    καὶ ἐξῇραν οἱ υἱοὶ ᾿Ισραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινά, καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.

    Καὶ οἱ Ἰσραηλῖται ἐξεκίνησαν μὲ ὅλες τὶς ἀποσκευές των ἀπὸ τὴν ἔρημον τοῦ Σινᾶ· καὶ τὸ ὑπερφυσικὸν σύννεφον ἐπροχώρησε καὶ ἐστάθη εἰς τὴν ἔρημον τοῦ Φαράν.

  13. 13

    καὶ ἐξῇραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.

    Ἦταν ἡ πρώτη φορά, ποὺ οἱ Ἰσραηλῖται ἐξεκίνησαν διὰ τὸ ταξίδι των κατόπιν τῆς ἐντολῆς, ποὺ ἔδωκεν ὀ Κύριος πρὸς τὸν Μωϋσῆν.

  14. 14

    καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν ᾿Ιούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς ᾿Αμιναδάβ,

    Καὶ πρῶτον ἐξεκίνησε τὸ στρατοπεδευμένον τμῆμα τῆς φυλῆς τοῦ Ἰούδα μὲ ὅλην τὴν στρατιωτικήν του δύναμιν. Ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεώς των ἦταν ὁ Ναασσών, ὁ υἱὸς τοῦ Ἀμιναδάβ·

  15. 15

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν ᾿Ισσάχαρ Ναθαναὴλ υἱὸς Σωγάρ,

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Ἰσσάχαρ ἦταν ὁ Ναθαναήλ, ὁ υἱὸς τοῦ Σωγάρ·

  16. 16

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν ᾿Ελιὰβ υἱὸς Χαιλών.

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Ζαβουλὼν ἦταν ὁ Ἐλιάβ, ὁ υἱὸς τοῦ Χαιλών.

  17. 17

    καὶ καθελοῦσι τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρί, οἱ αἴροντες τὴν σκηνήν.

    Καὶ κατόπιν ἔλυσαν τὴν Σκηνὴν τοῦ Μαρτυρίου οἱ υἱοὶ τοῦ Γεδσὼν καὶ οἱ υἱοὶ τοῦ Μεραρὶ καὶ ἐξεκίνησαν μεταφέροντες τὴν Σκηνὴν τοῦ Μαρτυρίου.

  18. 18

    καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ρουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ᾿Ελισοὺρ υἱὸς Σεδιούρ,

    Δεύτερον ἐξεκίνησε τὸ στρατοπεδευμένον τμῆμα τῆς φυλῆς τοῦ Ρουβὴν μὲ ὅλην τὴν στρατιωτικήν του δύναμιν· καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεώς των ἦταν ὁ Ἐλισούρ, ὁ υἱὸς τοῦ Σεδιούρ·

  19. 19

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί,

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Συμεὼν ἦταν ὁ Σαλαμιήλ, ὁ υἱὸς τοῦ Σουρισαδαΐ·

  20. 20

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ ᾿Ελισὰφ ὁ τοῦ Ραγουήλ.

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Γὰδ ἦταν ὁ Ἐλισάφ, ὁ υἱὸς τοῦ Ραγουήλ.

  21. 21

    καὶ ἐξαροῦσιν υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια καὶ στήσουσι τὴν σκηνήν, ἕως παραγένωνται.

    Κατόπιν ἐξεκίνησαν οἱ υἱοὶ τοῦ Καάθ, μεταφέροντες τὰ ἅγια ἀντικείμενα τῆς Σκηνῆς τοῦ Μαρτυρίου, μέχρις ὅτου φθάσουν εἰς τὸν τόπον, εἰς τὸν ὁποῖον ἐστάθμευσε τὸ ὑπερφυσικὸν σύννεφον, καὶ εἰς τὸν ὁποῖον θὰ ἔχουν στήσει ἐν τῷ μεταξὺ τὴν Σκηνὴν τοῦ Μαρτυρίου οἱ Γεδσωνῖται καὶ οἱ Μεραρῖται.

  22. 22

    καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς ᾿Εφραΐμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ᾿Ελισαμὰ υἱὸς Σεμιούδ,

    Τρίτον θὰ ξεκινήσῃ τὸ στρατοπεδευμένον τμῆμα τῆς φυλῆς τοῦ Ἐφραὶμ μὲ ὅλην τὴν στρατιωτικήν του δύναμιν· καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεώς των ἦταν ὁ Ἐλισαμά, ὁ υἱὸς τοῦ Σεμιούδ·

  23. 23

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ,

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Μανασσῆ ἦταν ὁ Γαμαλιήλ, ὁ υἱὸς τοῦ Φαδασσούρ·

  24. 24

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν ᾿Αβιδὰν ὁ τοῦ Γαδεωνί.

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Βενιαμὶν ἦταν ὁ Ἀβιδάν, ὁ υἱὸς τοῦ Γαδεωνί.

  25. 25

    καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δάν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν ᾿Αχιέζερ ὁ τοῦ ᾿Αμισαδαΐ,

    Τέταρτον καὶ τελευταῖον ὅλων τῶν στρατιωτικῶν τμημάτων, ὡς ὀπισθοφυλακή, θὰ ξεκινήσῃ τὸ στρατοπεδευμένον τμῆμα τῆς φυλῆς τοῦ Δὰν μὲ ὅλην τὴν στρατιωτικήν του δύναμιν· καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεώς των ἦταν ὁ Ἀχιέζερ, ὁ υἱὸς τοῦ Ἀμισαδαΐ·

  26. 26

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν ᾿Ασὴρ Φαγεὴλ υἱὸς ᾿Εχράν,

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Ἀσὴρ ἦταν ὁ Φαγεήλ, ὁ υἱὸς τοῦ Ἐχράν·

  27. 27

    καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ ᾿Αχιρὲ υἱὸς Αἰνάν.

    καὶ ἐπὶ κεφαλῆς τῆς στρατιωτικῆς δυνάμεως τῆς φυλῆς τοῦ Νεφθαλὶ ἦταν ὁ Ἀχιρέ, ὁ υἱὸς τοῦ Αἰνάν.

  28. 28

    αὗται αἱ στρατιαὶ υἱῶν ᾿Ισραήλ, καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.

    Αὐτὴ εἶναι ἡ σειρὰ καὶ ἡ κατάταξις τῆς πορείας τοῦ ταξιδιοῦ τῶν στρατοπεδευμένων τμημάτων τῶν Ἰσραηλιτῶν· αὐτὰ ἐξεκίνησαν καὶ ἔτσι ἐπροχωροῦσαν συντεταγμένα μὲ ὅλην τὴν στρατιωτικήν των δύναμιν.

  29. 29

    Καὶ εἶπε Μωυσῆς τῷ ᾿Οβὰβ υἱῷ Ραγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ· ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ' ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ ᾿Ισραήλ.

    Καὶ ὁ Μωυσῆς εἶπεν εἰς τὸν Ὀβάβ, τὸν υἱὸν τοῦ πενθεροῦ τοῦ Ραγουὴλ τοῦ Μαδιανίτου: «Ἐμεῖς φεύγομεν καὶ πηγαίνομεν εἰς τὸν τόπον, διὰ τὸν ὁποῖον μᾶς εἶπεν ὁ Κύριος· «αὐτόν (τὸν τόπον) θὰ τὸν δώσω εἰς σᾶς». Ἔλα καὶ σὺ μαζί μας καὶ θὰ σὲ κάμωμεν εὐτυχισμένον, διότι ὁ Κύριος ὑπεσχέθη εὐλογίαν, πολλὰ ἀγαθὰ καὶ εὐχάριστα πράγματα διὰ τὸν Ἰσραηλιτικὸν λαόν».

  30. 30

    καὶ εἶπε πρὸς αὐτόν· οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.

    Καὶ ὁ Ὀβὰβ ἀπεκρίθη πρὸς τὸν Μωϋσῆν: «Ὄχι, δὲν θὰ σᾶς ἀκολουθήσω, οὔτε θὰ μεταβῶ ἀλλοῦ πουθενά· ἀλλὰ θὰ ἀναχωρήσω καὶ θὰ ἐπιστρέψω εἰς τὸν τόπον μου, εἰς τὴν πατρίδα μου καὶ εἰς τοὺς συγγενεῖς μου».

  31. 31

    καὶ εἶπε· μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·

    Ὁ Μωϋσῆς τοῦ εἶπε πάλιν: «Σὲ παρακαλῶ, μὴ μᾶς ἀφήνῃς· εὑρέθης μαζί μας εἰς τὴν ἔρημον καὶ μᾶς ἐξυπηρέτησες· καὶ ὅπως μέχρι τώρα ἤσουν μαζί μας καὶ μᾶς ἐβοήθησες, ἔτσι καὶ εἰς τὸ ἑξῆς θὰ εἶσαι μεταξύ μας ὡς σεβαστὸς γέροντας καὶ τιμημένος προεστός· θὰ εἶσαι πολύτιμος ὁδηγὸς εἰς τὴν πορείαν, ποὺ ἔχομεν ἀκόμη νὰ κάμωμεν εἰς τὴν ἔρημον·

  32. 32

    καὶ ἔσται ἐὰν πορευθῇς μεθ' ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.

    ἐὰν ἀποφασίσῃς νὰ μᾶς ἀκολουθήσῃς καὶ ἔλθῃς μαζί μας, ὅλες ἐκεῖνες τὶς εὐλογίες καὶ τὰ πολλὰ ἀγαθά, τὰ ὁποῖα ὁι Κύριος θὰ δώσῃ εἰς ἐμᾶς τοὺς Ἰσραηλίτες, τὰ ἴδια θὰ σοῦ ἀνταποδώσωμεν· θὰ σὲ εὐεργετήσωμεν καὶ θὰ σὲ περιποιηθῶμεν καλά».

  33. 33

    Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.

    Καὶ οἱ Ἰσραηλῖται ἀνεχώρησαν ἀπὸ τὸ ὅρος τοῦ Κυρίου, τὸ Σινᾶ, ὅπου ἦσαν στρατοπεδευμένοι, καὶ ἐβάδισαν δρόμον τριῶν ἡμερῶν καὶ ἡ Κιβωτὸς τῆς Διαθήκης ἐπροπορεύετο κατὰ τὴν διάρκειαν τῶν τριῶν αὐτῶν ἡμερῶν, διὰ νὰ εὕρῃ καὶ νὰ καθορίσῃ τόπον, εἰς τὸν ὁποῖον νὰ σταθμεύσουν καὶ νὰ ἀναπαυθοῦν.

  34. 34

    καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπε Μωυσῆς· ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.

    Καὶ ὅταν ἐξεκινοῦσεν ἡ Κιβωτὸς τῆς Διαθήκης, ὁ Μωϋσῆς προσηυχήθη εἰς τὸν Θεὸν καὶ εἶπε: «Σήκω ἐπάνω, Κύριε· σήκω καὶ ἔλα μαζί μας πρὸς δρᾶσιν καὶ ἐκδίκησιν καὶ τιμωρίαν· καὶ ἂς διασκορπισθοῦν ἀμέσως οἱ ἐχθροί σου καὶ ἂς φύγουν μακριὰ τρομαγμένοι ὅλοι ἐκεῖνοι, ποὺ σὲ μισοῦν».

  35. 35

    καὶ ἐν τῇ καταπαύσει εἶπεν· ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ ᾿Ισραήλ.

    Καὶ ὅταν ἡ Κιβωτὸς τῆς Διαθήκης ἐσταματοῦσε καὶ ἐστάθμευεν, ὁ Μωϋσῆς προσηύχετο εἰς τὸν Θεὸν καὶ ἔλεγε: «Γύρισε πίσω, Κύριε, καὶ μεῖνε μεταξὺ ἠμῶν τῶν Ἰσραηλιτῶν ἀντὶ χιλιάδων καὶ μυριάδων ὑπερασπιστῶν (ἢ κατ' ἄλλην ἑρμηνείαν: Μεῖνε μαζί μας καὶ ὑπεράσπισέ μας μὲ χιλιάδες καὶ μυριάδες ἀγγέλους)».

  36. 36

    καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

    Καὶ τὸ ὑπερφυσικὸν σύννεφον, ποὺ ἐφανέρωνε τὴν παρουσίαν τοῦ Θεοῦ μεταξὺ τῶν Ἰσραηλιτῶν, τοὺς ἐσκέπαζε μὲ τὴν σκιάν του κατὰ τὴν διάρκειαν τῆς ἡμέρας, ὅταν ἐξεκινοῦσαν ἀπὸ τὸ στρατόπεδόν των καὶ ἄρχιζαν τὴν πορείαν των εἰς τὴν Ἔρημον.