Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΒΑΣΙΛΕΙΩΝ

Α΄ Βασιλειών, κεφάλαιο 16

23 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (31)
  1. 1

    ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ ᾿Ισραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς ᾿Ιεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.

    Καὶ εἶπεν ὁ Κύριος εἰς τὸν Σαμουήλ: «Ἕως πότε θὰ πενθῇς σὺ διὰ τὸν Σαούλ; Τὸν ἄνθρωπον αὐτὸν τὸν ἀπέρριψα ἐγὼ ὁ Ἴδιος, ὥστε νὰ μὴ εἶναι πλέον βασιλεὺς τῶν Ἰσραηλιτῶν. Ἄφησέ τον καὶ γέμισε τὸ δοχεῖον σου μὲ τὸ εἰδικὸ λάδι διὰ τὰς χρίσεις καὶ ἔλα νὰ σὲ στείλω εἰς τὴν Βηθλεὲμ πρὸς τὸν Ἰεσσαί, διότι ἀνάμεσα εἰς τοὺς υἱοὺς τοῦ ἔχω ἴδει κάποιον, ποὺ εἶναι δπως τὸν θέλω διὰ νὰ γίνῃ βασιλεύς».

  2. 2

    καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω·

    Καὶ εἶπεν ὁ Σαμουήλ: «Πῶς θὰ πάω; Θὰ τὸ μάθῃ ὁ Σαοὺλ καὶ θὰ μὲ σκοτώσῃ!» Καὶ ἀπεκρίθη ὁ Κύριος: «Πάρε μαζί σου ἕνα δάμαλι ἀπὸ τὰ βόδια καί, ὅταν φθάσῃς ἐκεῖ, νὰ εἰπῇς: Ἦλθα νὰ προσφέρω θυσίαν εἰς τὸν Κύριον.

  3. 3

    καὶ καλέσεις τὸν ᾿Ιεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε.

    Θὰ καλέσῃς δὲ εἰς τὴν θυσίαν τὸν Ἰεσσαὶ καὶ θὰ σοῦ εἰπῶ τότε τί θὰ κάνῃς. Καὶ θὰ χρίσῃς ἐκεῖ αὐτόν, ποὺ θὰ σοῦ εἰπῶ».

  4. 4

    καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;

    Καὶ ἔκανε ὁ Σαμουὴλ ὅλα, ὅσα τοῦ εἶπεν ὁ Κύριος, καὶ ἦλθεν εἰς τὴν Βηθλεέμ. Ἐξεπλάγησαν δὲ καὶ ἐφοβήθησαν οἱ προεστοὶ τῆς πόλεως, μόλις τὸν ἀντίκρυσαν, καὶ εἶπαν: «Εἶναι ἄραγε εἰρηνικὸς ὁ σκοπὸς τῆς ἐπισκέψεώς σου εἰς τὴν πόλιν μας, Προφῆτα καὶ ἐκπρόσωπε τοῦ Θεοῦ;»

  5. 5

    καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν ᾿Ιεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.

    Καὶ ἀπεκρίθη ὁ Σαμουήλ: «Μὴ ἀνησυχῆτε, εἰρηνικὸς εἶναι ὁ σκοπός μου. Ἦλθα διὰ νὰ προσφέρω θυσίαν εἰς τὸν Κύριον. Καθαρισθῆτε λοιπὸν καὶ ἐλᾶτε νὰ εὐφρανθῆτε μαζί μου σήμερον εἰς τὴν θυσίαν». Καὶ ἐξεχώρισε ἰδιαιτέρως τὸν Ἰεσσαὶ καὶ τοὺς υἱούς του καί, ἀφοῦ τοὺς προετοίμασε, τοὺς ἐκάλεσεν εἰς τὴν θυσίαν.

  6. 6

    καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν ᾿Ελιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.

    Ὅταν λοιπὸν ἐμβῆκαν αὐτοὶ εἰς τὴν οἰκίαν μετὰ τὴν θυσίαν, εἶδεν ὁ Σαμουὴλ τὸν μεγαλύτερον υἱὸν τοῦ Ἰεσσαί, ποὺ ἐλέγετο Ἐλιάβ, καὶ εἶπε μέσα του: «Αὐτὸς ἀσφαλῶς εἶναι ἐκεῖνος, ποὺ τὸν θεωρεῖ ἄξιον ὁ Κύριος διὰ νὰ χρισθῇ βασιλεύς».

  7. 7

    καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν.

    Εἶπεν ὅμως ὁ Κύριος εἰς τὸν Σαμουήλ: «Μὴ ἐπηρεάζεσαι ἀπὸ τὴν ὄψιν τοῦ προσώπου του, οὔτε ἀπὸ τὴν κορμοστασιά του, διότι ἐγὼ ἀπέρριψα αὐτόν, ποὺ θεωρεῖς σὺ σπουδαῖον. Ὁ Θεὸς δὲν βλέπει, ὅπως βλέπει ὁ ἄνθρωπος. Ὁ ἄνθρωπος βλέπει μόνον τὸ πρόσωπον, τὴν ἐξωτερικὴν ἐμφάνισιν. Ὁ Θεὸς ὅμως βλέπει τὴν καρδιά, τὸ βάθος τοῦ ἀνθρώπου».

  8. 8

    καὶ ἐκάλεσεν ᾿Ιεσσαὶ τὸν ᾿Αμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός.

    Καὶ ἐφώναξεν ὁ Ἰεσσαὶ τὸν ἄλλον υἱόν του, τὸν Ἀμιναδάβ· καὶ ἐπέρασε ἐμπρὸς ἀπὸ τὸν Σαμουὴλ καὶ εἶπεν ὁ προφήτης: «Δὲν εἶναι οὔτε αὐτὸς ὁ ἔκλεκτὸς τοῦ Θεοῦ».

  9. 9

    καὶ παρήγαγεν ᾿Ιεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος.

    Καὶ ἐπαρουσίασε ὁ Ἰεσσαὶ τὸν ἄλλον υἱόν του, ποὺ ἐλέγετο Σαμά, καὶ ὁ Σαμουὴλ εἶπε: «Οὔτε αὐτὸν ἐδιάλεξε ὁ Κύριος».

  10. 10

    καὶ παρήγαγεν ᾿Ιεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις.

    Ἔφερε λοιπὸν ὁ Ἰεσσαὶ ἐμπρὸς εἰς τὸν Σαμουὴλ ἕνα πρὸς ἕνα καὶ τοὺς ἑπτὰ υἱούς του· καὶ εἶπεν ὁ Σαμουήλ: «Δὲν ἐδιάλεξε κανένα ἀπὸ αὐτοὺς ὁ Κύριος».

  11. 11

    καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς ᾿Ιεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.

    Καὶ εἶπεν ὁ Σαμουὴλ εἰς τὸν Ἰεσσαί: «Ἐτελειώσαμεν μὲ τὰ παιδιά σου; Μήπως ὑπάρχει καὶ κανένα ἄλλο;» Καὶ ὁ Ἰεσσαὶ ἀπεκρίθη: «Ὑπάρχει ἀκόμη ἕνας, ὁ μικρότερος, ποὺ τώρα βόσκει τὰ πρόβατα». Εἶπε τότε ὁ Σαμουὴλ εἰς τὸν Ἰεσσαί: «Στεῖλε κάποιον καὶ φέρε τον ἐδῶ, διότι δὲν πρόκειται νὰ ξαπλώσωμεν διὰ φαγητὸν καὶ ὕπνον, ἕως ὅτου ἔλθῃ καὶ αὐτός».

  12. 12

    καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός.

    Ἔστειλε λοιπὸν ἀμέσως ὁ Ἰεσσαὶ κάποιον καὶ τὸν ἔφερε μέσα εἰς τὸ σπίτι. Ὁ υἱὸς αὐτὸς τοῦ Ἰεσσαὶ ἦτο κοκκινωπός, μὲ ὡραία μάτια καὶ ἀγαθὸς ἐνώπιον τοῦ Κυρίου. Καὶ εἶπεν ὁ Κύριος εἰς τὸν Σαμουήλ: «Σήκω καὶ χρίσε αὐτόν, τὸν Δαβίδ, διότι εἶναι ὁ πλέον κατάλληλος διὰ νὰ γίνῃ βασιλεύς».

  13. 13

    καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς ᾿Αρμαθαίμ.

    Καὶ ἐπῆρε ὁ Σαμουὴλ τὸ δοχεῖον μὲ τὸ λάδι διὰ τὰς χρίσεις καὶ τὸν ἔχρισε βασιλέα ἐκεῖ, ἀνάμεσα εἰς τοὺς ἀδελφούς του. Καὶ ἀμέσως ἦλθεν ἐπάνω του μὲ ὁρμὴν τὸ Πνεῦμα τοῦ Κυρίου καὶ ἐκυρίευσε τὸν Δαβίδ, καὶ ἀπὸ τότε καὶ εἰς τὸ ἑξῆς ἦτο μαζί του συνεχῶς καὶ τὸν καθωδηγοῦσε. Μετὰ ταῦτα ἐσηκώθη ὁ Σαμουὴλ καὶ ἀνεχώρησε διὰ τὴν Ἀρμαθαίμ, ὅπου διέμενε.

  14. 14

    Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.

    Ἔφυγεν ἐν τῷ μεταξὺ τὸ Πνεῦμα τοῦ Κυρίου ἀπὸ τὸν Σαοὺλ καὶ τὸν ἐκυρίευσε, κατὰ παραχώρησιν Κυρίου, πνεῦμα πονηρόν, ποὺ τὸν ἐβασάνιζε.

  15. 15

    καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε·

    Καὶ εἶπαν οἰ ὑπηρέται τοῦ Σαούλ: «Ὅπως βλέπεις, σὲ κυριεύει καὶ σὲ πνίγει πονηρὸν πνεῦμα, ποὺ ἐπέτρεψεν ὁ Κύριος νὰ ἔλθῃ ἐπάνω σου.

  16. 16

    εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε.

    Ἄφησε λοιπὸν νὰ ὁμιλήσωμεν οἱ δοῦλοι σου, ποὺ ἐνδιαφερόμεθα διὰ τὸ καλόν σου. Καὶ δός μας τὴν ἄδειαν ν' ἀναζητήσωμεν καὶ νὰ εὕρωμεν διὰ σέ, τὸν κύριόν μας, κάποιον ἄνδρα, ποὺ νὰ ξέρῃ νὰ ψάλλῃ μὲ κιθάραν, ὥστε, ὅταν θὰ σὲ κυριεύῃ καὶ θὰ σὲ βασανίζῃ τὸ πονηρὸν πνεῦμα, νὰ παίζῃ αὐτὸς μὲ τὴν κιθάραν του, διὰ νὰ εὐχαριστῆσαι νὰ ἠρεμῇς καὶ νὰ ἀναπαύεσαι».

  17. 17

    καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με.

    Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τοὺς ὑπηρέτας του: «Βρῆτε κάποιον ἄνδρα, ποὺ νὰ ψάλλῃ καλά, καὶ φέρετέ τον ἐδῶ μέσα κοντά μου».

  18. 18

    καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ ᾿Ιεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ.

    Καὶ ἀπεκρίθη ἕνας ἀπὸ τοὺς μικροὺς ὑπηρέτας του καὶ εἶπεν: «Ἐγὼ ἔχω ὑπ’ ὅψιν μου κάποιον υἱὸν τοῦ Ἰεσσαὶ ἀπὸ τὴν Βηθλεέμ, ὁ ὁποῖος γνωρίζει νὰ παίζῃ ὄργανον καὶ νὰ ψάλλη. Εἶναι μάλιστα ὁ ἄνθρωπος αὐτὸς συνετὸς καὶ γενναῖος πολεμιστὴς καὶ σοφὸς εἰς τὰ λόγια του καὶ ἄνδρας ὠραῖος καὶ ἔχει μαζί του τὸν Κύριον».

  19. 19

    καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς ᾿Ιεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου.

    Κατόπιν τούτου ἀπέστειλεν ὁ Σαοὺλ ἀγγελιαφόρους του πρὸς τὸν Ἰεσσαὶ καὶ τοῦ εἶπε: «Νὰ μοῦ στείλῃς ἐδῶ τὸν υἱόν σου Δαβίδ, ποὺ τώρα βόσκει τὰ πρόβατά σου».

  20. 20

    καὶ ἔλαβεν ᾿Ιεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ.

    Καὶ ἐπῆρεν ὁ Ἰεσσαὶ 4 περίπου κιλὰ ψωμιά, ἕνα ἀσκὶ κρασὶ καὶ ἕνα κατσίκι ἀπὸ τὰ γίδια καὶ τὰ ἔστειλεν εἰς τὸν Σαοὺλ μὲ τὰ χέρια τοῦ υἱοῦ του Δαβίδ, ὡς δῶρα πρὸς τὸν βασιλέα.

  21. 21

    καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.

    Καὶ ἐμβῆκε ὁ Δαβὶδ εἰς τὸ ἀνάκτορον τοῦ Σαοὺλ καὶ παρουσιάσθη καὶ παρέμεινεν ἐνώπιόν του. Ὁ δὲ Σαοὺλ τὸν συνεπάθησε πολὺ καὶ τὸν ἔκανε βοηθόν του, διὰ νὰ μεταφέρῃ τὸν ὁπλισμόν του.

  22. 22

    καὶ ἀπέστειλε Σαοὺλ πρὸς ᾿Ιεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου.

    Ἔστειλε δὲ ὁ Σαοὺλ ἀγγελιαφόρους του πρὸς τὸν Ἰεσσαὶ καὶ τοῦ εἶπε: «Θέλω νὰ μένῃ εἰς τὸ ἑξῆς ὁ Δαβὶδ ἐδῶ κοντά μου, διότι τὸν ἐξετίμησα καὶ τὸν ἀγάπησα».

  23. 23

    καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

    Ὅταν λοιπὸν ἐκυρίευε τὸ πονηρὸν πνεῦμα τὸν Σαούλ, ἔπαιρνε ὁ Δαβὶδ τὴν κιθάραν του καὶ ἔπαιζε μὲ τὸ χέρι του καὶ ἀνεκούφιζε τὸν Σαούλ. Μὲ τὸν τρόπον αὐτὸν ἠρεμοῦσε ὁ βασιλεὺς καὶ ἔφευγε προσωρινῶς ἀπὸ ἐπάνω του τὸ πονηρὸν πνεῦμα.