Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ

Α΄ Παραλειπομένων, κεφάλαιο 5

41 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (29)
  1. 1

    ΚΑΙ υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ, ὅτι οὖτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκε τὴν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ ᾿Ιωσὴφ υἱῷ ᾿Ισραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια·

    Αὐτοὶ εἶναι οἱ υἱοὶ τὸν Ρουβήν, τοῦ πρωτοτόκου υἱοῦ τοῦ Ἰακώβ. «Ἐπειδὴ ὁ πρωτότοκος αὐτὸς υἱὸς τοῦ Ἰακὼβ ἐμόλυνε τὸ πατρικὸν κρεββάτι, εἰς τὸ ὁποῖον ἀνέβη καὶ ἐκοιμήθη μὲ τὴν Βαλλάν, τὴν παλλακίδα τοῦ πατέρα του, ὁ Ἰακὼβ ἔδωκε τὴν εὐλογίαν του εἰς τὸν ἄλλον υἱόν του, τὸν Ἰωσήφ· ἔτσι ὁ Ρουβὴν ἔχασε τὰ δικαιώματα τοῦ πρωτοτόκου καὶ δὲν ἐλήφθη ὑπ’ ὄψιν εἰς τὴν γενεαλογίαν, ἀφοῦ τὰ πρωτοτόκια ἐδόθησαν εἰς τὸν Ἰωσήφ.

  2. 2

    ὅτι ᾿Ιούδας δυνατὸς ἰσχύϊ καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ ᾿Ιωσήφ.

    Καὶ παρ’ ὅλον ὅτι ὁ Ἰούδας ἀπεδείχθη δυνατὸς αὐτὸς καὶ ἡ φυλή του μεταξὺ τῶν ἀδελφῶν του καὶ ἀπὸ αὐτὸν προῆλθαν οἱ ἀρχηγοὶ τοῦ Ἰσραηλιτικοῦ λαοῦ, ἐν τούτοις τὰ δικαιώματα τῶν πρωτοτοκιῶν ἐδόθησαν (καὶ ἀνῆκαν) εἰς τὸν Ἰωσήφ».

  3. 3

    υἱοὶ Ρουβὴν πρωτοτόκου ᾿Ισραήλ· ᾿Ενὼχ καὶ Φαλλούς, ᾿Ασρὼμ καὶ Χαρμί.

    Οἱ υἱοὶ λοιπὸν τοῦ Ρουβήν, τοῦ πρωτοτόκου υἱοῦ τοῦ Ἰακώβ, ἦσαν τέσσερις: Ὁ Ἐνώχ, ὁ Φαλλούς, ὁ Ἀσρὼμ καὶ ὁ Χαρμί.

  4. 4

    υἱοὶ ᾿Ιωήλ· Σεμεΐ καὶ Βαναία υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεΐ·

    Ἀπόγονοι τοῦ Ἰωὴλ ἦσαν: Ὁ Σεμεῒ καὶ ὁ Βαναία, ὁ υἱός του. Καὶ ἀπόγονοι τοῦ Γούγ, υἱοῦ τοῦ Σεμεΐ, ἦσαν:

  5. 5

    υἱὸς αὐτοῦ Μιχά, υἱὸς αὐτοῦ Ρηχά, υἱὸς αὐτοῦ ᾿Ιωήλ,

    Ὁ υἱός του, ὁ Μιχά· ὁ υἱὸς τοῦ Μιχά, ὁ Ρηχά· ὁ υἱὸς τοῦ Ρηχά, ὁ Ἰωήλ·

  6. 6

    υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισε Θαγλαθφαλλασὰρ βασιλεὺς ᾿Ασσούρ· οὗτος ἄρχων τῶν Ρουβήν.

    ὁ υἱὸς τοῦ Ἰωήλ, ὁ Βεήλ, τὸν ὁποῖον ὠδήγησεν εἰς τὴν αἰχμαλωσίαν ὁ Θαγλαθφαλλασάρ, βασιλιᾶς τῶν Ἀσσυρίων. Ὁ Βεὴλ ἦταν ἕνας ἀπὸ τοὺς ἀρχηγοὺς τῆς φυλῆς τοῦ Ρουβήν.

  7. 7

    καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γενέσεις αὐτῶν· ὁ ἄρχων ᾿Ιωὴλ καὶ Ζαχαρία

    Καὶ οἱ ἀδελφοὶ τοῦ Βεήλ, ὁ καθένας κατὰ τὴν πατριαρχικήν του οἰκογένειαν, ὅπως ἦσαν καταχωρισμένοι εἰς τοὺς γενεαλογικούς των καταλόγους, ἦσαν οἱ ἀκόλουθοι: Ὁ ἀρχηγὸς Ἰωὴλ καὶ ὁ Ζαχαρίας,

  8. 8

    καὶ Βαλὲκ υἱὸς ᾿Αζοὺζ υἱὸς Σαμά, υἱὸς ᾿Ιωήλ· οὗτος κατῴκησεν ἐν ᾿Αροὴρ καὶ ἐπὶ Ναβαῦ, καὶ Βελμασσὼν

    καὶ ὁ Βαλέκ, ὁ υἱὸς τοῦ Ἀζούζ, ὁ υἱὸς τοῦ Σαμά, ὁ υἱὸς τοῦ Ἰωήλ. Αὐτὸς (ὁ Βαλέκ) ἑκατοίκησε εἰς τὴν Ἀροὴρ καὶ εἰς τὴν περιοχὴν (βορείως) μέχρι τῆς Ναβαῦ καὶ τῆς Βελμασσών.

  9. 9

    καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῶν πολλὰ ἐν γῇ Γαλαάδ.

    Καὶ πρὸς ἀνατολὰς ἐγκατεστάθη μέχρι τῆς εἰσόδου (ἀρχῆς) τῆς μεγάλης Συριακῆς ἐρήμου, ἡ ὁποία ἐκτείνεται μέχρι τοῦ ποταμοῦ Εὐφράτη, διότι εἶχαν πολλὰ κοπάδια εἰς τὴν χώραν Γαλαάδ.

  10. 10

    καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς αὐτῶν πάντες κατ᾿ ἀνατολὰς τῆς Γαλαάδ.

    Κατὰ τὶς ἡμέρες τῆς βασιλείας τοῦ Σαοὺλ οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Ῥουβὴν ἐπετέθησαν ἐναντίον τῶν γειτονικῶν λαῶν (τῶν Ἀγαρηνῶν), οἱ ὁποῖοι ἔπεσαν εἰς τὰ χέρια των ἔτσι οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Ρουβὴν κατέκτησαν τὴν χώραν ἐκείνων καὶ ἐκατοίκησαν εἰς τὶς σκηνές των, εἰς τὴν ἀνατολικὴν περιοχὴν τῆς χώρας Γαλαάδ.

  11. 11

    υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν γῇ Βασὰν ἕως Σελχά.

    Οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Γὰδ ἐγκατεστάθησαν παραπλεύρως (εἰς τὰ βόρεια) τῆς φυλῆς τοῦ Ρουβήν, εἰς τὴν χώραν Βασὰν μέχρι τῆς Σελχὰ εἰς τὰ ἀνατολικά.

  12. 12

    ᾿Ιωὴλ πρωτότοκος καὶ Σαφὰμ ὁ δεύτερος, καὶ ᾿Ιανὶν ὁ γραμματεὺς ἐν Βασάν.

    Οἱ ἀπόγονοι τῆς φυλῆς τοῦ Γὰδ ἦσαν: Ὁ πρωτότοκος Ἰωὴλ καὶ ὁ ἑπόμενος, ὁ δευτερότοκος Σαφάμ, καὶ ὁ γραμματεὺς Ἰανὶν εἰς τὴν Βασάν.

  13. 13

    καὶ οἱ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολλὰμ καὶ Σεβεὲ καὶ ᾿Ιωρεὲ καὶ ᾿Ιωαχὰν καὶ Ζουέ, καὶ ᾿Ωβήδ, ἑπτά.

    Οἱ δὲ ἀδελφοί των (τὰ ἄλλα μέλη τῆς φυλῆς) κατὰ τὶς πατριαρχικές των οἰκογένειες ἦσὰν οἱ ἑξῆς: Ὁ Μιχαήλ, ὁ Μοσολλάμ, ὁ Σεβεέ, ὁ Ἰωρεέ, ὁ Ἰωαχάν, ὁ Ζουὲ καὶ ὁ Ὠβήδ· σννολικς ἑπτὰ πατριαρχικὲς οἰκογένειες.

  14. 14

    οὗτοι υἱοὶ ᾿Αβιχαία υἱοῦ Οὐρὶ υἱοῦ ᾿Ιδαΐ υἱοῦ Γαλαὰδ υἱοῦ Μιχαὴλ υἱοῦ ᾿Ιεσαΐ υἱοῦ ᾿Ιεδδαΐ υἱοῦ Ζαβουχὰμ

    Αὐτοὶ ἦσαν ἀπόγονοι τοῦ Ἀβιχαία, υἱοῦ τοῦ Οὐρί, τοῦ υἱοῦ τοῦ Ἰδαί, τοῦ υἱοῦ τοῦ Γαλαάδ, τοῦ υἱοῦ τοῦ Μιχαήλ, τοῦ υἰοῦ τοῦ Ἰεσαΐ, τοῦ υἱοῦ τοῦ Ἰεδδαΐ, τοῦ υἱοῦ τοῦ Ζαβουχάμ,

  15. 15

    ἀδελφοῦ υἱοῦ ᾿Αβδιὴλ υἱοῦ Γουνί· ἄρχων οἴκου πατριῶν.

    ἀδελφοῦ τοῦ υἱοῦ Ἀβδιήλ, τοῦ υἱοῦ τοῦ Γουνί. Αὐτὸς ἦταν ἀρχηγὸς τῶν πατριαρχικῶν αὐτῶν οἰκογενειῶν.

  16. 16

    κατῴκουν ἐν Γαλαάδ, ἐν Βασὰν καὶ ἐν ταῖς κώμαις· αὐτῶν καὶ πάντα τὰ περίχωρα Σαρὼν ἕως ἐξόδου.

    Ὅλοι αὐτοὶ ἐκατοικοῦσαν εἰς τὴν περιοχὴν τῆς Γαλαάδ, τῆς Βασὰν καὶ εἰς τὶς κωμοπόλεις των καὶ εἰς ὅλα τὰ περίχωρα τῆς Σαρών, μέχρι τὰ ἀκραῖα σύνορά της.

  17. 17

    πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις ᾿Ιωάθαμ βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ βασιλέως ᾿Ισραήλ.

    Ἡ καταγραφὴ ὅλων αὐτῶν καὶ ὁ καταχωρισμός των εἰς γενεαλογικοὺς καταλόγους ἔγινε κατὰ τὶς ἡμέρες τοῦ Ἰωαθάμ, βασιλιᾶ τοῦ Ἰούδα, καὶ κατὰ τὶς ἡμέρες τοῦ Ἱεροβὰμ Β', βασιλιᾶ τοῦ Ἰσραήλ.

  18. 18

    υἱοὶ Ρουβὴν καὶ Γὰδ καὶ ἥμισυ φυλῆς Μανασσῆ ἐξ υἱῶν δυνάμεως, ἄνδρες αἴροντες ἀσπίδας καὶ μάχαιραν καὶ τείνοντες τόξον καὶ δεδιδαγμένοι πόλεμον, τεσσαράκοντα καὶ τέσσαρες χιλιάδες καὶ ἑπτακόσιοι καὶ ἑξήκοντα ἐκπορευόμενοι εἰς παράταξιν.

    Μεταξὺ τῶν ἀπογόνων τῆς φυλῆς τοῦ Ρουβήν, τὸν Γὰδ καὶ τοῦ ἡμίσεος τῆς φυλῆς τοῦ Μανασσῆ ὑπῆρχαν μάχιμοι ἄνδρες, οἱ ὁποῖοι ἔφεραν ἀσπίδες καὶ μάχαιραν (ξίφος), ἐχειρίζοντο τὸ τόξον καὶ ἦσαν ἐκπαιδευμένοι διὰ πόλεμον σαράντα τέσσερις χιλιάδες ἑπτακόσιοι ἑξῆντα (44.760)’ αὐτοὶ ἦσαν ἱκανοὶ νὰ λάβουν μέρος εἰς μάχην.

  19. 19

    καὶ ἐποίουν πόλεμον μετὰ τῶν ᾿Αγαρηνῶν καὶ ᾿Ιτουραίων καὶ Ναφισαίων καὶ Ναδαβαίων

    Αὐτοὶ ἐπολέμησαν μὲ τοὺς Ἀγαρηνούς, τοὺς Ἰτουραίους, τοὺς Ναφισαίους καὶ τοὺς Ναδαβαίους.

  20. 20

    καὶ κατίσχυσαν ἐπ᾿ αὐτῶν, καὶ ἐδόθησαν εἰς χεῖρας αὐτῶν οἱ ᾿Αγαραῖοι καὶ πάντα τὰ σκηνώματα αὐτῶν, ὅτι πρὸς τὸν Θεὸν ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτοῖς, ὅτι ἤλπισαν ἐπ᾿ αὐτόν.

    Καὶ ἐνίκησαν ὅλους αὐτούς, οἱ δὲ Ἀγαρηνοὶ καὶ ὅλοι οἱ σύμμαχοί των (μὲ τὶς σκηνές των) παρεδόθησαν εἰς τὰ χέρια των. Ἐνίκησαν, διότι προσηυχήθησαν καὶ κατέφυγαν εἰς τὸν Θεὸν κατὰ τὴν διαρκειαν τοῦ πολέμου· καὶ ὁ Θεὸς ἄκουσε καὶ ἀπάντησε εἰς τὶς προσευχές των, διότι ἐστήριξαν τὴν ἐλπίδα των εἰς αὐτόν.

  21. 21

    καὶ ᾐχμαλώτευσαν τὴν ἀποσκευὴν αὐτῶν, καμήλους πεντακισχιλίας καὶ προβάτων διακοσίας πεντήκοντα χιλιάδας, ὄνους δισχιλίους καὶ ψυχὰς ἀνδρῶν ἑκατὸν χιλιάδας·

    Καὶ ἀπεκόμισαν ὡς λάφυρα τὰ ζῶα τῶν ἐχθρῶν των: Πέντε χιλιάδες καμῆλες καὶ διακόσιες πενῆντα χιλιάδες πρόβατα καὶ δύο χιλιάδες ὄνους· ἐπίσης συνέλαβαν ὡς αἰχμαλώτους καὶ ἑκατὸν χιλιάδες ἄνδρες.

  22. 22

    ὅτι τραυματίαι πολλοὶ ἔπεσον, ὅτι παρὰ τοῦ Θεοῦ ὁ πόλεμος. καὶ κατῴκησαν ἀντ᾿ αὐτῶν ἕως τῆς μετοικεσίας.

    Συνέλαβαν τόσους πολλούς, διότι οἱ ἀπώλειες τῶν ἐχθρῶν ἦσαν μεγάλες καὶ πολλοὶ ἀπὸ τοὺς ἐχθροὺς ἐφονεύθησαν, ἐπειδὴ ὁ πόλεμος ἐκεῖνος ἦταν σύμφωνος μὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ οἱ Ἰσραηλῖται εἶχαν τὴν βοήθειάν του. Οἱ Ἰσραηλῖται ἐγκατεστάθησαν εἰς τὴν περιοχὴν ἐκείνην τῶν ἐχθρῶν των μέχρι τῆς Βαβυλωνίου αἰχμαλωσίας.

  23. 23

    καὶ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἐν τῇ γῇ ἀπὸ Βασὰν ἕως Βαὰλ ᾿Ερμὼν καὶ Σανὶρ καὶ ὄρος ᾿Αερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.

    Ὁ λαὸς τῆς ἡμισείας φυλῆς τοῦ Μανασσῆ ἐγκατεστάθησαν εἰς τὴν περιοχὴν ποὺ ἐκτείνεται ἀπὸ τὴν Βασὰν μέχρι τὴν Βαὰλ Ἑρμὼν καὶ τὴν Σανὶρ καὶ τὸ ὄρος Ἑρμών. Καὶ εἰς τὴν περιοχὴν τοῦ Λιβάνου εἶχαν πληθυνθῆ πολύ.

  24. 24

    καὶ οὗτοι ἀρχηγοὶ οἴκου πατριῶν αὐτῶν· ᾿Οφὲρ καὶ Σεΐ καὶ ᾿Ελιὴλ καὶ ῾Ιερμία καὶ ᾿Ωδουΐα καὶ ᾿Ιεδιήλ, ἄνδρες ἰσχυροὶ δυνάμει, ἄνδρες ὀνομαστοί, ἄρχοντες τῶν οἴκων πατριῶν αὐτῶν.

    Αὐτοὶ δὲ ἦσαν οἱ ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν των: Ὁ Ὀφέρ, ὁ Σεΐ, ὁ Ἐλιήλ, ὁ Ἱερμία, ὁ Ὠδουΐα, ὁ Ἰεδιήλ. Ὅλοι αὐτοὶ ἦσαν πολὺ ἰσχυροὶ στρατιωτικοὶ ἄνδρες, φημισμένοι καὶ πασίγνωστοι ἄνδρες, ἀρχηγοὶ τῶν πατριαρχικῶν οἰκογενειῶν των.

  25. 25

    καὶ ἠθέτησαν ἐν Θεῷ πατέρων αὐτῶν καὶ ἐπόρνευσαν ὀπίσω θεῶν τῶν λαῶν τῆς γῆς, οὓς ἐξῇρεν ὁ Θεὸς ἀπὸ προσώπου αὐτῶν.

    Ἀλλὰ ὁ λαὸς παρενόμησε καὶ ἐδείχθη ἀπειθὴς εἰς τὸν Θεὸν τῶν πατέρων των, τὸν ἐγκατέλειψαν καὶ ἀφιερώθησαν εἰς τὴν λατρείαν τῶν θεῶν τῶν ἐθνικῶν λαῶν τῆς χώρας, τοὺς ὁποίους ἐξερρίζωσεν ὁ Κύριος ἀπ’ ἐμπρός των.

  26. 26

    καὶ ἐπήγειρεν ὁ Θεὸς ᾿Ισραὴλ τὸ πνεῦμα Φαλὼχ βασιλέως ᾿Ασσοὺρ καὶ τὸ πνεῦμα Θαγλαθφαλλασὰρ βασιλέως ᾿Ασσούρ, καὶ μετῴκισε τὸν Ρουβὴν καὶ τὸν Γαδδὶ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ καὶ ἤγαγεν αὐτοὺς εἰς Χαλὰχ καὶ Χαβὼρ καὶ ἐπὶ ποταμὸν Γωζὰν ἕως τῆς ἡμέρας ταύτης.

    Δι’ αὐτὸ ὁ Θεὸς τοῦ Ἰσραὴλ ὑπεκίνησε καὶ ἐζεσήκωσε τὸ πνεῦμα τοῦ Φαλώχ, βασιλιᾶ τῆς Ἀσσυρίας (ὁ ὁποῖος βασιλιᾶς εἶναι γνωστὸς ἐπίσης καὶ ὡς Θαγλαθφαλλασάρ), ὁ ὁποῖος εἰσέβαλεν εἰς τὴν χώραν των καὶ ὡδήγησεν εἰς τὴν αἰχμαλωσίαν τὴν φυλὴν τοῦ Ρουβὴν καὶ τοῦ Γὰδ καὶ τὸ ἥμισυ τῆς φυλῆς τοῦ Μανασσῆ· τοὺς ἔφερε καὶ τοὺς ἐγκατέστησεν εἰς τὴν Χαλὰχ καὶ τὴν Χαβὼρ καὶ εἰς τὶς ὄχθες τοῦ ποταμοῦ Γωζὰν μέχρι τῆς ἡμέρας, ποὺ γράφονται οἱ γραμμὲς αὐτές.

  27. 27

    Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί.

    Οἱ υἱοὶ τοῦ Λευῒ ἦσαν τρεῖς: Ὁ Γεδσών, ὁ Καὰθ καὶ ὁ Μεραρί.

  28. 28

    καὶ υἱοὶ Καάθ· ῎Αμβραμ καὶ ᾿Ισσάαρ, Χεβρὼν καὶ ᾿Οζιήλ.

    Οἱ υἱοὶ τοῦ Καὰθ ἦσαν τέσσερις: Ὁ Ἄμβραμ, ὁ Ἰσσάαρ, ὁ Χεβρὼν καὶ ὁ Ὀζιήλ.

  29. 29

    καὶ υἱοὶ ῎Αμβραμ· ᾿Ααρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ ᾿Ααρών· Ναδὰβ καὶ ᾿Αβιούδ, ᾿Ελεάζαρ καὶ ᾿Ιθάμαρ.

    Ὁ Ἄμβραμ εἶχε δύο υἱούς: Τὸν Ἀαρὼν καὶ τὸν Μωϋσῆν εἶχεν ἐπίσης καὶ μίαν θυγατέρα, τὴν Μαριάμ. Ὁ Ἀαρὼν εἶχε τέσσερις υἱούς: Τὸν Ναδάβ, τὸν Ἀβιούδ, τὸν Ἐλεάζαρ καὶ τὸν Ἰθάμαρ.

  30. 30

    ᾿Ελεάζαρ ἐγέννησε τὸν Φινεές, Φινεὲς ἐγέννησε τὸν ᾿Αβισού,

    Ὁ Ἐλεάζαρ ἐγέννησε τὸν Φινεές, ὁ Φινεὲς ἐγέννησε τὸν Ἀβισού,

  31. 31

    ᾿Αβισοὺ ἐγέννησε τὸν Βωκαΐ, Βωκαΐ ἐγέννησε τὸν ᾿Οζί,

    Ὁ ἀβισοῪ ἐγέννησε τὸν Βωκαΐ, ὁ Βωκαΐ ἐγέννησε τὸν Ὀζί,

  32. 32

    ᾿Οζὶ ἐγέννησε τὸν Ζαραία, Ζαραία ἐγέννησε τὸν Μαριὴλ

    ὁ Ὀζὶ ἐγέννησε τὸν Ζαραία, ὁ Ζαραία ἐγέννησε τὸν Μαριήλ,

  33. 33

    καὶ Μαριὴλ ἐγέννησε τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ,

    ὁ Μαριὴλ ἐγέννησε τὸν Ἀμαρία, ὁ Ἀμαρία ἐγέννησε τὸν Ἀχιτώβ,

  34. 34

    καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν ᾿Αχιμάας,

    ὁ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Ἀχιμαάς,

  35. 35

    καὶ ᾿Αχιμάας ἐγέννησε τὸν ᾿Αζαρίαν, καὶ ᾿Αζαρίας ἐγέννησε τὸν ᾿Ιωανάν,

    ὁ Ἀχιμαὰς ἐγέννησε τὸν Ἀζαρίαν, ὁ Ἀζαρίας ἐγέννησε τὸν Ἰωανάν,

  36. 36

    καὶ ᾿Ιωανὰν ἐγέννησε τὸν ᾿Αζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησε Σαλωμὼν ἐν ῾Ιερουσαλήμ.

    ὁ Ἰωανὰν ἐγέννησε τὸν Ἀζαρίαν. Αὐτὸς ὑπῆρξεν ὁ ἀρχιερεὺς εἰς τὸν Ναόν, τὸν ὁποῖον ἔκτισεν ὁ Σολομὼν εἰς τὴν Ἱερουσαλήμ.

  37. 37

    καὶ ἐγέννησεν ᾿Αζαρίας τὸν ᾿Αμαρία, καὶ ᾿Αμαρία ἐγέννησε τὸν ᾿Αχιτώβ,

    Ὁ Ἀζαρίας ἐγέννησε τὸν Ἀμαρίαν, ὁ Ἀμαρίας ἐγέννησε τὸν Ἀχιτώβ,

  38. 38

    καὶ ᾿Αχιτὼβ ἐγέννησε τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ,

    ὁ Ἀχιτὼβ ἐγέννησε τὸν Σαδώκ, ὁ Σαδὼκ ἐγέννησε τὸν Σαλώμ,

  39. 39

    καὶ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, καὶ Χελκίας ἐγέννησε τὸν ᾿Αζαρίαν,

    ὁ Σαλὼμ ἐγέννησε τὸν Χελκίαν, ὁ Χελκίας ἐγέννησε τὸν Ἀζαρίαν,

  40. 40

    καὶ ᾿Αζαρίας ἐγέννησε τὸν Σαραία, καὶ Σαραίας ἐγέννησε τὸν ᾿Ιωσαδάκ,

    ὁ Ἀζαρίας ἐγέννησε τὸν Σαραίαν, ὁ Σαραίας ἐγέννησε τὸν Ἰωσαδάκ,

  41. 41

    καὶ ᾿Ιωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικεσίᾳ μετὰ ᾿Ιούδα καὶ ῾Ιερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονόσορ.

    καὶ ὁ Ἰωσαδὰκ ἐπῆγε εἰς τὴν αἰχμαλωσίαν μαζὶ μὲ τὸν λαὸν τῆς φυλῆς τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλήμ, τοὺς ὁποίους ὠδήγησεν ὁ Ναβουχοδονόσορ εἰς τὴν Βαβυλῶνα.