Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΜΑΚΚΑΒΑΙΩΝ

Α΄ Μακκαβαίων, κεφάλαιο 16

24 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (16)
  1. 1

    ΚΑΙ ἀνέβη ᾿Ιωάννης ἐκ Γαζάρων καὶ ἀπήγγειλε Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος.

    Ο Ἰωάννης ἀνέβη ἀπὸ τὰ Γάζαρα καὶ ἀνέφερεν εἰς τὸν Σίμωνα, τὸν πατέρα του, ὅσα ἔκαμνεν ὁ Κενδεβαῖος μὲ τὶς ἐξορμήσεις καὶ τὶς εἰσβολές του εἰς τὴν Ἰουδαίαν.

  2. 2

    καὶ ἐκάλεσε Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους ᾿Ιούδαν καὶ ᾿Ιωάννην καὶ εἶπεν αὐτοῖς· ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολεμίους ᾿Ισραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐωδώθη ἐν ταῖς χερσὶν ἡμῶν ρύσασθαι τὸν ᾿Ισραὴλ πλεονάκις.

    Εἰς τὸ ἄκουσμα τῶν εἰδήσεων αὐτῶν ὁ Σίμων ἐκάλεσε τοὺς δύο μεγαλυτέρους υἱούς του, τὸν Ἰούδαν καὶ τὸν Ἰωάννην, καὶ τοὺς εἶπεν: Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ἡ οἰκογένεια τοῦ πατέρα μου ἐπολεμήσαμεν τοὺς ἐχθροὺς τοῦ Ἰσραηλιτικοῦ λαοῦ ἀπὸ τὴν νεότητά μας μέχρι σήμερα καὶ πολλὲς φορὲς ἐπετύχαμεν, ὥστε νὰ σώσωμεν τὸν Ἰσραήλ.

  3. 3

    νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῶ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσι· γίνεσθε ἀντ᾿ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἔστω μεθ᾿ ὑμῶν.

    Τώρα ὅμως ἐγὼ ἔχω γηράσει, ἐνῷ σεῖς μὲ τὸ ἔλεος καὶ τὴν χάριν τοῦ Θεοῦ εἶσθε εἰς τὴν ἀκμὴν τῆς ἡλικίας σας.Πάρτε λοιπὸν τὴν θέσιν μου καὶ τὴν θέσιν τοῦ ἀδελφοῦ μου καί, ἀφοῦ ἀποδυθῆτε εἰς τὸν ἀγῶνα, πολεμήσατε ὑπὲρ τοῦ ἔθνους μας.Εἴθε δὲ ἡ βοήθεια τοῦ Οὐρανοῦ (=τοῦ Θεοῦ) νὰ εἶναι μαζί σας.

  4. 4

    καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδεΐν.

    Κατόπιν ἐδιάλεξε ἀπὸ τὸν λαὸν τῆς χώρας εἴκοσι χιλιάδες (20.000) ἄνδρες ἱκανοὺς πολεμιστάς, πεζοὺς καὶ ἱππεῖς, καὶ ἐβάδισαν ἐναντίον τοῦ Κενδεβαίου.Διενυκτέρευσαν δὲ εἰς τὴν Μωδεΐν.

  5. 5

    καὶ ἀναστάντες τὸ πρωΐ ἐπορεύοντο εἰς τὸ πεδίον, καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικὴ καὶ ἱππεῖς, καὶ ἦν χειμάρρους ἀναμέσον αὐτῶν.

    Καὶ ἀφοῦ ἐσηκώθησαν τὸ πρωΐ, ἐπροχώρησαν εἰς τὴν πεδιάδα.Τότε ὅμως, νά· ἔξαφνα παρουσιάσθη ἀντιμέτωπός των μεγάλη στρατιωτικὴ δύναμις, πεζικὸν καὶ ἱππικόν· μεταξὺ ὅμως τῶν Ἰουδαίων καὶ τῶν ἐχθρῶν των ὑπῆρχεν ἕνας χείμαρρος.

  6. 6

    καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ. καὶ εἶδε τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασε πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ.

    Ὁ Ἰωάννης παρετάχθη ἀπέναντι τῶν ἀνδρῶν τοῦ Κενδεβαίου μαζὶ μὲ τὸν στρατόν του.Ὅταν ὅμως εἶδε τοὺς ἄνδρες του, ὅτι ἐφοβοῦντο νὰ διαπεράσουν τὸν χείμαρρον, ἔσπευσε καὶ τὸν διεπέρασε πρῶτος αὐτός.Ἔτσι, ὅταν οἱ ἄνδρες του εἶδαν τοῦτο, διαπέρασαν καὶ ἐκεῖνοι πίσω ἀπὸ αὐτόν.

  7. 7

    καὶ διεῖλε τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα.

    Ὁ δὲ Ἰωάννης διήρεσε τὴν στρατιωτικήν του δύναμιν εἰς δύο σώματα μὲ τὸ ἱππικὸν εἰς τὸ κέντρον καὶ τὸ πεζικὸν εἰς τὰ δύο ἄκρα (τὶς δύο πτέρυγες)· καὶ τοῦτο διότι τὸ ἱππικὸν τῶν ἐχθρῶν ἦταν πολὺ μεγάλο.

  8. 8

    καὶ ἐσάλπισαν ταῖς ἱεραῖς σάλπιγξι, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτῶν τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα.

    Οἱ Ἰουδαῖοι ἐσάλπισαν μὲ τὶς ἱερὲς πολεμικές των σάλπιγγες ἕφοδον κατὰ τῶν ἐχθρῶν, ὁ δὲ Κενδεβαῖος καὶ ὁ στρατός του κατετροπώθησαν.Πολλοὶ ἀπὸ τοὺς ἐχθροὺς ἐτραυματίσθησαν θανασίμως, ὅσοι δὲ ἀπέμειναν, κατέφυγαν εἰς τὸ φρούριον.

  9. 9

    τότε ἐτραυματίσθη ᾿Ιούδας ὁ ἀδελφὸς ᾿Ιωάννου· ᾿Ιωάννης δὲ κατεδίωξεν αὐτοὺς ἕως ἦλθεν εἰς Κεδρών, ἣν ᾠκοδόμησε.

    Εἰς τὴν μάχην ἐκείνην ἐτραυματίσθη ὁ Ἰούδας, ὁ ἀδελφὸς τοῦ Ἰωάννου.Ὁ δὲ Ἰωάννης κατεδίωξε τὸν Κενδεβαῖον καὶ τὸν στρατόν του, μέχρις ὅτου ὁ Κενδεβαῖος ἦλθεν εἰς τὴν Κεδρών, τὴν ὁποίαν ὁ ἴδιος εἶχεν ἀνοικοδομήσει καὶ ὀχυρώσει.(Κατ’ ἄλλην ἑρμηνείαν: Ὁ Ἰωάννης κατεδίωξε τοὺς ἐχθρούς, μέχρις ὅτου ἔφθασεν εἰς τὴν Κέδρων, τὴν ὁποίαν εἶχεν ἀνοικοδομήσει καὶ ὀχυρώσει ὃ Κενοεβαιος).

  10. 10

    καὶ ἔφυγον ἕως εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς ᾿Αζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί, καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς γῆν ᾿Ιούδα μετ᾿ εἰρήνης.

    Οἳ νικημένοι ἐχθροί, ποὺ ἢ μπόρεσαν νὰ καταφύγουν εἷς τὴν Κεδρών, συνέχισαν τὴν φυγήν των καὶ ἔφθασαν ἕως τοὺς πύργους, οἱ ὁποῖοι εὑρίσκονται εἰς τὰ χωράφια γύρω ἀπὸ τὴν Ἄζωτον, κατόπιν δὲ τούτου ὁ Ἰωάννης ἐπυρπόλησε τὴν Ἄζωτον.Ἀπὸ τοὺς ἐχθροὺς ἐφονεύθησαν δύο χιλιάδες (2.000) ἄνδρες, ὁ δὲ Ἰωάννης ἐπέστρεψεν εἰς τὴν Ἰουδαίαν ἀσφαλής.

  11. 11

    Καὶ Πτολεμαῖος ὁ τοῦ ᾿Αβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον ῾Ιεριχὼ καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ·

    Ὁ δὲ Πτολεμαῖος, ὁ υἱὸς τοῦ Ἀβούβου, εἶχε διορισθῆ στρατηγός - διοικητὴς τῆς πεδιάδος τῆς Ἱεριχοῦς· ἀπέκτησε δὲ ἀσῆμι καὶ χρυσάφι πολύ,

  12. 12

    ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως.

    διότι ἦταν γαμβρὸς τοῦ ἀρχιερέως Σίμωνος.

  13. 13

    καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος καὶ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς.

    Ὑψώθη ὅμως ἀπὸ ἔπαρσιν καὶ ὑπερηφάνειαν ἡ καρδία του καὶ ἐπεθύμησε νὰ γίνῃ ὁ ἴδιος κύριος ὅλης τῆς χώρας.Δι’ αὐτὸ συνωμοτοῦσε, διὰ νὰ φονεύσῃ μὲ δόλιον τρόπον τὸν Σίμωνα καὶ τοὺς υἱούς του.

  14. 14

    Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τῆς ἐπιμελείας αὐτῶν· καὶ κατέβη εἰς ῾Ιεριχὼ αὐτὸς καὶ Ματταθίας καὶ ᾿Ιούδας οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ (οὗτος ὁ μὴν Σαβάτ).

    Ὁ δὲ Σίμων περιώδευε καὶ ἐπιθεωροῦσε τὶς πόλεις τῆς Ἰουδαίας καὶ ἐφρόντιζε διὰ τὴν ὁμαλὴν διοίκησίν των καὶ τὶς ἀνάγκες των.Κατὰ τὴν ἐπιθεώρησιν ἐκείνην κατέβη εἰς τὴν Ἱεριχὼ αὐτὸς καὶ οἱ δύο υἱοί του, ὁ Ματταθίας καὶ ὁ Ἰούδας, τὸ ἑκατοστὸν ἑβδομηκοστὸν ἕβδομον (177ον) ἔτος τῆς βασιλείας τῶν Ἑλλήνων Σελευκιδῶν (δηλαδὴ τὸ 135/134 π.Χ.), κατὰ τὸν ἑνδέκατον μῆνα τοῦ Ἰουδαϊκοῦ θρησκευτικοῦ ἔτους - τὸν μῆνα Σαβάτ (τὸν ἰδικόν μας Ἰανουάριον /Φεβρουάριον).

  15. 15

    καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ ᾿Αβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ μετὰ δόλου, ὃ ᾠκοδόμησε, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας.

    Τὸν Σίμωνα καὶ τοὺς δύο υἱούς του, Ματταθίαν καὶ Ἰούδαν, τοὺς ὑπεδέχθη μὲ δόλιον τρόπον καὶ τοὺς ἐφιλοξένησεν ὁ υἱὸς τοῦ Ἀβούβου εἰς τὸ μικρὸν φρούριον, ποὺ ὠνομάζετο Δώκ, τὸ ὁποῖον εἶχεν οἰκοδομήσει ὁ ἴδιος.Ἐκεῖ ὠργάνωσε πρὸς χάριν των μεγάλο καὶ πλούσιον συμπόσιον, ἀλλ' ἐκεῖ εἶχε κρύψει προηγουμένως ὡρισμένους ἄνδρες.

  16. 16

    καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ᾿ αὐτοῦ καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ.

    Ὅταν δὲ ὁ Σίμων καὶ οἱ υἱοί του ἐμέθυσαν, ὁ Πτολεμαῖος καὶ οἱ σύντροφοί του ἐσηκώθησαν, ἐβγῆκαν ἔξω, ἐπῆραν τὰ ὅπλα των καὶ ὥρμησαν εἰς τὴν αἴθουσαν τοῦ συμποσίου· ἐπετέθησαν δὲ κατὰ τοῦ Σίμωνος καὶ τὸν ἐφόνευσαν μαζὶ μὲ τοὺς δύο υἱούς του καὶ ὡρισμένους ἀπὸ τοὺς ὑπηρέτες του.

  17. 17

    καὶ ἐποίησεν ἀθεσίαν μεγάλην, καὶ ἀπέδωκε κακὰ ἀντὶ ἀγαθῶν.

    Μὲ αὐτὸν τὸν τρόπον ὁ Πτολεμαῖος διέπραξεν ἀθλίαν καὶ εὐτελῆ προδοσίαν καὶ ἀνταπέδωκεν εἰς τὸν εὐεργέτην τοῦ Σίμωνα κακὰ ἀντὶ τῶν εὐεργεσιῶν, ποὺ ἀπήλαυσεν ἀπὸ αὐτόν.

  18. 18

    καὶ ἔγραψε ταῦτα Πτολεμαῖος καὶ ἀπέστειλε τῷ βασιλεῖ, ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν καὶ παραδῷ αὐτῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις.

    Ὁ Πτολεμαῖος ἔγραψε τὰ γεγονότα αὐτὰ καὶ ἐπληροφόρησε περὶ αὐτῶν τὸν βασιλιᾶ Ἀντίοχον Ζ', μὲ τὴν προσδοκίαν ὅτι θὰ ἀποστείλῃ εἰς αὐτὸν στρατιωτικὴν δύναμιν διὰ να τὸν βοηθήσῃ καὶ ὅτι θὰ τοῦ παραδώσῃ τὴν χώραν τῶν Ἰουδαίων καὶ τὶς πόλεις.

  19. 19

    καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν ᾿Ιωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα,

    Ἔστειλε δὲ ἄλλους ἀπὸ τοὺς ἄνδρες του εἰς τὰ Γάζαρα, διὰ νὰ φονεύσουν τὸν Ἰωάννην ἐπίσης ἔγραψεν ἐπιστολὰς εἰς τοὺς χιλιάρχους νὰ προσχωρήσουν μὲ τὸ μέρος του, ὑποσχόμενος νὰ τοὺς δώσῃ ἀσῆμι καὶ χρυσάφι καὶ δῶρα.

  20. 20

    καὶ ἑτέρους ἀπέστειλε καταλαβέσθαι τὴν ῾Ιερουσαλὴμ καὶ τὸ ὄρος τοῦ ἱεροῦ.

    Ἄλλους δὲ ἄνδρες ἀπέστειλε διὰ νὰ καταλάβουν τὴν Ἱερουσαλὴμ καὶ τὸν λόφον τῆς Σιών, ὅπου ἦταν κτισμένος ὁ Ναός.

  21. 21

    καὶ προδραμών τις ἀπήγγειλεν ᾿Ιωάννῃ εἰς Γάζαρα ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὅτι ἀπέσταλκε καὶ σὲ ἀποκτεῖναι.

    Κάποιος ὅμως προέτρεξε γρηγορώτερα ἀπὸ τοὺς ἀπεσταλμένους τοῦ Πτολεμαῖου καὶ ἀνήγγειλεν εἰς τὸν Ἰωάννην, ποὺ εὑρίσκετο εἰς τὰ Γάζαρα, ὅτι ἐφονεύθησαν ὁ πατέρας καὶ οἱ ἀδελφοί του· τοῦ εἶπεν ἐπίσης: Ὁ Πτολεμαῖος ἔχει ἀποστείλει ἄνδρες διὰ νὰ φονεύσουν καὶ σὲ τὸν ἴδιον!

  22. 22

    καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβε τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς, ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι.

    Ὅταν ὁ Ἰωάννης ἐπληροφορήθη τὴν εἴδησιν αὐτήν, ἐξεπλάγη πάρα πολὺ καὶ συνέλαβε τοὺς ἄνδρες, οἱ ὁποῖοι ἦλθαν νὰ τὸν θανατώσουν, καὶ τοὺς ἐφόνευσε.Διότι διεπίστωσεν ὅτι αὐτοὶ εἶχαν σκοπὸν νὰ τοῦ ἀφαιρέσουν τὴν ζωήν.

  23. 23

    Καὶ τὰ λοιπὰ τῶν λόγων ᾿Ιωάννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ, ὧν ἠνδραγάθησε, καὶ τῆς οἰκοδομῆς τῶν τειχέων, ὧν ᾠκοδόμησε, καὶ τῶν πράξεων αὐτοῦ,

    Τὰ δὲ ὑπόλοιπα ἔργα τοῦ Ἰωάννου καὶ οἱ πόλεμοί του καὶ τὰ ἀνδραγαθήματά του, τὰ ὁποῖα ἐπετέλεσε, καὶ ἡ ἀνοικοδόμησις τῶν τειχῶν, τὰ ὁποῖα ἀνοικοδόμησε, καὶ ὅλα τὰ ἄλλα πολεμικά του κατορθώματα,

  24. 24

    ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφ᾿ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.

    νά· ὅλα αὐτὰ ἔχουν γραφῆ εἰς τὸ βιβλίον τῶν Χρονικῶν τῆς ἀρχιερωσύνης του, ἀπὸ τὴν ἡμέραν ποὺ διεδέχθη τὸν ἀποθανόντα πατέρα του ὡς ἀρχιερεύς.