Αναζητήστε σελίδες, άρθρα και βιβλία (ράφια AnyFlip και δανειστική βιβλιοθήκη) σε όλο το galilea.gr.
LIVEΕδώ παρακολουθείτε ζωντανά το 24ωρο πρόγραμμα του Galilea WebTV, καθώς και τις ζωντανές μεταδόσεις της Galilea.gr — που περιλαμβάνουν και τις μεταδόσεις της Φιλαρμονικής.
Α΄ ΜΑΚΚΑΒΑΙΩΝ

Α΄ Μακκαβαίων, κεφάλαιο 1

64 στίχοι · στο αρχαίο κείμενο και σε νεοελληνική απόδοση

Όλα τα κεφάλαια (16)
  1. 1

    ΚΑΙ ἐγένετο μετὰ τὸ πατάξαι ᾿Αλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττειείμ, καὶ ἐπάταξε τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ πρότερος ἐπὶ τὴν ῾Ελλάδα.

    Συνέβη δὲ τοῦτο κατὰ τοὺς χρόνους ἐκείνους: Ὁ Ἀλέξανδρος ὁ Μακεδών, ὁ υἱὸς τοῦ Φιλίππου, ὁ ὁποῖος ἐξώρμησεν ἀπὸ τὴν Ἑλλάδα (Μακεδονίαν), ἐκτύπησε καὶ κατετρόπωσε τὸν Δαρεῖον Γ' (τὸν Κοδομανόν), τὸν βασιλιᾶ τῶν Περσῶν καὶ τῶν Μήδων, καὶ ἐβασίλευσεν ἀντὶ ἐκείνου, ἀφοῦ εἶχε προηγουμένως κυριαρχήσει εἰς ὅλην τὴν Ἑλλάδα.

  2. 2

    καὶ συνεστήσατο πολέμους πολλοὺς καὶ ἐκράτησεν ὀχυρωμάτων πολλῶν καὶ ἔσφαξε βασιλεῖς τῆς γῆς·

    Ὁ Ἀλέξανδρος διεξήγαγε πολλοὺς πολέμους καὶ ἐκυρίευσε πολλὰ φρούρια καὶ ὀχυρὲς πόλεις, ἐθριάμβευσε κατὰ τῶν ἀντιπάλων του καὶ ἐθανάτωσε τοὺς βασιλεῖς πολλῶν χωρῶν.

  3. 3

    καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς καὶ ἔλαβε σκῦλα πλήθους ἐθνῶν. καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ.

    Καὶ ἔφθασε μέχρι τὰ ἄκρα τοῦ τότε γνωστοῦ ἀνατολικοῦ κόσμου καὶ ἔλαβε τὰ λάφυρα πολλῶν ἐθνῶν.Ὅταν δὲ ὅλος ὁ τότε γνωστὸς κόσμος ὑπετάγη εἰς αὐτὸν καὶ ἔτσι ἡ γῆ ἡσύχασεν ἀπὸ τοὺς πολέμους, ἡ καρδία του ὑψθη ἀπὸ ὑπερηφάνειαν καὶ ἐκυριεύθη ἀπὸ ἔπαρσιν.

  4. 4

    καὶ συνήγαγε δύναμιν ἰσχυρὰν σφόδρα καὶ ἦρξε χωρῶν καὶ ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.

    Συνεκέντρωσε δὲ καὶ ὠργάνωσε πολὺ ἰσχυρὰν στρατιωτικὴν δύναμιν καί, ἀφο τὶς ὑπέταξεν, ἐξουσίαζεν εἰς χῶρες καὶ ἔθνη (λαούς) καὶ κυβερνῆτες καὶ βασιλεῖς, ὅλοι δὲ αὐτοὶ ἐπλήρωναν εἰς τὸν Ἀλέξανδρον φόρον ὑποτελείας.

  5. 5

    καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἔγνω ὅτι ἀποθνήσκει.

    Ἀλλὰ μετὰ ἀπὸ τοὺς πολέμους καὶ τὶς κατακτήσεις αὐτές ἀρρώστησε, ἔπεσεν εἰς τὸ κρεββάτι καί, ἐπειδὴ ἐκατάλαβε ὅτι πρόκειται να ἀποθάνῃ,

  6. 6

    καὶ ἐκάλεσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συντρόφους αὐτοῦ ἀπὸ νεότητος καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.

    ἐκάλεσε τοὺς περιφήμους ἀξιωματικούς του, οἱ ὁποῖοι ὑπῆρξαν σύντροφοί του ἀπὸ τὰ νεανικά του χρόνια, καὶ ἐνῷ ἀκόμη ἐζοῦσε, διένειμεν εἰς αὐτοὺς τὸ ἐκτεταμένον βασίλειόν του.

  7. 7

    καὶ ἐβασίλευσεν ᾿Αλέξανδρος ἔτη δώδεκα καὶ ἀπέθανε.

    Ὁ Μέγας Ἀλέξανδρος ἐβασίλευσε δώδεκα (12) ἔτη καὶ κατόπιν ἀπέθανε.

  8. 8

    καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ.

    Μετὰ τὸν θάνατόν του ἀνέλαβαν τὴν ἐξουσίαν καὶ διακυβέρνησιν τοῦ κράτους οἱ ἀξιωματικοί του, ὁ καθένας εἰς τὴν ἰδικήν του ἐπαρχίαν (περιοχήν).

  9. 9

    καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτὸν καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλὰ καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῇ.

    Ὅλοι αὐτοὶ μετὰ τὸν θάνατον τοῦ Ἀλεξάνδρου ἐστέφθησαν βασιλεῖς καὶ ἐφόρεσαν τὰ βασιλικὰ διαδήματα· οἱ δὲ ἀπόγονοί των τοὺς διεδέχθησαν ἐπὶ πολλὰ χρόνια.Ὅλοι ὅμως αὐτοὶ μὲ τοὺς ἐμφυλίους πολέμους των ἐπροξένησαν ἀνείπωτα καὶ ἀναρίθμητα κακὰ εἰς τὸν κόσμον.

  10. 10

    καὶ ἐξῆλθεν ἐξ αὐτῶν ρίζα ἁμαρτωλὸς ᾿Αντίοχος ᾿Επιφανής, υἱὸς ᾿Αντιόχου βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῇ Ρώμῃ· καὶ ἐβασίλευσεν ἐν ἔτει ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἑβδόμῳ βασιλείας ῾Ελλήνων.

    Ἀπὸ τοὺς βασιλεῖς αὐτοὺς ἀνεβλάστησε ρίζα ἁμαρτωλή, προῆλθεν ἀπόγονος ἠθικῶς ὀλέθριος, ὁ Ἀντίοχος Δ' ὁ Ἐπιφανής, υἱὸς τοῦ βασιλιᾶ Ἀντίοχον Γ’ τοῦ μεγάλου· ὁ Ἀντίοχος ὁ Ἐπιφανὴς διετέλεσεν ὅμηρος εἰς τὴν Ρώμην.Ὁ Ἀντίοχος ὁ Ἐπιφανὴς ἔγινε βασιλιᾶς τῆς Συρίας κατὰ τὸ ἑκατοστὸν τριακοστὸν ἕβδομον (137ον) ἔτος τῆς βασιλείας τῶν Ἑλλήνων Σελευκιδῶν, δηλαδὴ τὸ 175 π.Χ.

  11. 11

    ᾿Εν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ ᾿Ισραὴλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες· πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν, ὅτι ἀφ᾿ ἧς ἐχωρίσθημεν ἀπ᾿ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.

    Κατὰ τὴν ἐποχὴν ἐκείνην παρουσιάσθησαν μεταξὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ μιὰ ὁμάδα ἀνδρῶν ἀποστατῶν ἀπὸ τὴν Ἰουδαϊκὴν πίστιν, οἱ ὁποῖοι ἐπηρέασαν τὸν λαὸν καὶ παρέσυραν πολλοὺς μὲ τὰ λόγια: Ἐμπρός· ἂς προχωρήσωμεν καὶ ἂς συνάψωμεν συνθήκην μὲ τὰ εἰδωλολατρικὰ ἔθνη, τὰ ὁποῖα εἶναι γύρω μας, διότι ἀπὸ τότε ποὺ διεχωρίσαμεν τοὺς ἑαυτούς μας ἀπὸ αὐτούς, μᾶς εὑρῆκαν πολλὰ κακὰ καὶ συμφορές.

  12. 12

    καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν,

    Ἡ πρότασις αὐτὴ τῶν ἐξωμοτῶν εὑρῆκε ἀνταπόκρισιν, ἐφάνη ἀρεστὴ εἰς τὸν λαὸν καὶ ἔγινε ἀποδεκτὴ ἐκ μέρους του.

  13. 13

    καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.

    Ὡρισμένοι ἀπὸ τὸν λαὸν εἶχαν ἐνθουσιασθῆ τόσον πολὺ μὲ τὴν πρότασιν τῶν ἀποστατῶν, ὥστε ἔτρεξαν πρόθυμα πρὸς τὸν βασιλιᾶ Ἀντιόχον, ὁ ὁποῖος τοὺς ἔδωκε τὴν ἄδειαν νὰ ἀκολουθήσουν καὶ νὰ ἐφαρμόσουν εἰς τὴν ζωήν των μὴ Ἰουδαϊκοὺς νόμους καὶ νὰ συμμορφωθοῦν πρὸς τὰ ἔθιμα τῶν εἰδωλολατρικῶν ἐθνῶν.

  14. 14

    καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν ῾Ιεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν

    Ἔτσι ἔκτισαν εἰς τὰ Ἱεροσόλυμα ἕνα γυμναστήριον (στάδιον διὰ τὰ διάφορα ἀθλητικὰ παιγνίδια - ἀσκήσεις), σύμφωνα μὲ τὰ ἤθη καὶ τὰ ἔθιμα τῶν εἰδωλολατρικῶν ἐθνῶν.

  15. 15

    καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίας καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσι καὶ ἐπράθησαν τοῦ ποιῆσαι τὸ πονηρόν.

    Καὶ ἐπειδὴ εἰς τὰ γυμναστήρια ἠσκοῦντο ἐντελῶς γυμνοί, διὰ νὰ ἀποφύγουν τὶς εἰρωνεῖες τῶν ἐθνικῶν, ἑξαφάνισαν μὲ χειρουργικὴν ἐπέμβασιν τὰ ἴχνη τῆς περιτομῆς, ποὺ εἶχαν ὡς Ἰουδαῖοι.Ἔτσι ἀπαρνήθηκαν τὴν ἱερὰν Διαθήκην, ποὺ εἶχαν συνάψει μὲ τὸν Θεὸν τοῦ Ἰσραήλ, καὶ ἔθεσαν τοὺς ἑαυτούς των κάτω ἀπὸ τὸν ἴδιον ζυγὸν (ἄρχισαν νὰ συνεργάζωνται στενά) μὲ τὰ εἰδωλολατρικὰ ἔθνη.Ἀφιερώθησαν δὲ τόσον πολὺ εἰς εἰδωλολατρικὰ ἤθη καὶ ἔθιμα, ποὺ κυριολεκτικὰ ἐπώλησαν τοὺς ἑαυτούς των καὶ ἔγιναν δοῦλοι καὶ σκλάβοι, ὥστε νὰ ἐργάζωνται αὐτὸ ποὺ εἶναι σιχαμερὸν καὶ κακόν.

  16. 16

    Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐναντίον ᾿Αντιόχου, καὶ ὑπέβαλε βασιλεῦσαι τῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.

    Ὅταν ὁ Ἀντίοχος Δ' εἶχε πλέον σταθεροποιηθῇ εἰς τὸν βασιλικὸν θρόνον τῆς Συρίας, ἀπεφάσισε νὰ κάμῃ τὸν ἑαυτόν του βασιλιᾶ τῆς Αἰγύπτου, ὥστε νὰ βασιλεύῃ εἰς τὸ ἑξῆς καὶ εἰς τὰ δύο βασίλεια - τῆς Συρίας καὶ τῆς Αἰγύπτου.

  17. 17

    καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, ἐν ἅρμασι καὶ ἐν ἐλέφασι καὶ ἐν ἱππεῦσι καὶ ἐν στόλῳ μεγάλῳ

    Εἰσέβαλε λοιπὸν εἰς τὴν Αἴγυπτον μὲ πολύν, ἀξιόλογον καὶ ἰσχυρὸν στρατόν, μὲ πολεμικὰ ἅρματα, μὲ πολεμικοὺς ἐλέφαντες, μὲ ἱππικὸν καὶ μὲ μεγάλον πολεμικὸν στόλον,

  18. 18

    καὶ συνεστήσαντο πόλεμον πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγε, καὶ ἔπεσον τραυματίαι πολλοί.

    καὶ συνῆψε πόλεμον ἐναντίον τοῦ Πτολεμαίου ΣΤ’ τοῦ Φιλομήτορος, βασιλιᾶ τῆς Αἰγύπτου.Κατὰ τὸν πόλεμον ἐκεῖνον ὁ Πτολεμαῖος ἐνικήθη ἀπὸ τὸν Ἀντίοχον, ἐπανικοβλήθη καὶ ἐτράπη εἰς φυγήν, πολλοὶ δὲ ἀπὸ τὸν στρατόν του ἐτραυματίσθησαν θανάσιμα καὶ ἀπέθαναν.

  19. 19

    καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ, καὶ ἔλαβε τὰ σκῦλα γῆς Αἰγύπτου.

    Ὁ Ἀντιόχος καὶ οἱ στρατιῶται του ἐκυρίευσαν καὶ κατέλαβαν τὶς ὀχυρὲς πόλεις, ποὺ εὑρίσκοντο εἰς τὴν Αἴγυπτον, ὁ δὲ Ἀντίοχος ἐσύλησε καὶ ἐλαφυραγώγησε τὴν χώραν τῆς Αἰγύπτου.

  20. 20

    καὶ ἐπέστρεψεν ᾿Αντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ τρίτῳ ἔτει καὶ ἀνέβη ἐπὶ ᾿Ισραὴλ καὶ ἀνέβη εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.

    Ὁ Ἀντίοχος, ἀφοῦ ἐνίκησε καὶ ἐκυρίευσε τὴν Αἴγυπτον κατὰ τὸ ἑκατοστὸν τεσσαρακοστὸν τρίτον (143ον) ἔτος τῆς βασιλείας τῶν Ἑλλήνων Σελευκιδῶν, δηλαδὴ τὸ 169 μ.Χ., ἐβάδισεν ἐναντίον τῶν Ἰσραηλιτῶν καὶ ἐπετέθη κατὰ τῆς Ἱερουσαλὴμ μὲ πολύν, ἀξιόλογον καὶ ἰσχυρὸν στρατόν.

  21. 21

    καὶ εἰσῆλθον εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ καὶ ἔλαβε τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς

    Καὶ εἰσῆλθεν εἰς τὸν Ναὸν μὲ ἱερόσυλον ἀλαζονικὸν φρόνημα καὶ ἐπῆρε τὸ χρυσὸν Θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν Ἑπτάφωτον χρυσῆν Λυχνίαν μαζὶ μὲ ὅλα τὰ ἱερὰ ἐξαρτήματά της

  22. 22

    καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπονδεῖα καὶ τὰς φιάλας καὶ τὰς θυΐσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ καὶ ἐλέπισε πάντα.

    καὶ τὴν Τράπεζαν τῶν Ἄρτων τῆς Προθέσεως καὶ τὰ δοχεῖα, μὲ τὰ ὁποῖα ἐγίνοντο οἱ θυσίες τοῦ κρασιοῦ (οἱ σπονδές), καὶ τὶς ἱερὲς φιάλες καὶ τὰ χρυσᾶ θυμιατήρια καὶ τὸ παραπέτασμα καὶ τὰ στεφάνια (τὰ χρυσᾶ, τὰ ἀφιερωμένα εἰς τὸν Ναόν)· ἐπίσης ἐσύλησε καὶ ὅλα τὰ χρυσᾶ κοσμήματα, ποὺ ἦσαν τοποθετημένα εἰς τὸ μέτωπον (τὴν ὄψιν) τοῦ Ναοῦ, τὸν ὁποῖον ἀπεγύμνωσεν ἀπὸ ὅλα, διότι ἀπέσπασε καὶ ἐκατακομμάτιασε τὰ χρυσᾶ στολίδια διαφόρων εἰδῶν, τὰ ὁποῖα εὑρίσκοντο εἰς τὸν Ναόν.

  23. 23

    καὶ ἔλαβε τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐπιθυμητὰ καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύφους, οὓς εὗρε·

    Κινούμενος ἀπὸ τὸν ἱερόσυλον ἐγωϊσμόν του ἔλαβε τὸ ἀσῆμι, τὸ χρυσάφι καὶ τὰ πολύτιμα ἱερὰ ἀντικείμενα μαζὶ μὲ ὅλους τοὺς κρυμμένους θησαυρούς, ποὺ εὑρῆκε εἰς τὸν Ναόν.

  24. 24

    καὶ λαβὼν πάντα ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησε φονοκτονίαν καὶ ἐλάλησεν ὑπερηφανίαν μεγάλην.

    Ἀφοῦ ἅρπαξε ὅλα αὐτά, ἀνεχώρησε καὶ ἐπέστρεψεν εἰς τὴν χώραν του.Ἐπίσης ἐσκότωσε πολλοὺς καὶ μὲ χαιρέκακον καὶ ἑωσφορικὸν ὕφος ἐξεστόμισε λόγια πολὺ ὑβριστικὰ κατὰ τοῦ Ἰσραηλιτικοῦ λαοῦ.

  25. 25

    καὶ ἐγένετο πένθος μέγα ἐπὶ ᾿Ισραὴλ ἐν παντὶ τόπῳ αὐτῶν.

    Ἐξ ἀφορμῆς αὐτῶν ὑπῆρξε μεγάλος θρῆνος καὶ κοπετὸς μεταξὺ τῶν Ἰσραηλιτῶν, παντοῦ (εἰς ὅλην τὴν χώραν των) ὅπου εὑρίσκοντο.

  26. 26

    καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.

    Ἕνεκα τῆς φοβερᾶς αὐτῆς συμφορᾶς ἀναστέναξαν βαθιὰ καὶ μὲ πολλὴν πικρίαν οἱ ἄρχοντες καὶ οἱ πρεσβύτεροι τῶν Ἰσραηλιτῶν, αἱ παρθένοι καὶ οἱ νέοι ἔλειωσαν ἀπὸ λύπην, ἐμαράνθησαν, ἡ δὲ καλλονὴ τῶν γυναικῶν παρεμορφώθη.

  27. 27

    πᾶς νυμφίος ἀνέλαβε θρῆνον, καὶ καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.

    Κάθε νεόνυμφος ἐξέφερε θρηνητικὰ μοιρολόγια καὶ κάθε νεόνυμφη γυναῖκα, ἀντὶ νὰ χαίρῃ εὑρισκομένη εἰς τὸν νυμφικόν της θάλαμον, ἐκάθητο ἐκεῖ κλαίουσα καὶ πενθοῦσα.

  28. 28

    καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν, καὶ πᾶς ὁ οἶκος ᾿Ιακὼβ ἐνεδύσατο αἰσχύνην.

    Ἀκόμη καὶ αὐτὴ ἡ χώρα τῶν Ἰουδαίων συνεκλονίσθη ἕνεκα τῶν κοπετῶν καὶ τοῦ πένθους τῶν κατοίκων της, καὶ ὅλοι οἰ ἀπόγονοι τοῦ Ἰακώβ, ὁ περιούσιος λαὸς τοῦ Θεοῦ, ἐβυθίσθη εἰς τήν (ἐγέμισεν ἀπό) ἐντροπήν.

  29. 29

    Καὶ μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις ᾿Ιούδα, καὶ ἦλθεν εἰς ῾Ιερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.

    Μετὰ ἀπὸ δύο ἔτη ὁ βασιλιᾶς Ἀντιόχος Δ' ὁ Ἐπιφανὴς ἀπέστειλεν εἰς τὶς πόλεις τῆς Ἰουδαίας ἀνώτερον ἀξιωματικόν, ἐπιφορτισμένον μὲ τὴν εἴσπραξιν τῶν φόρων, διὰ νὰ εἰσπράξῃ τοὺς φόρους τῶν πόλεων.Ὁ ἀνώτερος αὐτὸς ἀξιωματικὸς ἦλθεν εἰς τὴν Ἱερουσαλὴμ μὲ πολύν, ἀξιόλογον καὶ ἰσχυρὸν στρατόν,

  30. 30

    καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐνεπίστευσαν αὐτῷ. καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην καὶ ἀπώλεσε λαὸν πολὺν ἐξ ᾿Ισραήλ.

    καὶ ἐμίλησε εἰς τοὺς Ἰουδαίους λόγια εἰρηνικά, ἀλλὰ δόλια καὶ ὑποκριτικά· οἱ Ἰουδαῖοι παρεπλανήθησαν ἀπὸ τὰ λόγια του καὶ ἔδωκαν ἐμπιστοσύνην εἰς ὅσα τοὺς εἶπεν.Ὅμως αὐτὸς ἐπετέθη αἰφνιδίως ἐναντίον τῆς Ἱερουσαλὴμ καὶ ἐκτύπησε τοὺς κατοίκους της πολὺ σκληρά, ὥστε ἐπροξένησε μεγάλην σφαγὴν καὶ ἔτσι ἐθανάτωσε πολλοὺς ἀπὸ τὸν Ἰσραηλιτικὸν λαόν.

  31. 31

    καὶ ἔλαβε τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρὶ καὶ καθεῖλε τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ.

    Ἐλεηλάτησε τὴν Ἱερουσαλὴμ καὶ τὴν ἐπυρπόλησε καὶ κατεδάφισε τὰ σπίτια της καὶ τὰ γύρω - γύρω ἀπὸ αὐτὴν τείχη.

  32. 32

    καὶ ᾐχμαλώτευσαν τὰς γυναῖκας καὶ τὰ τέκνα, καὶ τὰ κτήνη ἐκληρονόμησαν.

    Αὐτὸς δὲ καὶ ὁ στρατός του συνέλαβαν αἰχμαλώτους τίς γυναῖκες καὶ τὰ παιδιὰ καὶ ἅρπαξαν τὰ ζῶα.

  33. 33

    καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυὶδ τείχει μεγάλῳ καὶ ἰσχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.

    Κατόπιν ὁ στρατὸς τοῦ Ἀντιόχου ἔκτισε καὶ πάλιν τὴν πόλιν τοῦ Δαβίδ (τὸ τμῆμα τῆς Ἱερουσαλήμ, ποὺ κατέλαβεν ὁ Δαβὶδ ἀπὸ τοὺς Ἰεβουσαίους) καὶ τὴν ὠχύρωσε μὲ μεγάλον, ἰσχυρὸν τεῖχος καὶ πύργους ἰσχυρούς· ἔτσι ἔγινε ὁ χῶρος αὐτὸς τὸ φρούριον, ἡ ἀκρόπολίς των.

  34. 34

    καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους, καὶ ἐνίσχυσαν ἐν αὐτῇ.

    Ἐκεῖ δὲ ἐγκατέστησαν ς φρουρὰν ἄνδρες εἰδωλολάτρες, ἁμαρτωλούς, ἀνθρώπους παρανόμους (Συρο-Μακεδόνες καὶ Ἰουδαίους ἐξωμότες), οἱ ὁποῖοι ὠχυρώθησαν εἰς τὴν ἀκρόπολιν αὐτήν.

  35. 35

    καὶ παρέθεντο ὅπλα καὶ τροφὰς καὶ συναγαγόντες τὰ σκῦλα ῾Ιερουσαλὴμ ἀπέθεντο ἐκεῖ, καὶ ἐγένοντο εἰς μεγάλην παγίδα.

    Ἐκεῖ ἀποθήκευσαν ὅπλα καὶ τρόφιμα· ἐκεῖ ἐπίσης συνεκέντρωσαν καὶ ἀποθήκευσαν τὰ λάφυρα, ποὺ προῆλθαν ἀπὸ τὴν λεηλασίαν τῆς Ἱερουσαλήμ.Μὲ ὅλα αὐτὰ τὸ φρούριον ἐκεῖνο ἔγινε μεγάλη ἀπειλὴ καὶ πρόξενος δεινῶν διὰ τὴν Ἱερουσαλήμ.

  36. 36

    καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι καὶ εἰς διάβολον πονηρὸν τῷ ᾿Ισραὴλ διαπαντός.

    Ἡ ἀκρόπολις ἐκείνη ἔγινε πρὸ παντὸς παγίδα διὰ τὸν Ναὸν καὶ συνεχὴς ἀπειλή, μόνιμος καὶ φοβερὸς ἀντίπαλος διὰ τὸν Ἰσραηλιτικὸν λαόν.

  37. 37

    καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος καὶ ἐμόλυναν τὸ ἁγίασμα.

    Διότι οἱ ἄνδρες τοῦ φρουρίου ἐκείνου ἐφόνευσαν καὶ ἔχυσαν ἀφθόνως τὸ αἷμα ἀθώων ἀνθρώπων γύρω ἀπὸ τὸν Ναὸν καὶ ἐμόλυναν καὶ ἐβεβήλωσαν τὸν ἱερὸν χῶρον τοῦ ἁγίου Ναοῦ.

  38. 38

    καὶ ἔφυγον οἱ κάτοικοι ῾Ιερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλιπον αὐτήν.

    Ἕνεκα τῆς τρομοκρατίας αὐτῆς τῆς φρουρᾶς οἱ κάτοικοι τῆς Ἱερουσαλὴμ ἔφυγαν καὶ ἡ Ἱερουσαλὴμ κατήντησε κατοικία ξένων λαῶν ἔτσι ἡ ἁγία Πόλις ἔγινε τόπος ξένος διὰ τοὺς ἀνθρώπους, ποὺ ἐγεννήθησαν εἰς αὐτήν, διότι τὰ ἰδικά της παιδιὰ τὴν ἐγκατέλειψαν.

  39. 39

    τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος, αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, ἡ τιμὴ αὐτῆς εἰς ἐξουδένωσιν.

    Ὁ ἅγιος Ναός της καὶ ὁ ἱερὸς χῶρος τοῦ ἐρημώθη ἀπὸ ἀνθρώπους ὅπως ἡ ἔρημος, οἱ θρησκευτικὲς ἐορτές της μετεβλήθησαν εἰς ἡμέρας θλίψεως καὶ πένθους, τὰ Σάββατά της ἔγιναν ἀντικείμενον περιφρονήσεως καὶ ὕβρεως, καὶ ἡ τιμή της ἀντικείμενον ἐξευτελισμοῦ.

  40. 40

    κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἡ ἀτιμία αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.

    Ἡ ἀδοξία, ἡ περιφρόνησις καὶ ἡ καταισχύνῃ της ἦταν τώρα τόσον μεγάλη, ὅσον μεγάλη ἦταν ἄλλοτε ἡ δόξα καὶ ἡ φήμη της· τὸ δὲ ἄλλοτε μεγαλεῖον της μετεστράφη εἰς πένθος.

  41. 41

    Καὶ ἔγραψεν ὁ βασιλεὺς ᾿Αντίοχος πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἷναι πάντας εἰς λαὸν ἕνα

    Τότε ὁ βασιλιᾶς Ἀντίοχος Δ’ ὁ Ἐπιφανὴς ἐξέδωσε διάταγμα - διακήρυξιν, τὸ ὁποῖον ἀπηύθυνε πρὸς ὅλον τὸ βασίλειόν του καὶ συμφώνως πρὸς τὸ ὁποῖον ὅλοι οἱ λαοὶ τοῦ βασιλείου του ἔπρεπε νὰ ἐνωθοῦν καὶ νὰ συγχωνευθοῦν εἰς ἕνα λαόν·

  42. 42

    καὶ ἐγκαταλιπεῖν ἕκαστον τὰ νόμιμα αὐτοῦ. καὶ ἐπεδέξατο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.

    ἔπρεπε πρὸς τοῦτο ὅλοι οἱ ὑπήκοοί του νὰ ἐγκαταλείψῃ ὁ καθένας τους τοὺς ἰδιαιτέρους νόμους του, τὰ ἤθη, τὰ ἔθιμα καὶ τὴν θρησκείαν του.Ὅλα τὰ εἰδωλολατρικὰ ἔθνη ἀπεδέχθησαν τὸ διάταγμα τοῦ βασιλιᾶ καὶ συνεμορφώθησαν πρὸς τὴν ἀπόφασίν του.

  43. 43

    καὶ πολλοὶ ἀπὸ ᾿Ισραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ καὶ ἔθυσαν τοῖς εἰδώλοις καὶ ἐβεβήλωσαν τὸ σάββατον.

    Ἀλλὰ καὶ πολλοὶ ἀπὸ τοὺς Ἰσραηλῖτες ἀπεδέχθησαν καὶ συγκατετέθησαν νὰ ἀκολουθήσουν τὴν εἰδωλολατρικὴν θρησκείαν τοῦ Ἀντιόχου καὶ προσέφεραν θυσίαν εἰς τὰ εἴδωλα καὶ ἐβεβήλωσαν τὴν ἡμέραν τοῦ Σαββάτου μὲ τὸ νὰ καταργήσουν τὴν ἀργίαν του.

  44. 44

    καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς ῾Ιερουσαλὴμ καὶ τὰς πόλεις ᾿Ιούδα πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς

    Ἐπὶ πλέον ὁ βασιλιᾶς ἔστειλεν ἀγγελιαφόρους μὲ γραπτὲς διαταγὲς πρὸς τὴν Ἱερουσαλὴμ καὶ τὶς πόλεις τῆς Ἰουδαίας· δι’ αὐτῶν διέτασσε τὸν λαὸν νὰ υἱοθετήσουν καὶ νὰ ἀποδεχθοῦν ἤθη καὶ ἔθιμα ξένα πρὸς ἐκεῖνα, ποὺ εἶχαν εἰς τὴν χώραν των.

  45. 45

    καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτὰς

    Τοὺς διέτασσε να σταματήσουν πλέον ἀπὸ τοῦ νὰ προσφέρουν θυσίες ὁλοκαυτωμάτων καὶ ἄλλες θυσίες καὶ τὶς θυσίες τοῦ κρασιοῦ (σπονδές) εἰς τὸν ἅγιον Ναὸν καὶ τὸν ἱερὸν χῶρον του καὶ νὰ βεβηλώσουν τὸ Σάββατον μὲ τὸ νὰ καταργήσουν τὴν ἀργίαν του καί τις ἄλλες θρησκευτικὲς ἑορτές·

  46. 46

    καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους,

    ἐπίσης νὰ βεβηλώσουν τὸν ἅγιον Ναὸν καὶ τὸν ἱερὸν χῶρον του καὶ τοὺς ἱερεῖς του (ἢ κατ’ ἄλλους: Τὸν εὐσεβῆ λαόν, ὁ ὁποῖος λατρεύει τὸν Θεόν).

  47. 47

    καὶ οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἰδωλεῖα καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ

    Τοὺς διέτασσεν ἀκόμη νὰ κτίσουν εἰδωλολατρικοὺς βωμούς, νὰ καθορίσουν καὶ νὰ καθιερώσουν εἰδωλολατρικοὺς τόπους, νὰ κτίσουν ναοὺς πρὸς τιμὴν τῶν εἰδώλων καὶ νὰ θυσιάζουν χοίρους καὶ ἄλλα ζῶα, ποὺ οἱ Ἰουδαῖοι τὰ ἐθεωροῦσαν νομικῶς ἀκάθαρτα.

  48. 48

    καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλώσει,

    Ἐπὶ πλέον διέτασσε νὰ ἀφήνουν τοὺς υἱούς των ἀπεριτμήτους καὶ νὰ καθιστοῦν τοὺς ἑαυτούς των νομικῶς ἀκαθάρτους μὲ κάθε πρᾶγμα νομικῶς ἀκάθαρτον καὶ βέβηλον,

  49. 49

    ὥστε ἐπιλαθέσθαι τοῦ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα·

    ὥστε νὰ λησμονήσουν ἔτσι τὸν Νόμον, ποὺ τοὺς ἔδωκεν ὁ Θεός, καὶ νὰ ἀλλάξουν μὲ ἤθη εἰδωλολατρικὰ ὅσα δικαιοῦται ὁ Κύριος καὶ δημιουργός μας νὰ ἀξιοῖ, ὅπως φυλάττῃ ὁ καθένας μας.

  50. 50

    καὶ ὃς ἂν μὴ ποιήσῃ κατὰ τὸ ρῆμα τοῦ βασιλέως, ἀποθανεῖται.

    Ἐκεῖνος ὁ ὁποῖος δὲν θὰ ὑπακούσῃ καὶ δὲν θὰ πράξῃ σύμφωνα μὲ τὸ διάταγμα τοῦ βασιλιᾶ Ἀντιόχου, θὰ τιμωρῆται μὲ θάνατον.

  51. 51

    κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψε πάσῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαὸν καὶ ἐνετείλατο ταῖς πόλεσιν ᾿Ιούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.

    Τέτοιο ἦταν τὸ περιεχόμενον τοῦ διατάγματος, ποὺ ἔστειλεν ὁ βασιλιᾶς πρὸς ὅλους τοὺς ὑπηκόους τῆς βασιλείας του· ὥρισε δὲ ἐπόπτες διὰ νὰ ἐποπτεύουν εἰς ὅλον τὸν λαὸν διὰ τὴν τήρησιν τοῦ διατάγματός του καὶ διέταξε τοὺς κατοίκους τῶν πόλεων τῆς Ἰουδαίας νὰ προσφέρουν εἰδωλολατρικὲς θυσίες ὁ καθένας εἰς τὴν πόλιν του.

  52. 52

    καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐγκαταλιπὼν τὸν νόμον, καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ

    Τότε πολλοὶ ἀπὸ τὸν λαόν, ἀποστάται ἀπὸ τὸν Νόμον καὶ ἐξωμόται, συνηθροίσθησαν γύρω ἀπὸ τοὺς βασιλικοὺς τούτους ἀξιωματοῦχους, προσεκολλήθησαν εἰς αὐτοὺς καὶ ὅλοι αὐτοὶ ἐπροξένησαν πολλὰ δεινὰ εἰς τὴν χώραν

  53. 53

    καὶ ἔθεντο τὸν ᾿Ισραὴλ ἐν κρύφοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.

    ἀνάγκασαν ὅλους τοὺς ἀληθινοὺς Ἰσραηλίτας νὰ ἀποσυρθοῦν καὶ νὰ κρυφθοῦν ὁπουδήποτε ἠμποροῦσαν, εἰς κάθε εἶδος ἀσφαλοῦς καταφυγίου.

  54. 54

    καὶ τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεῦ τῷ πέμπτῳ καὶ τεσσαρακοστῷ καὶ ἑκατοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν πόλεσιν ᾿Ιούδα κύκλῳ ᾠκοδόμησαν βωμούς·

    Καὶ κατὰ τὴν δεκάτην πέμπτην ἡμέραν τοῦ μηνὸς Χασελεῦ (ἀντιστοιχεῖ πρὸς τὸν ἰδικόν μας Νοέμβριον /Δεκέμβριον), κατὰ τὸ ἑκατοστὸν τεσσαρακοστὸν πέμπτον (Ι45ον) ἔτος τῆς βασιλείας τῶν Ἑλλήνων Σελευκιδῶν, δηλαδὴ τὸ ἔτος 168/167 π.Χ., ἔστησαν τὸ μισητὸν καὶ βέβηλον σίγαμα τῆς Ἐρημώσεως (εἰδωλολατρικὸν βωμὸν εἰς τὸν Ὀλύμπιον Δία) ἐπάνω εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ εἰς ὅλες τὶς γύρω διάφορες πόλεις τῆς Ἰουδαῖας ἔκτισαν εἰδωλολατρικοὺς βωμούς.

  55. 55

    καὶ ἐπὶ τῶν θυρῶν τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.

    Καὶ ἐμπρὸς εἰς τὶς πόρτες τῶν οἰκιῶν των καὶ εἰς τὶς πλατεῖες τῶν πόλεων προσέφεραν θυμίαμα εἰς τὰ εἴδωλα.

  56. 56

    καὶ τὰ βιβλία τοῦ νόμου, ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.

    Καὶ ὅποια βιβλία τοῦ Νόμου (τῆς Πεντατεύχου) εὕρισκαν, τὰ κατεξέσχιζαν καὶ τὰ παρέδιδαν εἰς τὴν φωτιά.

  57. 57

    καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.

    Καὶ ὁπουδήποτε εὕρισκαν εἰς κάποιον ἀντίτυπον τοῦ βιβλίου τῆς Διαθήκης (τῆς Πεντατεύχου ἢ κάποιου βιβλίου τῆς Πεντατεύχου), ἐπέμενε δὲ τὸ πρόσωπον αὐτὸ νὰ τηρῇ τὸν Ἰουδαϊκὸν Νόμον, αὐτὸν τὸ διάταγμα τοῦ βασιλιᾶ τὸν κατεδίκαζεν εἰς θάνατον.

  58. 58

    ἐν ἰσχύϊ αὐτῶν ἐποίουν οὕτως τῷ ᾿Ισραὴλ τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσι.

    Μὲ τὴν ἐξουσίαν καὶ τὴν δύναμιν, ποὺ ἔδιδεν εἰς τοὺς ἐπιτρόπους ἐκείνους τοῦ Ἀντιόχου τὸ βασιλικὸν διάταγμα, συμπεριεφέροντο κάθε μῆνα μὲ αὐτὸν τὸν σκληρὸν τρόπον πρὸς τοὺς Ἰσραηλῖτες, τοὺς ὁποίους ἀνεκάλυπταν εἰς τὶς πόλεις ὅτι παρέβαιναν τὴν διαταγὴν τοῦ βασιλιᾶ.

  59. 59

    καὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμόν, ὃς ἦν ἐπὶ τοῦ θυσιαστηρίου.

    Καὶ τὴν εἰκοστὴν πέμπτην τοῦ μηνὸς Χασελεῦ (δηλαδὴ τὴν 17ην Δεκεμβρίου τοῦ 167 π.Χ.), (κατ’ ἄλλην ἑρμηνείαν: Καὶ κάθε 25ην ἑκάστου μηνός, ποὺ ἦταν ἡ γενέθλιος ἡμέρα τοῦ βασιλιᾶ), οἱ πονηροὶ αὐτοὶ ἄνθρωποι ἐπρόσφεραν θυσίαν εἰς τὰ εἴδωλα ἐπάνω εἰς τὸν εἰδωλολατρικὸν βωμὸν τοῦ Διός, ποὺ εἶχε κτισθῆ ἐπάνω εἰς τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων.

  60. 60

    καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα

    Σύμφωνα δὲ μὲ τὸ διάταγμα τοῦ βασιλιᾶ ἐθανάτωσαν τὶς Ἰουδαῖες γυναῖκες, ποὺ εἶχαν ἀφήσει τὰ τέκνα των νὰ ὑποστοῦν περιτομήν.

  61. 61

    καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἴκους αὐτῶν προενόμευσαν καὶ τοὺς περιτετμηκότας αὐτοὺς ἐθανάτωσαν.

    Κατόπιν ἐκρέμασαν ἀπὸ τὸν λαιμόν των τὰ βρέφη, ποὺ εἶχαν ὑποστῇ περιτομήν, καὶ ἐλεηλάτησαν τὰ σπτια των, ἐθανάτωσαν δὲ καὶ ὅλους, ὅσοι ἔκαμαν τὴν περιτομὴν εἰς τὰ βρέφη.

  62. 62

    καὶ πολλοὶ ἐν ᾿Ισραὴλ ἐκραταιώθησαν καὶ ὠχυρώθησαν ἐν ἑαυτοῖς τοῦ μὴ φαγεῖν κοινὰ

    Παρ' ὅλον αὐτὸν τὸν διωγμὸν καὶ τὴν τρομοκρατίαν, παρουσιάσθησαν πολλοὶ μεταξὺ τῶν Ἰσραηλιτῶν, ποὺ εὑρῆκαν τὸ θάρρος καὶ τὴν δύναμιν νὰ ἀντισταθοῦν καὶ ἔλαβαν τὴν σταθερὰν ἀπόφασιν νὰ μὴ φάγουν ὀτιδήποτε ἀκάθαρτον, τὸ ὁποῖον ἀπηγόρευεν ὁ Νόμος.

  63. 63

    καὶ ἐπελέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσι τοῖς βρώμασι καὶ μὴ βεβηλώσωσι διαθήκην ἁγίαν, καὶ ἀπέθανον.

    Αὐτοὶ ἐπροτίμησαν νὰ ἀποθάνουν μᾶλλον, παρὰ νὰ μολυνθοῦν μὲ τὶς νομικῶς ἀκάθαρτες τροφές, νὰ ἀσεβήσουν καὶ νὰ ἀθετήσουν τὴν ἱερὰν Διαθήκην, ποὺ συνῆψεν ὁ Θεὸς μὲ τὸν Ἰσραήλ· καὶ πράγματι, ὅλοι αὐτοὶ ἐξετελέσθησαν!

  64. 64

    καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ ᾿Ισραὴλ σφόδρα.

    Αὐτὸς ὁ διωγμὸς ἦταν οὐσιαστικῶς τρομερὰ ἔκρηξις τοῦ μεγάλου θυμοῦ τοῦ Θεοῦ καὶ σκληρὰ ἀνταπόδοσις εἰς τὸν Ἰσραηλιτικὸν λαὸν διὰ τὴν ἀποστασίαν τῶν ἑλληνιζόντων Ἰουδαίων.