Α΄ Έσδρας, κεφάλαιο 9
- 1
ΚΑΙ ἀναστὰς ῎Εδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον ᾿Ιωνὰν τοῦ ᾿Ελιασίβου,
Καὶ ἐσηκώθη ὁ Ἔσδρας, ὁ ὁποῖος ἦτο γονατιστὸς εἰς τὴν αὐλὴν τοῦ Ναοῦ, καὶ ἐπῆγε εἰς τὸ ἰδιαίτερον δωμάτιον τοῦ ἱερέως Ἰωνάν, ποὺ ἦτο υἱὸς τοῦ ἀρχιερέως Ἐλιασίβου.
- 2
καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιε, πενθῶν ἐπὶ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
Καὶ ἀφοῦ ἐκάθισεν ἐκεῖ, δὲν ἔφαγε ψωμὶ οὔτε ἤπιε νερό, ἀλλ’ ἐπενθοῦσε διὰ τὰς μεγάλας ἀνομίας τοῦ λαοῦ.
- 3
καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ καὶ ῾Ιερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς ῾Ιερουσαλήμ·
Ἔστειλαν δὲ κατ’ ἐντολήν του κήρυκας εἰς ὅλην τὴν Ἰουδαίαν καὶ Ἱερουσαλὴμ καὶ ἐκάλεσαν ὅλους, ὅσοι ἐπέστρεψαν ἀπὸ τὴν βαβυλώνιον αἰχμαλωσίαν, νὰ συγκεντρωθοῦν εἰς τὴν Ἱερουσαλήμ.
- 4
καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
Εἶπαν μάλιστα ὅτι, ὅσοι δὲν θὰ ἀνταποκριθοῦν καὶ δὲν θὰ ἐμφανισθοῦν ἐντὸς δύο ἢ τριῶν ἡμερῶν συμφώνως πρὸς τὴν ἀπόφασιν τῶν προϊσταμένων καὶ προκρίτων τῶν Ἰσραηλιτῶν, θὰ τιμωρηθοῦν. Θὰ ἀναθεματισθοῦν δηλαδὴ τὰ ζῶα των καὶ θὰ θεωρηθοῦν ὡς ἱερὰ καὶ θὰ δημευθοῦν διὰ τὸν Ναόν· αὐτοὶ δὲ οἱ ἴδιοι θὰ ἀποκοποῦν ἀπὸ τὴν κοινότητα τῶν Ἰουδαίων, ποὺ ἐπανῆλθαν ἀπὸ τὴν αἰχμαλωσίαν.
- 5
καὶ ἐπισυνήχθησαν πάντες οἱ ἐκ τῆς φυλῆς ᾿Ιούδα καὶ Βενιαμὶν ἐν τρισὶν ἡμέραις εἰς ῾Ιερουσαλήμ (οὗτος ὁ μὴν ἔννατος τῇ εἰκάδι τοῦ μηνός),
Καὶ πράγματι ἐμαζεύθηκαν μέσα εἰς τρεῖς ἡμέρας εἰς τὴν Ἱερουσαλὴμ ὅλοι, ὅσοι κατήγοντο ἀπὸ τὰς φυλὰς Ἰούδα καὶ Βενιαμίν. (Ἡ σύναξις αὐτὴ ἔγινε τὴν εἰκοστὴν ἡμέραν τοῦ ἐνάτου μηνός).
- 6
καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῷ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα.
Ἐκάθισε δὲ ὅλον αὐτὸ τὸ πλῆθος τῶν ἀνθρώπων εἰς τὴν εὐρύχωρον πλατεῖαν ἐμπρὸς εἰς τὸν Ναὸν καὶ ἔτρεμαν, διότι ἦτο χειμὼν καὶ ὁ καιρὸς ψυχρός.
- 7
καὶ ἀναστὰς ῎Εσδρας εἶπεν αὐτοῖς· ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναιξὶν ἀλλογενέσι τοῦ προσθεῖναι ἁμαρτίας τῷ ᾿Ισραήλ·
Ἐσηκώθη τότε ὁ Ἔσδρας καὶ τοὺς εἶπε: Διεπράξατε παρανομίαν. Δὲν ὑπελογίσατε τὸν Νόμον τοῦ Κυρίου καὶ ἐπήρατε ξένας γυναῖκας. Μὲ αὐτό, ποὺ ἐκάματε, ἐπροσθέσατε καὶ ἄλλας ἁμαρτίας εἰς ὅσας εἶχεν ἕως τότε ὁ Ἰσραήλ.
- 8
καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν
Τώρα λοιπὸν νὰ κάμετε ὁμολογίαν καὶ να δοξάσετε τὸν Κύριον καὶ Θεὸν τῶν πατέρων μας.
- 9
καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν.
Νὰ ἐφαρμόσετε τὸ θέλημά Του καὶ νὰ ἀποχωρισθῆτε ἀπὸ τὰ εἰδωλολατρικὰ ἔθνη τῆς γῆς καὶ ἀπὸ τὰς ξένας γυναῖκας.
- 10
καὶ ἐφώνησεν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ· οὕτως ὡς εἴρηκας ποιήσομεν.
Ὅταν ἄκουσαν αὐτὰ τὰ λόγια τοῦ Ἐσδρα ὅλοι ἐκεῖνοι, ποὺ ἦσαν ἐκεῖ συγκεντρωμένοι, ἐφώναξαν καὶ εἶπαν μὲ μεγάλην φωνήν: Θὰ κάμωμεν ὅ,τι ἀκριβῶς μᾶς εἶπες.
- 11
ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι, καὶ τὸ ἔργον οὐκ ἔστιν ἡμῖν ἡμέρας μιᾶς οὐδὲ δύο· ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
Ἐπειδὴ ὅμως εἴμαστε πολλοὶ καὶ ὁ καιρὸς εἶναι ψυχρὸς καὶ δὲν ἠμποροῦμεν νὰ στεκώμαστε ἐδῶ εἰς τὸ ὕπαιθρον, καὶ ἐπειδὴ ἡ ὑπόθεσίς μας αὐτὴ δὲν εἶναι ζήτημα μιᾶς ἢ δύο ἡμερῶν, διότι εἴμαστε πολλοὶ οἱ ἔνοχοι αὐτῶν τῶν ἁμαρτημάτων, προτείνομεν τὸ ἑξῆς:
- 12
στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσι γυναῖκας ἀλλογενεῖς, παραγενηθήτωσαν λαβόντες χρόνον·
Ἂς σταθοῦν σὰν κριταὶ οἱ προεστοὶ τοῦ λαοῦ, καὶ ὅσοι ἀπὸ τὰς οἰκογενείας μας ἔχουν πάρει ξένας γυναῖκας, νὰ παρουσιασθοῦν ὅλοι ἐμπρός των μὲ τὴν σειρὰν καὶ μέσα εἰς ὡρισμένον χρονικὸν διάστημα.
- 13
ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφ᾿ ἡμῶν τοῦ πράγματος τούτου.
Ἂς ἀναλάβουν δὲ τὸ θέμα οἱ προεστοὶ καὶ οἱ κριταὶ κάθε περιοχῆς, ὥστε νὰ παύσῃ ἡ ὀργὴ τοῦ Κυρίου ἐναντίον μας διὰ τὴν ὑπόθεσιν αὐτήν.
- 14
᾿Ιωνάθας ᾿Αζαήλου καὶ ᾿Εζεκίας Θεωκανοῦ ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
Τὴν πρότασιν αὐτὴν τοῦ λαοῦ τὴν ἀπεδέχθησαν οἱ πρόκριτοι Ἰωνάθας, ὁ υἱὸς τοῦ Ἀζαήλου, καὶ ὁ Ἐζεκίας, ὁ υἱὸς τοῦ Θεωκανοῦ. Ἐτάχθησαν μαζί των ἐπίσης καὶ ὁ Μοσόλλαμος καὶ ὁ Λευῒς καὶ ὁ Σαββαταῖος.
- 15
καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας.
Καὶ συνεμορφώθησαν πρὸς ὅλα αὐτὰ οἱ Ἰουδαῖοι, ποὺ ἐπέστρεψαν ἀπὸ τὴν Βαβυλῶνα.
- 16
καὶ ἐπελέξατο αὐτῷ ῎Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατ᾿ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.
Ἐδιάλεξε δὲ ὡς βοηθούς του ὁ ἱερεὺς Ἔσδρας ἄνδρας ἐπισήμους ἀπὸ τὰς πατριαρχικὰς οἰκογενείας των καὶ τοὺς ἐκάλεσεν ὅλους κατ’ ὄνομα. Καὶ συνεδρίασαν μαζί του τὴν πρωτομηνιὰν τοῦ δεκάτου μηνός, διὰ νὰ ἐξετάσουν τὴν ὅλην ὑπόθεσιν.
- 17
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
Ἡ ἐπιτροπὴ αὐτὴ εἰργάζετο συνεχῶς καὶ ἀνέκρινε τοὺς ἄνδρας, ποὺ εἶχαν ξένας γυναῖκας, ἕως τὴν πρωτομηνιὰν τοῦ πρώτου μηνὸς τοῦ νέου ἔτους, ὁπότε καὶ ἐπεράτωσε τὸ ἔργον της.
- 18
καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες·
Διεπιστώθη δὲ ὅτι μεταξὺ τῶν ἱερέων εἶχαν ξένας γυναῖκας οἱ ἑξῆς:
- 19
ἐκ τῶν υἱῶν ᾿Ιησοῦ τοῦ ᾿Ιωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαθήλας καὶ ᾿Ελεάζαρος καὶ ᾿Ιώριβος καὶ ᾿Ιωαδάνος·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἰησοῦ, τοῦ υἱοῦ του Ἰωσεδέκ, καὶ τῶν ἀδελφῶν του ὁ Μαθήλας, ὁ Ἐλεάζαρος, ὁ Ἰώριβος καὶ ὁ Ἰωαδάνος.
- 20
καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν.
Αὐτοὶ δὲ οἱ ἱερεῖς ἔδιωξαν οἱ ἴδιοι με τὰ χέρια των τὰς γυναῖκας των καὶ προσέφεραν κριάρια ὡς θυσίαν ἐξιλεώσεως διὰ τὴν παράβασίν των.
- 21
καὶ ἐκ τῶν υἱῶν ᾿Εμμήρ, ᾿Ανανίας καὶ Ζαβδαῖος καὶ Μάνης καὶ Σαμαῖος καὶ ῾Ιερεὴλ καὶ ᾿Αζαρίας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐμμὴρ εἶχαν ξένας γυναῖκας ὁ Ἀνανίας, ὁ Ζαβδαῖος, ὁ Μάνης, ὁ Σαμαῖος, ὁ Ἱερεὴλ καὶ ὁ Ἀζαρίας.
- 22
καὶ ἐκ τῶν υἱῶν Φαισούρ, ᾿Ελιωναΐς Μασσίας ᾿Ισμαῆλος καὶ Ναθαναῆλος καὶ ᾿Ωκόδηλος καὶ Σαλόας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Φαισοὺρ ὁ Ἐλιωναΐς, ὁ Μασσίας, ὁ Ἰσμαῆλος, ὁ Ναθαναῆλος, ὁ Ὠκόδηλος καὶ ὁ Σαλόας.
- 23
καὶ ἐκ τῶν Λευιτῶν, ᾿Ιωζαβάδος καὶ Σεμεΐς καὶ Κώϊος (οὗτός ἐστι Καλιτάς) καὶ Παθαῖος καὶ ᾿Ιούδας καὶ ᾿Ιωνάς·
Ἀπὸ τοὺς Λευΐτας ὁ Ἰωζαβάδος, ὁ Σεμεΐς καὶ ὁ Κώϊος (ποὺ εἶναι ὁ ἴδιος μὲ τὸν Καλιτάν), ὁ Παθαῖος, ὁ Ἰούδας καὶ ὁ Ἰωνάς.
- 24
ἐκ τῶν ἱεροψαλτῶν, ᾿Ελιάσεβος, Βακχοῦρος·
Ἀπὸ τοὺς ἱεροψάλτας ὁ Ἐλιάσεβος καὶ ὁ Βάκχουρος·
- 25
ἐκ τῶν θυρωρῶν, Σαλοῦμος καὶ Τολβάνης·
Ἀπὸ τοὺς θυρωροὺς ὁ Σαλοῦμος καὶ ὁ Τολβάνης.
- 26
ἐκ τοῦ ᾿Ισραὴλ ἐκ τῶν υἱῶν Φόρος, ῾Ιερμὰς καὶ ᾿Ιεζίας καὶ Μελχίας καὶ Μαῆλος καὶ ᾿Ελεάζαρος καὶ ᾿Ασεβίας καὶ Βαναίας·
Ἀπὸ δὲ τὸν λαὸν τοῦ Ἰσραήλ εἶχαν ξένας γυναῖκας οἱ κάτωθι: Ἀπὸ τοὺς ἀπογόνους τοῦ Φόρος ὁ Ἱερμάς, ὁ Ἰεζίας, ὁ Μελχίας, ὁ Μαῆλος, ὁ Ἐλεάζαρος, ὁ Ἀσεβίας καὶ ὁ Βαναίας.
- 27
ἐκ τῶν υἱῶν ᾿Ηλά, Ματθανίας, Ζαχαρίας καὶ ᾿Ιεζριῆλος καὶ ᾿Ιωαβδίος καὶ ῾Ιερεμὼθ καὶ ᾿Αϊδίας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἠλὰ ὁ Ματθανίας, ὁ Ζαχαρίας, ὁ Ἰεζριῆλος, ὁ Ἰωαβδίος, ὁ Ἱερεμὼθ καὶ ὁ Ἀϊδίας.
- 28
καὶ ἐκ τῶν υἱῶν Ζαμώθ, ᾿Ελιαδάς, ᾿Ελιάσιμος, ᾿Οθονίας ᾿Ιαριμὼθ καὶ Σάβαθος καὶ Ζεραλίας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ζαμὼθ ὁ Ἐλιαδάς, ὁ Ἐλιάσιμος, ὁ Ὀθονίας, ὁ Ἰαριμώθ, ὁ Σάβαθος καὶ ὁ Ζεραλίας.
- 29
καὶ ἐκ τῶν υἱῶν Βηβαΐ, ᾿Ιωάννης καὶ ᾿Ανανίας καὶ ᾿Ιωζάβδος καὶ ᾿Αμαθίας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Βηβαΐ ὁ Ἰωάννης, ὁ Ἀνανίας, ὁ Ἰωζάβδος καὶ ὁ Ἀμαθίας.
- 30
ἐκ τῶν υἱῶν Μανί, ᾿Ωλαμός, Μαμοῦχος, ᾿Ιεδαῖος, ᾿Ιασοῦβος καὶ ᾿Ιασαῆλος καὶ ῾Ιερεμώθ·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Μανὶ ὁ Ὠλαμός, ὁ Μαμοῦχος, ὁ Ἰεδαῖος, ὁ Ἰασοῦβος, ὁ Ἰασαῆλος καὶ ὁ Ἰερεμώθ.
- 31
καὶ ἐξ υἱῶν ᾿Αδδί, Νάαθος καὶ Μοοσίας, Λακκοῦνος καὶ Ναΐδος, Ματθανίας καὶ Σεσθήλ· καὶ Βαλνοῦος καὶ Μανασσίας·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀδδὶ ὁ Νάαθος, ὁ Μοοσίας, ὁ Λακκοῦνος, ὁ Ναΐδος, ὁ Ματθανίας, ὁ Σεσθήλ, ὁ Βαλνοῦος καὶ ὁ Μανασσίας.
- 32
καὶ ἐκ τῶν υἱῶν ᾿Ανάν, ᾿Ελιωνὰς καὶ ᾿Ασαΐας καὶ Μελχίας καὶ Σαββαῖος καὶ Σίμων Χοσαμαῖος·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀνὰν ὁ Ἐλιωνάς, ὁ Ἀσαΐας, ὁ Μελχίας, ὁ Σαββαῖος καὶ ὁ Σίμων ὁ Χοσαμαῖος.
- 33
καὶ ἐκ τῶν υἱῶν ᾿Ασόμ, ᾿Αλταναῖος καὶ Ματταθίας καὶ Σαβανναῖος καὶ ᾿Ελιφαλὰτ καὶ Μανασσῆς καὶ Σεμεΐ·
Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἀσὸμ ὁ Ἀλταναῖος, ὁ Ματταθίας, ὁ Σαβανναῖος, ὁ Ἐλιφαλάτ, ὁ Μανασσῆς καὶ ὁ Σεμεΐ.
- 34
καὶ ἐκ τῶν υἱῶν Βαανί, ῾Ιερεμίας, Μομδίος, ᾿Ισμαῆρος, ᾿Ιουήλ, Μαβδαΐ καὶ Πεδίας καὶ ῎Ανως, Ραβασίων καὶ ᾿Ενάσιβος καὶ Μαμνιτάναιμος, ᾿Ελίασις, Βαννούς, ᾿Ελιαλί, Σομεΐς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν ᾿Εζωρά, Σεσίς, ᾿Εσρήλ, ᾿Αζαῆλος, Σαματός, Ζαμβρί, ᾿Ιώσηφος·
Ἀπὸ τοὺς ἀπογόνούς του Βαανὶ ὁ Ἱερεμίας, ὁ Μομδίος, ὁ Ἰσμαῆρος, ὁ Ἰουήλ, ὁ Μαβδαΐ, ὁ Πεδίας, ὁ Ἄνως, ὁ Ραβασίων, ὁ Ἐνάσιβος, ὁ Μαμνιτάναιμος, ὁ Ἐλίασις, ὁ Βαννούς, ὁ Ἐλιαλί, ὁ Σομεΐς, ὁ Σελεμίας καὶ ὁ Ναθανίας. Ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐζωρὰ ὁ Σεσίς, ὁ Ἐσρήλ, ὁ Ἀζαῆλος, ὁ Σαματός, ὁ Ζαμβρὶ καὶ ὁ Ἰώσηφος.
- 35
καὶ ἐκ τῶν υἱῶν ᾿Εθμά, Μαζιτίας, Ζαβαδαίας, ᾿Ηδαΐς, ᾿Ιουήλ, Βαναίας.
Καὶ ἀπὸ τοὺς ἀπογόνους τοῦ Ἐθμὰ ὁ Μαζιτίας, ὁ Ζαβαδαίας, ὁ Ἠδαΐς, ὁ Ἰουῂλ καὶ ὁ Βαναίας.
- 36
πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς, καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις.
Ὅλοι αὐτοὶ εἶχαν ὡς συζύγους των ξένας γυναῖκας. Κατόπιν ὅμως τῆς ἀποφάσεως αὐτῆς τὰς ἀπεμάκρυναν καὶ τὰς ἐξεδίωξαν μαζὶ μὲ τὰ παιδιά των.
- 37
Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ ᾿Ισραὴλ ἐν ῾Ιερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ ἑβδόμου καὶ οἱ υἱοὶ ᾿Ισραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.
Καὶ ἐγκατεστάθησαν πλέον οἰ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἄλλοι Ἰσραηλῖται εἰς τὴν Ἱερουσαλὴμ καὶ τὴν ὑπόλοιπον περιοχὴν τῆς Ἰουδαίας. Κατὰ τὴν πρωτομηνιὰν τοῦ ἑβδόμου μηνὸς ὅλοι οἰ Ἰσραηλῖται εὑρίσκοντο εἰς τὰς κατοικίας των.
- 38
καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος
Συνεκεντρώθη δὲ ὅλον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν μὲ μίαν ψυχικὴν διάθεσιν εἰς τὴν εὐρύχωρον πλατεῖαν, ποὺ εὑρίσκετο πρὸς ἀνατολὰς τῆς ἱερᾶς πύλης τοῦ Ναοῦ.
- 39
καὶ εἶπεν ῎Εσδρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ· κόμισαι τὸν νόμον Μωυσῆ τὸν παραδοθέντα ὑπὸ Κυρίου Θεοῦ ᾿Ισραήλ.
Καὶ εἶπεν ὁ λαὸς εἰς τὸν Ἔσδραν, ποὺ ἦτο ἱερεὺς καὶ διδάσκαλος τοῦ Νόμου: Φέρε ἐδῶ τὸν Νόμον τοῦ Μωϋσέως, ποὺ τὸν παρέδωσεν εἰς αὐτὸν ὁ Κύριος καὶ Θεὸς τοῦ Ἰσραήλ.
- 40
καὶ ἐκόμισεν ῎Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσι τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός.
Καὶ ἔφερε πράγματι ὁ ἀρχιερεὺς Ἔσδρας τὸν Νόμον τοῦ Κυρίου ἐμπρὸς εἰς ὅλον τὸ πλῆθος ἀνδρῶν καὶ γυναικῶν καὶ εἰς ὅλους τοὺς ἱερεῖς, διὰ νὰ ἀκούσουν ὅλοι αὐτοὶ τὸν Νόμον τοῦ Κυρίου κατὰ τὴν πρωτομηνιὰν τοῦ ἑβδόμου μηνός.
- 41
καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ, ἐξ ὄρθρου ἕως μέσης ἡμέρας, ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἀπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον.
Καὶ ἐδιάβαζεν ἐκεῖ, εἰς τὴν εὐρύχωρον πλατεῖαν, ἐμπρὸς εἰς τὴν ἱερὰν πύλην τοῦ Ναοῦ, ἀπὸ τὸ πρωῒ ἕως τὸ μεσημέρι, ἐνώπιον ἀνδρῶν καὶ γυναικῶν. Ὅλοι δὲ αὐτοὶ εἶχαν προσηλώσει τὸν νοῦν των εἰς τὸν Νόμον τοῦ Κυρίου, ποὺ ἐδιάβαζεν ὁ Ἔσδρας.
- 42
καὶ ἔστη ῎Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος,
Κατὰ τὴν ἀνάγνωσιν αὐτὴν τοῦ Νόμου ὁ Ἔσδρας, ὁ ἱερεὺς καὶ διδάσκαλος τοῦ Νόμου, ἔστεκεν ὄρθιος ἐπάνω εἰς ἕνα ξύλινον βόθρον, ποὺ εἶχε κατασκευασθῆ διὰ τὸν σκοπὸν αὐτόν.
- 43
καὶ ἔστησαν παρ᾿ αὐτῷ Ματταθίας, Σαμμούς, ᾿Ανανίας, ᾿Αζαρίας, Οὐρίας, ᾿Εζεκίας, Βαάλσαμος ἐκ δεξιῶν,
Δίπλα εἰς τὸν Ἔσδραν, εἰς τὰ δεξιά του, ἔστεκαν ὁ Ματταθίας, ὁ Σαμμούς, ὁ Ἀνανίας, ὁ Ἀζαρίας, ὁ Οὐρίας, ὁ Ἐζεκίας καὶ ὁ Βαάλσαμος.
- 44
καὶ ἐξ εὐωνύμων Φαλδαῖος καὶ Μισαήλ, Μελχίας, Λωθάσουβος, Ναβαρίας, Ζαχαρίας.
Εἰς τὰ ἀριστερά του ἔστεκαν ὁ Φαλδαῖος, ὁ Μισαήλ, ὁ Μελχίας, ὁ Λωθάσουβος, ὁ Ναβαρίας καὶ ὁ Ζαχαρίας
- 45
καὶ ἀναλαβὼν ῎Εσδρας τὸ βιβλίον ἐνώπιον τοῦ πλήθους προεκάθητο ἐπιδόξως ἐνώπιον πάντων,
Καὶ ἀφοῦ ἐπῆρεν ὁ Ἔσδρας τὸ βιβλίον τοῦ Νόμου ἐμπρὸς εἰς ὅλους τοὺς Ἰσραηλίτας, κατέλαβε τὴν πλέον ἐπίσημον θέσιν ἐνώπιον ὅλων.
- 46
καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν. καὶ εὐλόγησεν ῎Εσδρας τῷ Κυρίῳ Θεῷ ῾Υψίστῳ Θεῷ Σαβαὼθ παντοκράτορι,
Μόλις δὲ ἔλυσε τὸν κύλινδρον, ποὺ περιεῖχε τὸν Νόμον τοῦ Θεοῦ, ἐστάθηκαν ὅλοι ὄρθιοι. Εὐλόγησε δὲ ἐν συνεχείᾳ ὁ Ἔσδρας καὶ ἐδοξολόγησε τὸν Κύριον καὶ Θεόν, τὸν Θεὸν τὸν Ὕψιστον, τὸν Παντοκράτορα Κύριον τῶν Δυνάμεων.
- 47
καὶ ἐπεφώνησε πᾶν τὸ πλῆθος ἀμήν. καὶ ἄραντες ἄνω τὰς χεῖρας, προσπεσόντες ἐπὶ τὴν γῆν, προσεκύνησαν τῷ Κυρίῳ.
Ὅλοι δὲ οἱ Ἰσραηλῖται ἔκλεισαν τὴν δοξολογίαν τοῦ Ἔσδρα μὲ τὸ Ἀμὴν ποὺ ἐφωναξαν. Καὶ ἀφοῦ ὕψωσαν τὰ χέρια πρὸς τὸν οὐρανόν, ἔπεσαν κατὰ γῆς καὶ ἐπροσκύνησαν τὸν Κύριον.
- 48
᾿Ιησοῦς καὶ ᾿Αννιοὺθ καὶ Σαραβίας καὶ ᾿Ιαδινὸς καὶ ᾿Ιάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας καὶ Καλίτας, ᾿Αζαρίας καὶ ᾿Ιώζαβδος καὶ ᾿Ανανίας, Φαλίας, οἱ Λευῖται, ἐδίδασκον τὸν νόμον τοῦ Κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ Κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
Πρὸς ὅλον ἐκεῖνο τὸ πλῆθος ἐδίδασκαν καὶ ἐρμήνευαν τὸν Νόμον τοῦ Κυρίου οἱ Λευῖται Ἰησοῦς, Ἀννιούθ, Σαραβίας, Ἰαδινός, Ἰάκουβος, Σαββαταῖος, Αὐταίας, Μαιάννας, Καλίτας, Ἀζαρίας, Ἰώζαβδος, Ἀνανίας καὶ Φαλίας. Τοὺς ἐδιάβαζαν τὸν Νόμον τοῦ Κυρίου καὶ συγχρόνως ἐτόνιζαν μὲ ἔμφασιν καὶ ἰδιαίτερον ἐνθουσιασμὸν αὐτὰ ποὺ ἐδιάβαζαν, διὰ νὰ ἐντυπώνωνται καλύτερον εἰς τὸν νοῦν καὶ τὴν καρδιὰν τῶν Ἰσραηλιτῶν.
- 49
καὶ εἶπεν ᾿Ατθαράτης ῎Εσδρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας·
Εἶπε δὲ κάποιος ἀπὸ τοὺς ἐπισήμους τοῦ Ἰσραήλ, ποὺ ἐλέγετο Ἀτθαράτης, εἰς τὸν Ἔσδραν, τὸν ἀρχιερέα καὶ διδάσκαλον τοῦ Νόμου, καὶ εἰς τοὺς Λευΐτας, ποὺ ἐδίδασκαν ὅλον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν:
- 50
ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ Κυρίῳ, καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου·
Ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία πρὸς τιμὴν τοῦ Κυρίου. Ὅλοι δέ, ὅσοι ἄκουαν τὸν Νόμον τοῦ Θεοῦ, ἔκλαιαν ἀπὸ συγκίνησιν καὶ εὐλάβειαν καὶ ἀπὸ συναίσθησιν τῆς ἁμαρτωλοτητός των.
- 51
βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν,
Καὶ ὁ Ἀτθαράτης, ἀφοῦ ἐπῆρε τὴν ἔγκρισιν καὶ εὐλογίαν τοῦ Ἔσδρα, ἐστράφη πρὸς τὸ πλῆθος καὶ εἶπε: Πηγαίνετε τώρα νὰ φάγετε καλὰ καὶ λιπαρὰ φαγητά, νὰ πιῆτε γλυκὰ ποτὰ καὶ νὰ στείλετε τρόφιμα καὶ ποτὰ καὶ εἰς αὐτοὺς ποὺ δὲν ἔχουν.
- 52
ἁγία γὰρ ἡ ἡμέρα τῷ Κυρίῳ· καὶ μὴ λυπεῖσθε, ὁ γὰρ Κύριος δοξάσει ὑμᾶς.
Νὰ εὐφραίνεσθε, διότι ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία πρὸς τιμὴν τοῦ Κυρίου. Καὶ μὴ λυπάσθε, διότι ὁ Κύριος θὰ σᾶς δοξάσῃ.
- 53
καὶ οἱ Λευῖται ἐκέλευον παντὶ τῷ δήμῳ λέγοντες· ἡ ἡμέρα αὕτη ἁγία, μὴ λυπεῖσθε.
Καὶ οἱ Λευῖται ἐπίσης παρώτρυναν ὅλον τὸν λαὸν καὶ ἔλεγαν: Ἡ ἡμέρα αὐτὴ εἶναι ξεχωριστὴ καὶ ἁγία πρὸς τιμὴν τοῦ Κυρίου. Μὴ λυπᾶσθε καὶ μὴ κλαίετε.
- 54
καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσι καὶ εὐφρανθῆναι μεγάλως,
Κατόπιν τούτου ἔφυγαν ἀπὸ ἐκεῖ ὅλοι, διὰ νὰ φάγουν καὶ νὰ πιοῦν καὶ νὰ εὐφραίνωνται καὶ διὰ νὰ στείλουν δῶρα εἰς τοὺς πτωχοὺς οὕτως, ὥστε νὰ εὐφρανθοῦν πολὺ ὅλοι.
- 55
ὅτι γὰρ ἐνεφυσιώθησαν ἐν τοῖς ρήμασιν, οἷς ἐδιδάχθησαν, καὶ ἐπισυνήχθησαν.
Καὶ ἔγινε πράγματι αὐτό, διότι ἐνθουσιάσθηκαν μὲ τὰ λόγια ποὺ ἐδιδάχθηκαν, διὰ τὰ ὁποῖα μάλιστα ἐμαζεύθηκαν καὶ πάλιν.
