BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//ΓΑΛΙΛΑΙΑ - ECPv5.4.0.2//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-WR-CALNAME:ΓΑΛΙΛΑΙΑ
X-ORIGINAL-URL:https://galilea.gr
X-WR-CALDESC:ΓΑΛΙΛΑΙΑ - Εκδηλώσεις
BEGIN:VTIMEZONE
TZID:Europe/Athens
BEGIN:DAYLIGHT
TZOFFSETFROM:+0200
TZOFFSETTO:+0300
TZNAME:EEST
DTSTART:20200329T010000
END:DAYLIGHT
BEGIN:STANDARD
TZOFFSETFROM:+0300
TZOFFSETTO:+0200
TZNAME:EET
DTSTART:20201025T010000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=Europe/Athens:20200527T190000
DTEND;TZID=Europe/Athens:20200527T190000
DTSTAMP:20260712T120219
CREATED:20200524T144211Z
LAST-MODIFIED:20200524T162046Z
UID:15012-1590606000-1590606000@galilea.gr
SUMMARY:ΜΕΘΕΟΡΤΟΣ ΠΑΝΥΓΗΡΙΚΟΣ ΕΣΠΕΡΙΝΟΣ ΕΟΡΤΗΣ ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΡΩΣΟΥ ΚΑΙ Ι.ΠΑΡΑΚΛΗΣΗ ΤΟΥ ΟΣΙΟΥ (Ζωντανή μετάδοση)
DESCRIPTION:[vc_row][vc_column width=”1/4″][vc_single_image image=”15014″ img_size=”medium” alignment=”center”][/vc_column][vc_column width=”3/4″][vc_column_text] \nΠαρακολουθείστε σε πραγματικό χρόνο ΕΔΩ : \n1.Τον πανηγυρικό εσπερινό της Αναλήψεως και  \n2.Την Ι.ΠΑΡΑΚΛΗΣΗ του Οσίου Ιωάννου του Ρώσου\, στον Ι.Ν.Αγ.Γεωργίου κατά τη διάρκεια της οποίας θα εκτίθεται για προσκύνημα το σκουφάκι του Οσίου. \n[/vc_column_text][vc_btn title=”Ακούστε ΕΔΏ το απολυτίκιο του Οσίου Ιωάννου του Ρώσου (Νο.07)” style=”3d” shape=”round” color=”warning” align=”center” i_icon_fontawesome=”fa fa-music” add_icon=”true” link=”url:https%3A%2F%2Fgalilea.gr%2F%25cf%2585%25ce%25bc%25ce%25bd%25ce%25bf%25ce%25b9-%25ce%25b1%25cf%2580%25ce%25bf%25ce%25bb%25cf%2585%25cf%2584%25ce%25b9%25ce%25ba%25ce%25b9%25ce%25b1%2F|||”][/vc_column][/vc_row][vc_row][vc_column][vc_column_text] \nΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ\nΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΡΩΣΟΥ\n(Ποίημα Δανιὴλ Μοναχοῦ)\nΨαλμὸς ῥμβ (142)\nΚύριε εἰσάκουσον τῆς προσευχῆς μου\, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου\, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου\, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου\, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος\, καὶ ἠκηδίασεν τὸ πνεῦμά μου\, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων\, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου\, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου\, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου\, Κύριε\, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπἐμοῦ\, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου\, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε\, ὁδὸν ἐν ᾗ πορεύσομαι\, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε\, πρὸς σὲ κατέφυγον\, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου\, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ\, ἕνεκεν τοῦ ὀνόματός σου\, Κύριε\, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου\, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου\, ὅτι ἐγὼ δοῦλός σού εἰμι.\nΘεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν\, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.(Τετράκις)\n \nἮχος δ ‘(Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ) \nΤῷ Ἰωάννῃ\, οἱ πιστοὶ νῦν προσδράμωμεν\, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς\, καὶ προσπέσωμεν\, ἐν εὐσεβείᾳ κράζοντες\, ἐκ βάθους ψυχῆς · Ὅσιε\, βοήθησον\, ἐφ ‘ἡμῖν σοῖς ἱκέταις\, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης\, μὴ παραβλέψῃς δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου\, Ἅγιε. \nΔόξα πατρί …. «Ἀπολυτικὸν» Ἦχος δ ‘(Ταχὺ προκατάλαβε) \nἘκ γῆς ὁ καλέσας σε\, πρὸς οὐρανίους μονάς\, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον\, τὸ σκῆνός σου Ὅσιε.Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ\, ὡς αἰχμάλωτος ἤχθης\, ἔνθα καὶ ᾠκειώθης\, τῷ Χριστῷ Ἰωάννη.Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν. \nΚαὶ νῦν «Θεοτοκίον» \nΟὐ σιωπήσομεν\, ποτέ\, Θεοτόκε\, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι\, εἰ μὴ γὰρ Σὺ προίστασο πρεσβεύουσα\, τίς ἡμᾶς ἐρρύσατο\, ἐκ τοσούτων κινδύνων? Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους? Οὐκ ἀποστῶμεν\, Δέσποινα\, ἐκ Σοῦ\, σοὺς γὰρ δούλους σῴζεις ἀεί\, ἐκ παντοίων δεινῶν. \nΨαλμὸς Ν (50) \nἘλέησόν με\, ὁ Θεός\, κατὰ τὸ μέγα Ἔλεός Σου\, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου\, ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω\, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα\, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου\, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας\, τὰ ἄδηλα κσι τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καὶ καθαρισθήσομαι\, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην\, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός\, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου\, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ‘ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου\, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.Διδάξω ἀνόμους τάς ὁδούς Σου\, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός\, ὁ Θεὸς τῆς σωτηρίας μου\, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε\, τὰ χείλη μου ἀνοίξεις\, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν\, ἔδωκα ἄν\, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον\, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.Ἀγάθυνον\, Κύριε\, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών\, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης\, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους. \nᾨδὴ α ‘(Ἦχος πλ . δ ‘) «Ὑγρὰν διοδεύσας ….»Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΔειναῖς πιεζόμενος\, συμφοραῖς\, πρὸς σὲ ἐπιρρίπτω\, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν\, δεόμενος σοῦ\, ὅσιε Πάτερ\, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΣαρκός με τοῦ κλύδωνος προσβολή\, μάκαρ Ἰωάννη\, ἐκταράττει διηνεκῶς\, εἰρήνευσον πάτερ τῇ γαλήνῃ\, ταῖς τοῦ Θεοῦ συμπαθέσι πρεσβείαις σου. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΔαιμόνων τὰ στίφη τὰ πονηρά\, καταπολεμοῦσι\, τὸν σὸν δοῦλον ἀνηλεῶς\, κατάλυσον τούτους τῇ δυνάμει\, τῇ του Σταυροῦ φιλανθρώποις πρεσβείαις σου. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΠαρθένε\, ἡ πύλη ἡ του Θεοῦ\, ἄνοιξόν μοι πύλην\, εὐσπλαχνίας καὶ ἐκ πυλῶν\, τῆς θανατηφόρου ἁμαρτίας\, τῇ μητρικῇ παρρησίᾳ σου ῥῦσαί με. \nᾨδὴ γ ‘«Οὐρανίας ἁψῖδος ….»Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΠονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε\, ἀπειλὰς πνεόντων δυσφήμως\, σύ με διάσωσον\, τὴν αὐτῶν θηριώδη μανίαν διασκεδάσας\, εὐσεβῶν τὸ στήριγμα\, πάτερ πενένδοξε. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΕὐτρεπίσας πανσόφως τὸ τῆς ψυχῆς οἴκημα\, καὶ διαφερόντως κοσμήσας\, θεομακάριστε\, χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος ὡράθης\, καὶ φωτὸς πληρέστατος\, ὡς στῦλος πύρινος. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΚαθαρᾶς παρθενίας ἀποπεσών\, Πάναγνε\, ὅλως ἐμολύνθην τῷ πάθει\, τῆς ἀσωτίας μου\, ἡ τετοκυῖα Κριτήν\, ἁμαρτανόντων ἀνθρώπων\, πάσης κατακρίσεως\, Παρθένε\, σῶσόν με.\nΔιάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου\, Θεοφόρε\, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας\, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.\nἘπίβλέψον ἐν εὐμενείᾳ\, πανύμνητε Θεοτόκε\, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος. \n«Πρεσβεία θερμή» \nΠροστάτης θερμὸς καὶ ἀπροσμάχητος πύργος\, ἐδείχθης\, σοφέ\, τοῖς πίστει ἐκβοῶσί σοι\, καὶ σεπτῶς κραυγάζουσι\, Θεοφόρε Ἰωάννη\, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς\, ἀεὶ τῇ Τριάδι παριστάμενος. \nᾨδὴ δ ‘«Εἰσακήκοα Κύριε ….»Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nἸαμάτων χαρίσματα\, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες\, ἀρυόμεθα εὐφρόσυνα\, καὶ δοξάζομέν σε θαυματόβρυτε. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΚαππαδόκων συστήματα\, καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ\, ἀντιλήπτορα γινώσκουσι\, καὶ προστάτην πάντες εὐφημοῦσί σε. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΔιαβὰς ἀνδρικότατα\, νέφος τῆς σαρκός σου διὰ τῆς πράξεως\, εἴσω γέγονας ἀοίδιμε\, τοῦ φωτὸς τοῦ θείου\, ὡς ἐπόθησας. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΟἶκος γέγονας\, ἄχραντε\, τοῦ Θεοῦ τῶν ὅλων ὡς Ἀειπάρθενος\, οἶκον ὅθεν με ἀνάδειξον\, ἀρετῶν ἐνθέων\, θείᾳ χάριτι. \nᾨδή ε ‘«Φώτισον ἡμᾶς ….»Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΦρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου\, μακάριε\, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ\, πικροὺς δαίμονας κατάβαλε\, ὑπερθαύμαστε. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΔώρησαι ἡμῖν\, τὴν ὑγείαν δεομένοις σου\, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί\, καὶ τὴν μυρίπνοον ῥῶσιν\, πάτερ πανόλβιε. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nἼασαι λαὸν προσδραμόντα σοι\, θαυμάσιε καὶ λοιμικῆς νόσου καὶ πυρετῶν\, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΧαίρει ἐπὶ σοί\, Θεοτόκε\, κτίσις ἅπασα\, τῶν Ἀγγέλων τὰ συστήματα\, καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι. \nᾨδὴ στ ‘«Τὴν δέησιν\, ἐκχέω ..»Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΘαυμάτων σε θησαυρὸν ἐπίσταμαι\, καὶ πηγὴν τῶν ἀγαθῶν\, Ἰωάννη\, ἀρρωστιῶν\, ἰατρεύοντα πάθη\, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα\, καὶ δέομαι σωθῆναι νῦν\, ἐκ φθορᾶς με κακῶν\, χαριτώνυμε. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΠροστάτιν σε τῶν πτωχῶν κηρύττομεν\, καὶ φρουρὸν Καππαδοκίας ἁπάσης\, τῶν πειρασμῶν διαλύοντα ὄχλον\, καὶ δυσσεβῶν ἐπηρείας διώκοντα\, καὶ πάντας νῦν τοὺς εὐσεβεῖς\, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΛιμένα σε ἐν κινδύνοις ἔχομεν\, καὶ ἐν θλίψεσι προστάτην\, παμμάκαρ\, καὶ παντελῆ συμφορῶν σωτηρίαν\, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον\, καὶ βρύσιν εὐεργεσιῶν\, καὶ πηγὴν ἰαμάτων ἀέναον. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμὴν \nἈγκάλαις σου καὶ μαστοῖς\, ὦ Δέσποινα\, τῷ Υἱῷ σου μεσιτεύουσι δεῖξον\, σοῖς τέκνοις τὰ ἐκείνου Παρθένε\, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον\, οὕτως δ ‘ἱλέωσον αὐτόν\, ἐφ’ ἡμῖν τοῖς πολλὰ ἁμαρτήσασι.\nΔιάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου\, Θεοφόρε\, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας\, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.\nἌχραντε\, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως\, ἐπ ‘ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα\, δυσώπησον\, ὡς ἔχουσα μητρικὴν παρρησίαν. \n«Κοντάκιον» \nΠροστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε\, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε\, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς\, ἀλλὰ πρόφθασον ὡς ἀγαθή\, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι · Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν\, ἡ προστατεύουσα ἀεί\, Θεοτόκε\, τῶν τιμώντων σε. \n«Προκείμενον»\nΤίμιος ἐναντίον Κυρίου\, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.\n«Στίχος» Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον …….. »\n«Εὐαγγέλιον»\nἘκ τοῦ κατὰ Λουκᾶν \nΤῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ\, καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος · οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν\, καὶ οἱ ὀχλούμενοι ὑπὸ πταισμάτων ἀκαθάρτων\, καὶ ἐθεραπεύοντο.Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ\, ὅτι δύναμις παρ ‘αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔλεγεν · «Μακάριοι οἱ πτωχοὶ ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι\, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε · ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ ». \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι\nΤαῖς του σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον\, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.\nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν\nΤαῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον\, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων\n«Προσόμοιον»\n«Στίχος» Ἐλέησόν με\, ὁ Θεός\, κατὰ τὸ μέγα Ἔλεός Σου\, καὶ κατὰ τὸ πλῆθος τῶν\nἰκτιρμῶν Σου\, ἐξάλειψον τὸ ἀνόμημά μου \nΜὴ ἀποστερήσῃς με\, τῆς σῆς θερμῆς προστασίας\, Ἰωάννη ὅσιε ἀλλὰ θραῦσον δέομαι τῇ ἰσχύΐ σου\, θράση τὰ ἀνίσχυρα\, καὶ τὰ τοξεύματα\, τῶν δαιμόνων τὰ ἀνέλπιστα\, νόσων ἀπάλλαξον\, καὶ πειρατηρίων καὶ θλίψεων\, καὶ πάντας ἐλευθέρωσον\, τῶν σατανικῶν ἐπιθέσεων\, ἵνα σὲ γεραίρω \, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ\, καὶ μεγαλύνω σου\, Ἅγιε\, ἔργα τὰ θεάρεστα. \nᾨδὴ ζ ‘«Οἱ ἐκ τῆς Ἰουδαίας»\nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΤὴν ψυχὴν θυμηδίας\, καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεω\, θέοφρον Ἰωάννη\, τῶν σὲ θερμῶς ὑμνούντων\, καὶ βοᾷν ἀεὶ δίδαξον · ὁ τῶν Πατέρων ἡμῶν\, Θεὸς εὐλογητὸς εἶ. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΛαμπρυνθεὶς τῷ σῷ πάθει\, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον\, τὸν πόθῳ προσιόντα\, τῷ σῷ σεπτῷ λειψάνῳ\, καὶ κραυγάζειν ἀξίωσον · ὁ τῶν Πατέρων ἡμῶν\, Θεὸς εὐλογητὸς εἶ. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΠειρασμῶν καὶ κινδύνων\, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον\, καὶ βλάβης τῶν δαιμόνων\, τοὺς σῇ σεπτῇ θαρροῦντας\, καὶ ἐν πίστει κραυγάζοντας · ὁ τῶν Πατέρων ἡμῶν\, Θεὸς εὐλογητὸς εἶ. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΤῶν ἀνθρώπων ὁ πλάστης\, ἐν γαστρί σου σκηνώσας\, Θεοχαρίτωτε\, ἁπάντων προστασίαν\, τῶν ζάλαις κλονουμένων\, καὶ βοώντων ἀξίωσον · ὁ τῶν Πατέρων ἡμῶν\, Θεὸς εὐλογητὸς εἶ. \nᾨδὴ η ‘«Τὸν Βασιλέα …»\nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΤοῖς ποντουμένοις βιοτικαῖς τρικυμίαις\, χεῖρα δίδου\, παμμάκαρ\, ὑμνοῦσι\, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nΤῶν σῶν λειψάνων τῶν εὐαγῶν ἁπτομένους\, εὐωδίας πλήρωσον θείας\, Κύριον ὑμνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΤοὺς δεομένους ἐκτενῶς\, Θεοφόρε\, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου\, καὶ δοξολογούντας Θεὸν εἰς τοὺς αἰῶνας. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nΤῶν μολυσμάτων μου τὴν καρδίαν\, Παρθένε\, μετανοίας καθάρισον νίπτροις\, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας. \nᾨδὴ θ ‘«Κυρίως Θεοτόκον …»\nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nἈστέρα\, Ἰωάννη\, σὲ σημειοφόρον\, ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα\, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες. \nἍγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν \nἘν σάλῳ\, Θεοφόρε\, τοῖς κυματουμένοις\, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον\, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος. \nΔόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι \nΤὴν δέησίν μου δέξαι\, τοῦ ταπεινωθέντος καὶ χαλεπῶν\, Θεοφόρε\, κακώσεων\, καὶ ἁμαρτίας με λύτρωσαι. \nΚαὶ νῦν καὶ ἀεί\, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν \nἘλπίδα σωτηρίας\, τῶν ἐκπεπτωκότων\, αἱ γενεαί\, Θεοτόκε\, γινώσκουσαι\, διὰ παντὸς ὁμοφρόνως σὲ μακαρίζουσι. \nΤὸ «Ἄξιόν ἐστιν»καὶ τὰ ἀκόλουθα Μεγαλυνάρια \nΤοὺς συναθροισθέντας τῷ σῷ ναῷ\, ἀοράτων πάντας\, ὁρατῶν τε ἐπιβουλῆς\, ἡμᾶς τυραννούντων\, δεόμεθα ῥυσθῆναι\, ὑπὸ τὴν σὴν αἰγίδα\, θερμῶς προσφεύγοντας.\nΤὰ πεπυρωμένα βέλη ἐχθροῦ\, βροτοκτόνου\, πάτερ\, ἀπομάκρυνον ἀφἡμῶν\, ταῖς πρὸς τὴν Τριάδα\, θερμαῖς σου ἱκεσίαις\, ὅπως ῥυσθέντες τούτων\, σὲ μεγαλύνωμεν. \nΤὸν ἀστέρα πάντες τὸν φαεινόν\, τὸν ἐκ Προκοπίου\, ἀπαστράψαντα νοητῶς\, ὁσίων τὸ κλέος\, καὶ Καππαδόκων δόξαν\, τὸν θεῖον Ἰωάννην\, ὕμνοις τιμήσωμεν.\nΑἴτησαι εἰρήνην παρὰ Θεοῦ\, πνευμάτων γαλήνην\, μέχρι τέλους ὑπομονήν\, ψυχῶν σωτηρίαν\, ἡμῖν τοῖς σοῖς ἱκέταις\, τοῖς εὐφημοῦσι πόθῳ\, τὰ σὰ θαυμάσια.\nΠᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί\, Πρόδρομε Κυρίου\, Ἀποστόλων ἡ Δωδεκάς\, οἱ Ἅγιοι Πάντες\, μετὰ τῆς Θεοτόκου\, ποιήσατε πρεσβείαν\, εἰς τὸ σωθῆναι ἡμάς. \n«Ἀπολυτίκιον»\nἮχος δ ‘(Ταχὺ προκατάλαβε) \nἘκ γῆς ὁ καλέσας σε\, πρὸς οὐρανίους μονάς\, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον\, τὸ σκῆνός σου Ὅσιε.Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ\, ὡς αἰχμάλωτος ἤχθης\, ἔνθα καὶ ᾠκειώθης\, τῷ Χριστῷ Ἰωάννη.Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. \n  \n«Ἀπόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς»\nἮχος β ‘(Ὅτε ἐκ τοῦ ξύλου) \nΔεῦτε προσκυνήσωμεν\, πιστοί\, καὶ μετ ‘εὐλαβείας καὶ πόθου κατασπαζόμενοι\, λείψανον περίσεπτον καὶ πανυπέρτιμον\, Ἰωάννου θεόφρονος\, ἁγνίσωμεν χείλη\, ὄμματα καὶ μέτωπα\, καὶ ἱκετεύσωμεν\, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ\, τέλους σωτηρίου καὶ θείου\, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.\nἌνω τῶν Ἀγγέλων τοῖς χοροῖς\, καὶ τῶν ἀθλοφόρων τοῖς δήμοις\, ἡ σὴ ἁγία ψυχή\, τέρπεται μακάριε\, καὶ συναγάλλεται\, καὶ ὁσίων τοῖς πλήθεσι\, χοροῖς προφητῶν τε\, καὶ ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι\, κάτω δὲ τὸ πάνσεπτον σῶμα\, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως\, ὑφ ‘ἡμῶν τιμώμενον δοξάζεται.\nΔέσποινα πρόσδεξαι\, τάς δεήσεις τῶν δούλων σου\, καὶ λύτρωσαι ἡμᾶς\, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.\nΤὴν πᾶσαν ἐλπίδα μου\, εἰς σὲ ἀνατίθημι\, Μῆτερ τοῦ Θεοῦ\, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.\nΔι ‘εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν\, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός\, ἐλέησον καὶ σῶσον ἡμᾶς.Ἀμήν. \n [/vc_column_text][/vc_column][/vc_row]
URL:https://galilea.gr/event/%ce%bc%ce%b5%ce%b8%ce%b5%ce%bf%cf%81%cf%84%ce%bf%cf%83-%cf%80%ce%b1%ce%bd%cf%85%ce%b3%ce%b7%cf%81%ce%b9%ce%ba%ce%bf%cf%83-%ce%b5%cf%83%cf%80%ce%b5%cf%81%ce%b9%ce%bd%ce%bf%cf%83-%ce%b5%ce%bf%cf%81/
LOCATION:ΙΕΡΟΣ ΝΑΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΛΑΡΙΣΗΣ\, Λεωφ.Κ.Καραμανλή καί Αρκαδίου\, ΛΑΡΙΣΑ\, ΛΑΡΙΣΗΣ\, 41336\, Ελλάδα
CATEGORIES:ΕΚΔΗΛΩΣΕΙΣ
END:VEVENT
END:VCALENDAR