ΑΓΙΟΣ ΦΑΝΟΥΡΙΟΣ

ΙΕΡΟΣ ΝΑΟΣ
ΑΓΙΟΥ ΦΑΝΟΥΡΙΟΥ

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΦΑΝΟΥΡΙΟΝ

ΑΠΟΛΥΤΙΚΙΟΝ
Ήχος δ΄. Βασίλειον διάδημα

Ουράνιον εφύμνιον εν γη τελείται λαμπρώς, επίγειον πανήγυριν νυν εορτάζει φαιδρώς Αγγέλων πολίτευμα, άνωθεν υμνωδίαις, ευφημούσι τους άθλους, κάτωθεν Εκκλησία την ουράνιον δόξαν. ην εύρες πόνοις και άθλοις τοις σοις, Φανούριε ένδοξε.

ΚΟΝΤΑΚΙΟΝ 
Ήχος γ΄. Η Παρθένος σήμερον

Ιερείς διέσωσας αιχμαλωσίας αθέου και δεσμά συνέθλασας δυνάμει Θεία, Θεόφρον, ήσχυνας τυράννων θράση γενναιοφρόνως, ηύφρανας Αγγέλων τάξεις Μεγαλομάρτυς, δια τούτο σε τιμώμεν, θείε οπλίτα, Φανούριε ένδοξε.

ΜΕΓΑΛΥΝΑΡΙΟΝ

Τους ασπαζομένους την σην σεπτήν εικόνα εν πίστει και αιτούντας σην αρωγήν, Μάρτυς, κληρονόμους της Θείας Βασιλείας, Φανούριε, λιταίς σου πάντας ανάδειξον.